<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:67-69</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:67-69</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4" type="edition" xml:lang="grc"><div n="67" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί <q>λικτώρεις</q> τοὺς ῥαβδούχους ὀνομάζουσι;ʼ</q> πότερον ὅτι καὶ συνέδεον τοὺς ἀκολασταίνοντας <milestone n="5" unit="tlnum"/> οὗτοι καὶ τῷ Ῥωμύλῳ παρηκολούθουν ἱμάντας ἐν τοῖς κόλποις κομίζοντες τὸ δὲ δεσμεύειν <q>ἀλλιγᾶρε</q> λέγουσιν οἱ πολλοὶ Ῥωμαίων, οἱ δὲ καθαρεύοντες ἐν τῷ διαλέγεσθαι <q>λιγᾶρε</q> ʼ· ἢ νῦν μὲν παρέγκειται τὸ <term>κ</term>, πρότερον δὲ <q>λιτώρεις</q> ἐκαλοῦντο, <milestone n="10" unit="tlnum"/> λειτουργοί τινες ὄντες περὶ τὸ δημόσιον; ὅτι γὰρ <milestone n="280b" unit="stephpage" xml:id="stephpage-280b"/> λῇτον ἄχρι νῦν τὸ δημόσιον ἐν πολλοῖς τῶν Ἑλλήνων νόμων γέγραπται, οὐδένα ὡς ἔπος εἰπεῖν λέληθε. </p></div><div n="68" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί κύνα θύουσιν οἱ Λούπερκοι Λούπερκοι δʼ εἰσὶν οἱ τοῖς Λουπερκαλίοις γυμνοὶ διαθέοντες <milestone n="15" unit="tlnum"/> ἐν περιζώμασι καὶ καθικνούμενοι σκύτει τῶν ἀπαντώντων;ʼ</q> πότερον ὅτι καθαρμός ἐστι τῆς πόλεως τὰ δρώμενα καὶ γὰρ τὸν μῆνα <q>Φεβρουάριον</q> καλοῦσι καὶ νὴ Δία τὴν ἡμέραν ἐκείνην <q>φεβράτην,</q> <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φεβράτιν</foreign> mei codd.</note> καὶ <q>φεβράριν</q> <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φεβράσιν</foreign>] <foreign xml:lang="grc">φεβρουάρε</foreign> Pantazides</note> τὸ τῶν σκυτῶν ἤθει <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τῶν σκυτῶν ἤθει</foreign>] <foreign xml:lang="grc">τῶν συνήθων σκύτει</foreign>?</note> καθικνεῖσθαι, <milestone n="20" unit="tlnum"/> τοῦ ῥήματος τὸ καθαίρειν σημαίνοντος· τῷ δὲ κυνὶ πάντες ὡς ἔπος εἰπεῖν Ἕλληνες ἐχρῶντο καὶ χρῶνταὶ <milestone n="280c" unit="stephpage" xml:id="stephpage-280c"/> γε μέχρι νῦν ἔνιοι σφαγίῳ πρὸς τοὺς καθαρμούς καὶ τῇ Ἑκάτῃ σκυλάκια μετὰ τῶν ἄλλων καθαρσίων ἐκφέρουσι καὶ περιμάττουσι σκυλακίοις τοὺς ἁγνισμοῦ <milestone n="25" unit="tlnum"/> δεομένους, περισκυλακισμὸν τὸ τοιοῦτο γένος τοῦ καθαρμοῦ καλοῦντες· ἢ λύκος μὲν ὁ λοῦπός ἐστι καὶ Λύκαια τὰ Λουπερκάλια· λύκῳ δὲ κύων <pb xml:id="v.2.p.292"/> πολέμιος καὶ διὰ τοῦτο θύεται τοῖς Λυκαίοις; ἢ ὅτι τοὺς Λουπέρκους ὑλακτοῦσι καὶ παραλυποῦσιν οἱ κύνες ἐν τῇ πόλει διαθέοντας; ἢ Πανὶ μὲν ἡ θυσία γίγνεται, Πανὶ δὲ κύων προσφιλὲς διὰ τὰ <milestone n="5" unit="tlnum"/> αἰπόλια; </p></div><div n="69" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τῷ καλουμένῳ Σεπτομουντίῳ παρεφύλαττον ὀχήμασι ζευκτοῖς χρῆσθαι, καὶ νῦν οἱ τῶν παλαιῶν μὴ καταφρονοῦντες παραφυλάττουσι <milestone n="280d" unit="stephpage" xml:id="stephpage-280d"/> τὸ δὲ σεπτομούντιον ἄγουσιν ἐπὶ τῷ τὸν <milestone n="10" unit="tlnum"/> ἕβδομον τῇ πόλει προσκατανεμηθῆναι καὶ τὴν Ῥώμην ἑπτάλοφον γενέσθαι ;ʼ</q> πότερον, ὡς ἔνιοι τῶν Ῥωμαϊκῶν ἐπινοοῦσι, διὰ τὸ μήπω συνεζεῦχθαι τοῖς μέρεσι παντελῶς τὴν πόλιν ἢ τοῦτο μὲν ἄλλως οὐ πρὸς Διόνυσόν ἐστιν ἔργου δὲ μεγάλου τοῦ <milestone n="15" unit="tlnum"/> πρὸς τὸν συνοικισμὸν ἐκτελεσθέντος, οἰόμενοι τὴν πόλιν ἤδη πεπαῦσθαι προϊοῦσαν εἰς τὸ πρόσθεν, ἔπαυσαν μὲν αὑτοὺς ἀνέπαυσαν δὲ τῶν ὑποζυγίων τὰ συμπονήσαντα καὶ παρέσχον ἀπολαῦσαι τῇ σχολῇ τῆς κοινῆς ἑορτῆς; ἢ πᾶσαν μὲν ἐβούλοντο κοσμεῖν <milestone n="20" unit="tlnum"/> <milestone n="280e" unit="stephpage" xml:id="stephpage-280e"/> ἀεὶ καὶ τιμᾶν ἑορτὴν τοὺς πολίτας παρόντας, μάλιστα δὲ τὴν ἐπὶ τῷ συνοικισμῷ τῆς πόλεως· ἀγομένην· ἵνʼ οὖν τὴν πόλιν, ἧς ἐστιν ἡ ἑορτή, μὴ ἀπολείπωσιν, οὐκ ἐφεῖτο χρῆσθαι ζεύγεσιν ἐκείνην τὴν ἡμέραν; <milestone n="25" unit="tlnum"/> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>