<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:64-68</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:64-68</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4" type="edition" xml:lang="grc"><div n="64" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τὴν τράπεζαν οὐκ εἴων ἀναιρεῖσθαι κενήν, ἀλλὰ πάντως τινὸς ἐπόντος;ʼ</q> πότερον <pb xml:id="v.2.p.290"/> αἰνιττόμενοι <milestone n="279e" unit="stephpage" xml:id="stephpage-279e"/> τὸ δεῖν ἀεί τι τοῦ παρόντος εἰς τὸ μέλλον ὑπολιπεῖν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑπολείπειν</foreign>?</note> καὶ τῆς αὔριον ἐν τῇ σήμερον μνημονεύειν, ἢ νομίζοντες ἀστεῖον εἶναι τὸ συστέλλειν καὶ, ἀνέχειν τὴν ὄρεξιν ἔτι παρούσης τῆς ἀπολαύσεως; <milestone n="5" unit="tlnum"/> ἧττον γὰρ ἐπιθυμοῦσι τῶν ἀπόντων ἐθισθέντες ἀπέχεσθαι τῶν παρόντων. ἢ καὶ πρὸς οἰκέτας φιλάνθρωπον τὸ ἔθος; οὐ γὰρ οὕτω λαμβάνοντες ὡς μεταλαμβάνοντες ἀγαπῶσι, κοινωνεῖν τρόπον τινὰ τραπέζης ἡγούμενοι τοῖς δεσπόταις. ἢ τῶν ἱερῶν <milestone n="10" unit="tlnum"/> οὐδέποτε δεῖν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δεῖ</foreign>?</note> κενὸν οὐθὲν περιορᾶν, ἱερὸν δʼ ἡ τράπεζα; </p></div><div n="65" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τῇ νύμφῃ τὸ πρῶτον οὐκ ἐντυγχάνει <milestone n="279f" unit="stephpage" xml:id="stephpage-279f"/> μετὰ φωτὸς; ὁ ἀνὴρ ἀλλὰ διὰ σκότους;ʼ</q> πότερον ὅτι αἰδεῖται πρὶν ἢ συνελθεῖν ἀλλοτρίαν νομίζων, ἢ καὶ <milestone n="15" unit="tlnum"/> πρὸς ἰδίαν προσιέναι μετʼ αἰδοῦς ἐθιζόμενος; ἢ, καθάπερ ὁ Σόλων ἔγραψε μήλου κυδωνίου τὴν νύμφην ἐντραγοῦσαν εἰς τὸν θάλαμον βαδίζειν, ὅπως τὸ πρῶτον ἄσπασμα μὴ δυσχερὲς γένηται μηδʼ ἀχάριστον οὕτως ὁ Ῥωμαῖος νομοθέτης, εἰ δή τι <milestone n="20" unit="tlnum"/> προσῆν ἄτοπον τῷ σώματι καὶ δυσχερές, ἔκρυψεν; ἢ διαβολὴ τίς ἐστιν ἀφροδισίων παρανόμων τὸ γιγνόμενον, ὡς καὶ τοῖς νομίμοις <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">νομίμοις</foreign> X: <foreign xml:lang="grc">νόμοις</foreign> </note> αἰσχύνης τινὸς προσούσης; </p></div><div n="66" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τῶν ἱπποδρόμων εἷς Φλαμίνιος <milestone n="25" unit="tlnum"/> <milestone n="280a" unit="stephpage" xml:id="stephpage-280a"/> καλεῖται</q> ἦ ὅτι, Φλαμινίου τινὸς τῶν παλαιῶν τῇ πόλει χώραν ἐπιδόντος, ἐχρῶντο ταῖς προσόδοις εἰς τοὺς ἱππικοὺς ἀγῶνας· ἔτι δὲ περιόντων χρημάτων, <pb xml:id="v.2.p.291"/> κατεσκεύασαν ὁδόν, ἣν καὶ αὐτὴν Φλαμινίαν προσηγόρευσαν; </p></div><div n="67" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί <q>λικτώρεις</q> τοὺς ῥαβδούχους ὀνομάζουσι;ʼ</q> πότερον ὅτι καὶ συνέδεον τοὺς ἀκολασταίνοντας <milestone n="5" unit="tlnum"/> οὗτοι καὶ τῷ Ῥωμύλῳ παρηκολούθουν ἱμάντας ἐν τοῖς κόλποις κομίζοντες τὸ δὲ δεσμεύειν <q>ἀλλιγᾶρε</q> λέγουσιν οἱ πολλοὶ Ῥωμαίων, οἱ δὲ καθαρεύοντες ἐν τῷ διαλέγεσθαι <q>λιγᾶρε</q> ʼ· ἢ νῦν μὲν παρέγκειται τὸ <term>κ</term>, πρότερον δὲ <q>λιτώρεις</q> ἐκαλοῦντο, <milestone n="10" unit="tlnum"/> λειτουργοί τινες ὄντες περὶ τὸ δημόσιον; ὅτι γὰρ <milestone n="280b" unit="stephpage" xml:id="stephpage-280b"/> λῇτον ἄχρι νῦν τὸ δημόσιον ἐν πολλοῖς τῶν Ἑλλήνων νόμων γέγραπται, οὐδένα ὡς ἔπος εἰπεῖν λέληθε. </p></div><div n="68" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί κύνα θύουσιν οἱ Λούπερκοι Λούπερκοι δʼ εἰσὶν οἱ τοῖς Λουπερκαλίοις γυμνοὶ διαθέοντες <milestone n="15" unit="tlnum"/> ἐν περιζώμασι καὶ καθικνούμενοι σκύτει τῶν ἀπαντώντων;ʼ</q> πότερον ὅτι καθαρμός ἐστι τῆς πόλεως τὰ δρώμενα καὶ γὰρ τὸν μῆνα <q>Φεβρουάριον</q> καλοῦσι καὶ νὴ Δία τὴν ἡμέραν ἐκείνην <q>φεβράτην,</q> <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φεβράτιν</foreign> mei codd.</note> καὶ <q>φεβράριν</q> <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φεβράσιν</foreign>] <foreign xml:lang="grc">φεβρουάρε</foreign> Pantazides</note> τὸ τῶν σκυτῶν ἤθει <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τῶν σκυτῶν ἤθει</foreign>] <foreign xml:lang="grc">τῶν συνήθων σκύτει</foreign>?</note> καθικνεῖσθαι, <milestone n="20" unit="tlnum"/> τοῦ ῥήματος τὸ καθαίρειν σημαίνοντος· τῷ δὲ κυνὶ πάντες ὡς ἔπος εἰπεῖν Ἕλληνες ἐχρῶντο καὶ χρῶνταὶ <milestone n="280c" unit="stephpage" xml:id="stephpage-280c"/> γε μέχρι νῦν ἔνιοι σφαγίῳ πρὸς τοὺς καθαρμούς καὶ τῇ Ἑκάτῃ σκυλάκια μετὰ τῶν ἄλλων καθαρσίων ἐκφέρουσι καὶ περιμάττουσι σκυλακίοις τοὺς ἁγνισμοῦ <milestone n="25" unit="tlnum"/> δεομένους, περισκυλακισμὸν τὸ τοιοῦτο γένος τοῦ καθαρμοῦ καλοῦντες· ἢ λύκος μὲν ὁ λοῦπός ἐστι καὶ Λύκαια τὰ Λουπερκάλια· λύκῳ δὲ κύων <pb xml:id="v.2.p.292"/> πολέμιος καὶ διὰ τοῦτο θύεται τοῖς Λυκαίοις; ἢ ὅτι τοὺς Λουπέρκους ὑλακτοῦσι καὶ παραλυποῦσιν οἱ κύνες ἐν τῇ πόλει διαθέοντας; ἢ Πανὶ μὲν ἡ θυσία γίγνεται, Πανὶ δὲ κύων προσφιλὲς διὰ τὰ <milestone n="5" unit="tlnum"/> αἰπόλια; </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>