<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:62-74</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:62-74</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4" type="edition" xml:lang="grc"><div n="62" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τῶν λεγομένων Φιτιαλέων, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Φιτιαλέων</foreign> *: <foreign xml:lang="grc">φιδιαλίων</foreign> </note> Ἑλληνιστὶ δʼ οἷον εἰρηνοποιῶν σπονδοφόρων, ὁ καλούμενος <q>πάτερ πατρᾶτος</q> ἐνομίζετο μέγιστος ʽ ἔστι δʼ οὗτος, ᾧ πατὴρ ζῇ καὶ παῖδες εἰσίν ἔχει δὲ καὶ νῦν <milestone n="25" unit="tlnum"/> προνομίαν τινὰ καὶ πίστιν· οἱ γὰρ στρατηγοὶ τὰ διʼ εὐμορφίαν καὶ ὥραν ἐπιμελοῦς· δεόμενα καὶ σώφρονος φυλακῆς σώματα τούτοις παρακατατίθενταἰ;</q><pb xml:id="v.2.p.289"/> πότερον ὅτι τὸ αἰδεῖσθαι τοὺς παῖδας; αὐτοῖς καὶ τὸ φοβεῖσθαι τοὺς πατέρας πρόσεστιν· ἢ τοὔνομα τὴν αἰτίαν ὑπαγορεύει; βούλεται γὰρ εἶναι τὸ <q>πατρᾶτον</q> οἱονεὶ συμπεπερασμένον καὶ πεπερατωμένον, ὡς τελειοτέρου <milestone n="5" unit="tlnum"/> τῶν ἄλλων ὄντος ᾧ συμβέβηκε πατέρα <milestone n="279c" unit="stephpage" xml:id="stephpage-279c"/> κεκτημένῳ πατρὶ γενέσθαι. ἢ δεῖ τὸν ὅρκων καὶ εἰρήνης; προϊστάμενον <q>ἅμα πρόσω καὶ ὀπίσω</q> <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πρόσσω καὶ ὀπίσσω</foreign> Homerus A 343. <foreign xml:lang="grc">ω</foreign> 451</note> καθʼ Ὅμηρον ὁρᾶν; εἴη δʼ - μάλιστα τοιοῦτος, ᾧ παῖς ἔστιν ὑπὲρ οὗ βουλεύεται, καὶ πατὴρ μεθʼ οὗ <milestone n="10" unit="tlnum"/> βουλεύεται. </p></div><div n="63" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τῷ καλουμένῳ <q>ῥῆγι σακρώρουμ</q> ʽ οὗτος δʼ ἐστὶ βασιλεὺς ἱερῶν’ ἀπείρηται καὶ ἄρχειν καὶ δημηγορεῖν</q> ἦ τὸ παλαιὸν οἱ βασιλεῖς τὰ πλεῖστα καὶ μέγιστα τῶν ἱερῶν ἔδρων καὶ τὰς θυσίας ἔθυον <milestone n="15" unit="tlnum"/> αὐτοὶ μετὰ τῶν ἱερέων; ἐπεὶ δʼ οὐκ ἐμετρίαζον ἀλλʼ <milestone n="279d" unit="stephpage" xml:id="stephpage-279d"/> ἦσαν ὑπερήφανοι καὶ βαρεῖς, τῶν μὲν Ἑλλήνων οἱ πλεῖστοι τὴν ἐξουσίαν αὐτῶν περιελόμενοι μόνον τὸ θύειν τοῖς θεοῖς ἀπέλιπον, Ῥωμαῖοι δὲ παντάπασι τοὺς βασιλεῖς; ἐκβαλόντες ἄλλον ἐπὶ τὰς θυσίας ἔταξαν, <milestone n="20" unit="tlnum"/> οὔτε ἄρχειν ἐάσαντες οὔτε δημαγωγεῖν, ὅπως μόνον ἐν τοῖς ἱεροῖς βασιλεύεσθαι <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">βασιλεύεσθαι</foreign> W: <foreign xml:lang="grc">βουλεύεσθαι</foreign> </note> δοκῶσι καὶ βασιλείαν διὰ τοὺς θεοὺς ὑπομένειν. ἔστι γοῦν τις ἐν ἀγορᾷ θυσία πρὸς τῷ λεγομένῳ Κομιτίῳ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Κομιτίῳ</foreign> *: <foreign xml:lang="grc">κομητίῳ</foreign> </note> πάτριος, ἣν θύσας ὁ βασιλεὺς κατὰ τάχος ἄπεισι φεύγων ἐξ <milestone n="25" unit="tlnum"/> ἀγορᾶς </p></div><div n="64" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τὴν τράπεζαν οὐκ εἴων ἀναιρεῖσθαι κενήν, ἀλλὰ πάντως τινὸς ἐπόντος;ʼ</q> πότερον <pb xml:id="v.2.p.290"/> αἰνιττόμενοι <milestone n="279e" unit="stephpage" xml:id="stephpage-279e"/> τὸ δεῖν ἀεί τι τοῦ παρόντος εἰς τὸ μέλλον ὑπολιπεῖν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑπολείπειν</foreign>?</note> καὶ τῆς αὔριον ἐν τῇ σήμερον μνημονεύειν, ἢ νομίζοντες ἀστεῖον εἶναι τὸ συστέλλειν καὶ, ἀνέχειν τὴν ὄρεξιν ἔτι παρούσης τῆς ἀπολαύσεως; <milestone n="5" unit="tlnum"/> ἧττον γὰρ ἐπιθυμοῦσι τῶν ἀπόντων ἐθισθέντες ἀπέχεσθαι τῶν παρόντων. ἢ καὶ πρὸς οἰκέτας φιλάνθρωπον τὸ ἔθος; οὐ γὰρ οὕτω λαμβάνοντες ὡς μεταλαμβάνοντες ἀγαπῶσι, κοινωνεῖν τρόπον τινὰ τραπέζης ἡγούμενοι τοῖς δεσπόταις. ἢ τῶν ἱερῶν <milestone n="10" unit="tlnum"/> οὐδέποτε δεῖν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δεῖ</foreign>?</note> κενὸν οὐθὲν περιορᾶν, ἱερὸν δʼ ἡ τράπεζα; </p></div><div n="65" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τῇ νύμφῃ τὸ πρῶτον οὐκ ἐντυγχάνει <milestone n="279f" unit="stephpage" xml:id="stephpage-279f"/> μετὰ φωτὸς; ὁ ἀνὴρ ἀλλὰ διὰ σκότους;ʼ</q> πότερον ὅτι αἰδεῖται πρὶν ἢ συνελθεῖν ἀλλοτρίαν νομίζων, ἢ καὶ <milestone n="15" unit="tlnum"/> πρὸς ἰδίαν προσιέναι μετʼ αἰδοῦς ἐθιζόμενος; ἢ, καθάπερ ὁ Σόλων ἔγραψε μήλου κυδωνίου τὴν νύμφην ἐντραγοῦσαν εἰς τὸν θάλαμον βαδίζειν, ὅπως τὸ πρῶτον ἄσπασμα μὴ δυσχερὲς γένηται μηδʼ ἀχάριστον οὕτως ὁ Ῥωμαῖος νομοθέτης, εἰ δή τι <milestone n="20" unit="tlnum"/> προσῆν ἄτοπον τῷ σώματι καὶ δυσχερές, ἔκρυψεν; ἢ διαβολὴ τίς ἐστιν ἀφροδισίων παρανόμων τὸ γιγνόμενον, ὡς καὶ τοῖς νομίμοις <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">νομίμοις</foreign> X: <foreign xml:lang="grc">νόμοις</foreign> </note> αἰσχύνης τινὸς προσούσης; </p></div><div n="66" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τῶν ἱπποδρόμων εἷς Φλαμίνιος <milestone n="25" unit="tlnum"/> <milestone n="280a" unit="stephpage" xml:id="stephpage-280a"/> καλεῖται</q> ἦ ὅτι, Φλαμινίου τινὸς τῶν παλαιῶν τῇ πόλει χώραν ἐπιδόντος, ἐχρῶντο ταῖς προσόδοις εἰς τοὺς ἱππικοὺς ἀγῶνας· ἔτι δὲ περιόντων χρημάτων, <pb xml:id="v.2.p.291"/> κατεσκεύασαν ὁδόν, ἣν καὶ αὐτὴν Φλαμινίαν προσηγόρευσαν; </p></div><div n="67" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί <q>λικτώρεις</q> τοὺς ῥαβδούχους ὀνομάζουσι;ʼ</q> πότερον ὅτι καὶ συνέδεον τοὺς ἀκολασταίνοντας <milestone n="5" unit="tlnum"/> οὗτοι καὶ τῷ Ῥωμύλῳ παρηκολούθουν ἱμάντας ἐν τοῖς κόλποις κομίζοντες τὸ δὲ δεσμεύειν <q>ἀλλιγᾶρε</q> λέγουσιν οἱ πολλοὶ Ῥωμαίων, οἱ δὲ καθαρεύοντες ἐν τῷ διαλέγεσθαι <q>λιγᾶρε</q> ʼ· ἢ νῦν μὲν παρέγκειται τὸ <term>κ</term>, πρότερον δὲ <q>λιτώρεις</q> ἐκαλοῦντο, <milestone n="10" unit="tlnum"/> λειτουργοί τινες ὄντες περὶ τὸ δημόσιον; ὅτι γὰρ <milestone n="280b" unit="stephpage" xml:id="stephpage-280b"/> λῇτον ἄχρι νῦν τὸ δημόσιον ἐν πολλοῖς τῶν Ἑλλήνων νόμων γέγραπται, οὐδένα ὡς ἔπος εἰπεῖν λέληθε. </p></div><div n="68" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί κύνα θύουσιν οἱ Λούπερκοι Λούπερκοι δʼ εἰσὶν οἱ τοῖς Λουπερκαλίοις γυμνοὶ διαθέοντες <milestone n="15" unit="tlnum"/> ἐν περιζώμασι καὶ καθικνούμενοι σκύτει τῶν ἀπαντώντων;ʼ</q> πότερον ὅτι καθαρμός ἐστι τῆς πόλεως τὰ δρώμενα καὶ γὰρ τὸν μῆνα <q>Φεβρουάριον</q> καλοῦσι καὶ νὴ Δία τὴν ἡμέραν ἐκείνην <q>φεβράτην,</q> <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φεβράτιν</foreign> mei codd.</note> καὶ <q>φεβράριν</q> <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φεβράσιν</foreign>] <foreign xml:lang="grc">φεβρουάρε</foreign> Pantazides</note> τὸ τῶν σκυτῶν ἤθει <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τῶν σκυτῶν ἤθει</foreign>] <foreign xml:lang="grc">τῶν συνήθων σκύτει</foreign>?</note> καθικνεῖσθαι, <milestone n="20" unit="tlnum"/> τοῦ ῥήματος τὸ καθαίρειν σημαίνοντος· τῷ δὲ κυνὶ πάντες ὡς ἔπος εἰπεῖν Ἕλληνες ἐχρῶντο καὶ χρῶνταὶ <milestone n="280c" unit="stephpage" xml:id="stephpage-280c"/> γε μέχρι νῦν ἔνιοι σφαγίῳ πρὸς τοὺς καθαρμούς καὶ τῇ Ἑκάτῃ σκυλάκια μετὰ τῶν ἄλλων καθαρσίων ἐκφέρουσι καὶ περιμάττουσι σκυλακίοις τοὺς ἁγνισμοῦ <milestone n="25" unit="tlnum"/> δεομένους, περισκυλακισμὸν τὸ τοιοῦτο γένος τοῦ καθαρμοῦ καλοῦντες· ἢ λύκος μὲν ὁ λοῦπός ἐστι καὶ Λύκαια τὰ Λουπερκάλια· λύκῳ δὲ κύων <pb xml:id="v.2.p.292"/> πολέμιος καὶ διὰ τοῦτο θύεται τοῖς Λυκαίοις; ἢ ὅτι τοὺς Λουπέρκους ὑλακτοῦσι καὶ παραλυποῦσιν οἱ κύνες ἐν τῇ πόλει διαθέοντας; ἢ Πανὶ μὲν ἡ θυσία γίγνεται, Πανὶ δὲ κύων προσφιλὲς διὰ τὰ <milestone n="5" unit="tlnum"/> αἰπόλια; </p></div><div n="69" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τῷ καλουμένῳ Σεπτομουντίῳ παρεφύλαττον ὀχήμασι ζευκτοῖς χρῆσθαι, καὶ νῦν οἱ τῶν παλαιῶν μὴ καταφρονοῦντες παραφυλάττουσι <milestone n="280d" unit="stephpage" xml:id="stephpage-280d"/> τὸ δὲ σεπτομούντιον ἄγουσιν ἐπὶ τῷ τὸν <milestone n="10" unit="tlnum"/> ἕβδομον τῇ πόλει προσκατανεμηθῆναι καὶ τὴν Ῥώμην ἑπτάλοφον γενέσθαι ;ʼ</q> πότερον, ὡς ἔνιοι τῶν Ῥωμαϊκῶν ἐπινοοῦσι, διὰ τὸ μήπω συνεζεῦχθαι τοῖς μέρεσι παντελῶς τὴν πόλιν ἢ τοῦτο μὲν ἄλλως οὐ πρὸς Διόνυσόν ἐστιν ἔργου δὲ μεγάλου τοῦ <milestone n="15" unit="tlnum"/> πρὸς τὸν συνοικισμὸν ἐκτελεσθέντος, οἰόμενοι τὴν πόλιν ἤδη πεπαῦσθαι προϊοῦσαν εἰς τὸ πρόσθεν, ἔπαυσαν μὲν αὑτοὺς ἀνέπαυσαν δὲ τῶν ὑποζυγίων τὰ συμπονήσαντα καὶ παρέσχον ἀπολαῦσαι τῇ σχολῇ τῆς κοινῆς ἑορτῆς; ἢ πᾶσαν μὲν ἐβούλοντο κοσμεῖν <milestone n="20" unit="tlnum"/> <milestone n="280e" unit="stephpage" xml:id="stephpage-280e"/> ἀεὶ καὶ τιμᾶν ἑορτὴν τοὺς πολίτας παρόντας, μάλιστα δὲ τὴν ἐπὶ τῷ συνοικισμῷ τῆς πόλεως· ἀγομένην· ἵνʼ οὖν τὴν πόλιν, ἧς ἐστιν ἡ ἑορτή, μὴ ἀπολείπωσιν, οὐκ ἐφεῖτο χρῆσθαι ζεύγεσιν ἐκείνην τὴν ἡμέραν; <milestone n="25" unit="tlnum"/> </p></div><div n="70" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τοὺς ἀπεγνωσμένους <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀπεγνωσμένους</foreign>] <foreign xml:lang="grc">πατεγνωσμένους</foreign> W</note> ἐπὶ κλοπαῖς ἢ δουλικοῖς τισιν ἄλλοις ἁμαρτήμασι <q>φουρκίφερας</q> καλοῦσιν;ʼ</q> ἦ καὶ τοῦτο τῆς τῶν παλαιῶν ἐπιμελείας τεκμήριόν ἐστιν; ὁ γὰρ οἰκότριβος ἰδίου καταγνοὺς <pb xml:id="v.2.p.293"/> τινα μοχθηρίαν ἐκέλευε διπλοῦν ξύλον, ὃ ταῖς ἁμάξαις ὑφιστᾶσιν, ἀράμενον διὰ τῆς συνοικίας ἢ τῆς γειτνιάσεως; διεξελθεῖν ὑπὸ πάντων ὁρώμενον, ὅπως <milestone n="280f" unit="stephpage" xml:id="stephpage-280f"/> ἀπιστοῖεν αὐτῷ καὶ φυλάττοιντο πρὸς τὸ λοιπόν <milestone n="5" unit="tlnum"/> τὸ δὲ ξύλον ἡμεῖς μὲν στήριγγμα, Ῥωμαῖοι δὲ <q>φοῦρκαν</q> ὀνομάζουσι· διὸ καὶ <q>φουρκίφερ</q> ὁ τοῦτο περιενεγκὼν καλεῖται. </p></div><div n="71" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τῶν κυριττόντων βοῶν ὑπὲρ τοῦ φυλάττεσθαι τὸν ἐντυγχάνοντα χόρτον τῷ· κέρατι <milestone n="10" unit="tlnum"/> προσδέουσιν;ʼ</q> ἦ διὰ κόρον καὶ πλησμονὴν ἐξυβρίζουσι καὶ βόες καὶ ἵπποι καὶ ὄνοι καὶ ἄνθρωποι; ὥς που καὶ Σοφοκλῆς <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Σοφοκλῆς</foreign>] Nauck p. 249</note> πεποίηκε <quote rend="blockquote"><l> σὺ δὲ σφαδᾴζεις πῶλος ὣς εὐφορβίᾳ, </l><l> γαστήρ τε γάρ σου καὶ γνάθος πλήρης.</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πλήρης</foreign>] add. <foreign xml:lang="grc">ἀεί</foreign> Cobetus</note></quote> <milestone n="15" unit="tlnum"/> διὸ καὶ Μάρκον Κράσσον οἱ Ῥωμαῖοι χόρτον ἔχειν ἔφασαν· ἐφυλάττοντο γὰρ αὐτὸν οἱ τοὺς ἄλλους ἐν <milestone n="281a" unit="stephpage" xml:id="stephpage-281a"/> τῇ πολιτείᾳ σπαράττοντες ὡς ἀμυντικὸν καὶ δυσεπιχείρητον. οὐ μὴν ἀλλʼ ὕστερον ἐλέχθη πάλιν, ὅτι Κράσσου Καῖσαρ ἀφῃρήκει τὸν χόρτον· ἀντέστη γὰρ <milestone n="20" unit="tlnum"/> αὐτῷ πρῶτος ἐν τῇ πολιτείᾳ καὶ κατεφρόνησε. </p></div><div n="72" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τῶν ἐπʼ οἰωνοῖς ἱερέων, οὓς Αὔσπικας πρότερον Αὔγουρας δὲ νῦν καλοῦσιν, ᾤοντο δεῖν ἀεὶ τοὺς λαμπτῆρας ἀνεῳγμένους εἶναι καὶ τὸ πῶμα μὴ ἐπικεῖσθαι;ʼ</q> ἦ καθάπερ οἱ Πυθαγορικοὶ <milestone n="25" unit="tlnum"/> μικρὰ μεγάλων ἐποιοῦντο σύμβολα κωλύοντες <q>ἐπὶ χοίνικος καθῆσθαι</q> καὶ <q>πῦρ μαχαίρᾳ μὴ σκαλεύειν</q> οὕτως οἱ παλαιοὶ πολλοῖς αἰνίγμασιν ἐχρῶντο καὶ <pb xml:id="v.2.p.294"/> <milestone n="281b" unit="stephpage" xml:id="stephpage-281b"/> μάλιστα πρὸς τοὺς ἱερεῖς, οἷόν ἐστι καὶ τὸ τοῦ λαμπτῆρος; ἔοικε γὰρ ὁ λαμπτὴρ τῷ περιέχοντι τὴν ψυχὴν σώματι. φῶς γάρ ἐστιν ἡ ἐντὸς ψυχὴ καὶ δεῖ τὸ συνετὸν καὶ φρόνιμον ἀεὶ ἀναπεπταμένον αὐτῆς <milestone n="5" unit="tlnum"/> εἶναι καὶ δεδορκὸς καὶ μηδέποτε συγκεκλεῖσθαι μηδʼ ἀποπνεόμενον. <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀποπνεόμενον</foreign>] <foreign xml:lang="grc">ἐπιπνεόμενον</foreign> Madvigius</note> πνευμάτων δʼ ὄντων, οὐκ εὐσταθοῦσιν οἱ ὄρνιθες οὐδὲ βέβαια σημεῖα παρέχουσι διὰ τὴν πλάνην καὶ τὴν ἀνωμαλίαν. διδάσκουσιν οὖν τῷ ἔθει μὴ πνευμάτων ὄντων, ἀλλὰ νηνεμίας <milestone n="10" unit="tlnum"/> καὶ καταστάσεως, ἐπὶ ταῦτα προϊέναι τοὺς οἰωνοπόλους, ὅτε δύνανται τοῖς λαμπτῆρσιν ἀνεῳγμένοις χρῆσθαι. <milestone n="281c" unit="stephpage" xml:id="stephpage-281c"/> </p></div><div n="73" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί δʼ ἀπείρητο τοῖς ἕλκος ἔχουσιν ἱερεῦσιν ἐπʼ οἰωνῶν καθέζεσθαι</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καθέζεσθαι</foreign> W: <foreign xml:lang="grc">καθίζεσθαι</foreign> </note> πότερον καὶ <milestone n="15" unit="tlnum"/> τοῦτο σύμβολόν ἐστι τοῦ μηδὲν δακνομένους μηδʼ οἷον ἕλκος ἴδιον, καὶ πάθος ἔχοντας ἐν τῇ ψυχῇ τὰ θεῖα χρηματίζειν, ἀλλʼ ἀλύπους καὶ ἀκεραίους καὶ ἀπερισπάστους ὄντας· ἢ κατὰ λόγον ἐστίν, εἰ μήτʼ ἱερείῳ χρήσαιτʼ ἄν τις ἕλκος· ἔχοντι πρὸς θυσίαν <milestone n="20" unit="tlnum"/> μήτʼ ὄρνισι πρὸς οἰωνισμόν, ἔτι μᾶλλον ἐφʼ ἑαυτῶν φυλάττεσθαι τὰ τοιαῦτα, καὶ καθαροὺς γενομένους καὶ ἀσινεῖς καὶ ὁλοκλήρους ἐπὶ τὰ παρὰ τῶν θεῶν σημαινόμενα βαδίζειν; τὸ γὰρ ἕλκος ἔοικε πήρωσὶς <milestone n="281d" unit="stephpage" xml:id="stephpage-281d"/> τις εἶναι καὶ μιασμὸς τοῦ σώματος. <milestone n="25" unit="tlnum"/> </p></div><div n="74" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί μικρᾶς Τύχης ἱερὸν ἱδρύσατο Σερούιος Τούλλιος ὁ βασιλεὺς· ἣν <q>βρέβεμ</q> καλοῦσι;</q> πότερον ὅτι μικρὸς; ὢν ἐν καὶ ταπεινὰ πράττων <pb xml:id="v.2.p.295"/> καὶ γεγονὼς ἐκ μητρὸς αἰχμαλώτου διὰ τὴν τύχην ἐβασίλευσε τῆς Ῥώμης· ἢ αὕτη μὲν ἡ μεταβολὴ μέγεθος ἐμφαίνει τύχης μᾶλλον ἢ μικρότητα, πάντων δὲ μάλιστα Σερούιος ἔοικε τὴν τῆς τύχης· <milestone n="5" unit="tlnum"/> ἐκθειάσας δύναμιν ἐπιφημίσαι πράξεσιν ἁπάσαις; <milestone n="281e" unit="stephpage" xml:id="stephpage-281e"/> οὐ γὰρ μόνον Τύχης εὐέλπιδος; καὶ ἀποτροπαίου καὶ μειλιχίας καὶ πρωτογενείας καὶ ἄρρενος ἱερὰ κατεσκεύασεν, ἀλλʼ ἔστιν ἰδίας Τύχης ἱερόν, ἕτερον δʼ ἐπιστρεφομένης, ἄλλο <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄλλο</foreign> Duebnerus: <foreign xml:lang="grc">ἄλλο δʼ εὐέλπιδος ἄλλο</foreign> </note> παρθένου · καὶ τί ἄν τις <milestone n="10" unit="tlnum"/> ἐπεξίοι τὰς ἄλλας ἐπωνυμίας, ὅπου Τύχης ἰξευτηρίας <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἰξευτηρίας</foreign>] <foreign xml:lang="grc">ἰξευτρίας</foreign> S</note> ἱερόν ἐστιν, ἣν βισκᾶταν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">βισκᾶταν</foreign>] <foreign xml:lang="grc">βισκατρίκεμ</foreign> M</note> ὀνομάζουσιν, ὡς πόρρωθεν ἡμῶν ἁλισκομένων ὑπʼ αὐτῆς καὶ προσισχομένων τοῖς πράγμασιν; ὅρα δὴ μὴ καταμαθὼν τὸ παρὰ μικρὸν <milestone n="281f" unit="stephpage" xml:id="stephpage-281f"/> ἀεὶ τῆς τύχης μέγα δυνάμενον, καὶ ὅτι τῷ γενέσθαι τι <milestone n="15" unit="tlnum"/> μικρὸν ἢ μὴ γενέσθαι τι πολλάκις ὑπῆρξεν ἐνίοις τυχεῖν ἢ διαμαρτεῖν τῶν μεγίστων, μικρᾶς Τύχης ἱερὸν ἱδρύσατο, προσέχειν διδάσκων τοῖς πράγμασι καὶ μὴ καταφρονεῖν διὰ μικρότητα τῶν ἐντυγχανόντων. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>