<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:46-48</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:46-48</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4" type="edition" xml:lang="grc"><div n="46" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τὸν τῆς Ὅρτας ναὸν ἀνεῳγμένον <milestone n="10" unit="tlnum"/> εἶχον οἱ παλαιοὶ διὰ παντός;ʼ</q> πότερον, ὡς Ἀντίστιος Λαβεὼν ἱστόρηκε, τοῦ παρορμᾶν <q>ὁρτάρι</q> λεγομένου, τὴν οἷον ἐγκελευομένην πρὸς τὰ καλὰ καὶ παρορμῶσαν θεὸν Ὅρταν λεγομένην ᾤοντο δεῖν ὡς ἐνεργὸν ἀεὶ μηδέποτε μέλλειν μηδʼ ἀποκεκλεῖσθαι μηδʼ ἐλινύειν· <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐλιννύειν</foreign> Huttenus: <foreign xml:lang="grc">κλειννύειν</foreign> </note> <milestone n="15" unit="tlnum"/> ἢ μᾶλλον ὡς νῦν ὀνομάζουσιν αὐτὴν · ὥραν <milestone n="276a" unit="stephpage" xml:id="stephpage-276a"/> μηκυνομένης τῆς προτέρας συλλαβῆς, ἐπιστρεφῆ τινα καὶ πολυωρητικὴν θεόν, ἣν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἣν</foreign>] del. Madvigius</note> διαφυλακτικὴν καὶ φροντιστικὴν οὖσαν οὐδέποτε ῥάθυμον οὐδʼ ὀλίγωρον εἶναι τῶν ἀνθρωπίνων ἐνόμιζον; ἤ, καθάπερ ἄλλα <milestone n="20" unit="tlnum"/> πολλά, καὶ τοῦτο τῶν Ἑλληνικῶν ὀνομάτων ἐστὶ καὶ δηλοῖ θεὸν ἐπισκοποῦσαν καὶ ἐφορῶσαν; ὅθεν ὡς ἀκοιμήτου καὶ ἀύπνου διὰ παντὸς ἀνεῳγμένον ἦν τὸ ἱερὸν αὐτῆς. εἰ μέντοι τὴν ὥραν ὀρθῶς ὁ Λαβεὼν ἀπὸ τοῦ παρορμᾶν ὠνομάσθαι δέδεκται, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δέδεκται</foreign> *: <foreign xml:lang="grc">δέδεικται</foreign> </note> <milestone n="25" unit="tlnum"/> σκόπει τὸν <q>ὡράτορα</q> προτρεπτικόν τινα καὶ παρορμητικὸν ὄντα σύμβουλον ἢ δημαγωγὸν οὕτως <pb xml:id="v.2.p.281"/> ὠνομάσθαι φατέον, οὐκ ἀπὸ τῆς ἀρᾶς καὶ εὐχῆς ὡς ἔνιοι λέγουσι. <milestone n="276b" unit="stephpage" xml:id="stephpage-276b"/> </p></div><div n="47" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τὸ τοῦ Ἡφαίστου ἱερὸν ἔξω πόλεως ὁ Ῥωμύλος ἱδρύσατο;ʼ</q> πότερον διὰ τὴν μυθολογουμένην <milestone n="5" unit="tlnum"/> πρὸς Ἄρη ζηλοτυπίαν τοῦ Ἡφαίστου διʼ Ἀφροδίτην υἱὸς εἶναι δοκῶν Ἄρεος οὐκ ἐποιήσατο σύνοικον οὐδʼ ὁμόπολιν αὐτόν· ἢ τοῦτο μὲν ἀβέλτερον, ᾠκοδομήθη δʼ ὁ ναὸς ἐξ ἀρχῆς συνέδριον καὶ βουλευτήριον ἀπόρρητον αὐτῷ μετὰ Τατίου τοῦ <milestone n="10" unit="tlnum"/> συμβασιλεύσαντος, ὅπως συνιόντες ἐνταῦθα μετὰ τῶν γερόντων ἄνευ τοῦ παρενοχλεῖσθαι καθʼ ἡσυχίαν βουλεύοιντο περὶ τῶν πραγμάτων; ἢ πρὸς ἐμπρησμὸν ἄνωθεν ἐπισφαλῶς τῆς Ῥώμης ἐχούσης, ἔδοξε τιμᾶν μὲν ἐξοικίσαι δὲ τῆς πόλεως τὸν θεόν; <milestone n="15" unit="tlnum"/> <milestone n="276c" unit="stephpage" xml:id="stephpage-276c"/> </p></div><div n="48" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τῇ τῶν Κωνσυαλίων ἑορτῇ καὶ τοὺς ἵππους καὶ τοὺς ὄνους στεφανοῦσι καὶ σχολάζειν ἐῶσι;ʼ</q> πότερον ὅτι Ποσειδῶνι μὲν ἄγουσιν Ἱππείῳ τὴν ἑορτὴν, ὁ δʼ ὄνος τῷ ἵππῳ συναπολαύει καὶ συμμετέχει τῆς ἀδείας· ἢ ὅτι, ναυτιλίας φανείσης <milestone n="20" unit="tlnum"/> καὶ κομιδῆς κατὰ θάλατταν, ὑπῆρξέ τις ἀμωσγέπως ῥᾳστώνη καὶ ἀνάπαυσις τοῖς ὑποζυγίοις; </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>