<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:37-39</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:37-39</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4" type="edition" xml:lang="grc"><div n="37" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τῶν τοῖς θεοῖς ἀνατιθεμένων μόνα τὰ σκῦλα νενόμισται περιορᾶν ἀφανιζόμενα τῷ χρόνῳ, καὶ μήτε προσκυνεῖν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προσκυνεῖν</foreign>] <foreign xml:lang="grc">προσκαινοῦν</foreign> vel <foreign xml:lang="grc">προσκονιᾶν</foreign> W. Sanum vid.</note> μήτʼ ἐπισκευάζειν;ʼ</q> πότερον <milestone n="10" unit="tlnum"/> ἵνα τὴν δόξαν οἰόμενοι τοῖς πρώτοις συνεκλιπεῖν ἀεί τι πρόσφατον ὑπόμνημα τῆς ἀρετῆς ζητῶσι κομίζειν <milestone n="273d" unit="stephpage" xml:id="stephpage-273d"/>, ἢ μᾶλλον ὅτι τοῦ χρόνου τὰ σημεῖα τῆς πρὸς τοὺς πολεμίους διαφορᾶς ἀμαυροῦντος, αὐτοὺς ἀναλαμβάνειν καὶ καινοποιεῖν ἐπίφθονόν ἐστι καὶ φιλαπέχθημον; <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φιλαπέχθῆμον</foreign> *: <foreign xml:lang="grc">φιλαπεχθῆμον</foreign> </note> <milestone n="15" unit="tlnum"/> οὐδὲ γὰρ παρʼ Ἕλλησιν οἱ πρῶτοι λίθινον καὶ χαλκοῦν στήσαντες τρόπαιον εὐδοκιμοῦσι. </p></div><div n="38" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί Κόιντος Μέτελλος ἀρχιερεὺς γενόμενος καὶ τἄλλα· δοκῶν φρόνιμος εἶναι καὶ πολιτικὸς ἀνὴρ ἐκώλυεν οἰωνίζεσθαι μετὰ τὸν Σεξτίλιον μῆνα <milestone n="20" unit="tlnum"/> τὸν νῦν Αὔγουστον προσαγορευόμενον;ʼ</q> πότερον ὅτι καθάπερ ἡμέρας ἀκμαζούσης ἢ ἀρχομένης; πράττομεν τὰ τοιαῦτα καὶ μηνὸς ἱσταμένου καὶ αὐξομένου, τὰς <milestone n="273e" unit="stephpage" xml:id="stephpage-273e"/> δʼ ἀποκλίτους ὡς ἀχρηματίστους φυλαττόμεθα· παραπλησίως τὸν μετὰ μῆνας ὀκτὼ χρόνον ὥσπερ ἑσπέραν <milestone n="25" unit="tlnum"/> τινὰ τοῦ ἐνιαυτοῦ καὶ δείλην ἀποκλίνοντος ἢδη καὶ φθίνοντος νομίζειν· <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">νομίζειν</foreign>] add. <foreign xml:lang="grc">δεῖ</foreign> M</note> ἢ καὶ τοῖς ὄρνισι χρηστέον <pb xml:id="v.2.p.275"/> ἀκμαίοις καὶ τελείοις; εἰσὶ δὲ πρὸ τοῦ θέρους τοιοῦτοι· περὶ δὲ τὸ φθινόπωρον οἱ μὲν ἀσθενεῖς καὶ νοσώδεις, οἱ δὲ νεοσσοὶ καὶ ἀτελεῖς, οἱ δὲ παντάπασι φροῦδοι διὰ τὴν ὥραν ἐκτοπίζοντες. <milestone n="5" unit="tlnum"/> </p></div><div n="39" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τοῖς μὴ στρατευομένοις μὲν ἐν στρατοπέδῳ δʼ ἄλλως ἀναστρεφομένοις οὐκ ἐξῆν ἄνδρα βαλεῖν πολέμιον οὐδὲ τρῶσαι;ʼ</q> καὶ τοῦτο Κάτων <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Κάτων</foreign>] cf. Cic. de Off. I 11</note> ὁ πρεσβύτης ἐν ἐπιστολῇ τινι δεδήλωκε, γράφων πρὸς τὸν υἱὸν καὶ κελεύων, εἰ παρεθείη τῆς στρατείας <milestone n="10" unit="tlnum"/> <milestone n="273f" unit="stephpage" xml:id="stephpage-273f"/> ἀποπληρώσας τὸν χρόνον, ὑποστρέφειν· ἢ προσμένοντα λαβεῖν παρὰ τοῦ στρατηγοῦ τὸ ἐξεῖναι τρῶσαι καὶ ἀνελεῖν πολέμιον. πότερον ὅτι τὴν ἀνάγκην μόνην ἐξουσίαν εἶναι δεῖ τοῦ ἀνελεῖν ἄνθρωπον, ὁ δʼ ἄνευ νόμου καὶ προστάγματος τοῦτο ποιῶν ἀνδροφόνος <milestone n="15" unit="tlnum"/> ἐστὶ διὸ καὶ Χρυσάνταν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Χρυσάνταν</foreign>] Xen. Cyrop. IV 1, 3</note> ἐπῄνεσεν ὁ Κῦρος, ὅτι μέλλων ἀναιρεῖν πολέμιον καὶ τὴν κοπίδα διηρμένος, ἀκούσας τὸ ἀνακλητικὸν ἀφῆκε τὸν ἄνδρα <milestone n="274a" unit="stephpage" xml:id="stephpage-274a"/> καὶ οὐκ ἔπαισεν ὡς κεκωλυμένος ἢ δεῖ τὸν συνιστάμενον πολεμίοις καὶ μαχόμενον, ἂν ἀποδειλιάσῃ, <milestone n="20" unit="tlnum"/> μὴ ἀνυπεύθυνον εἶναι μηδʼ ἀθῷον; οὐ γὰρ οὕτω βαλών τινα καὶ τρώσας ὠφέλησεν, ὡς φυγὼν καὶ ἀναχωρήσας ἔβλαψεν. ὁ μὲν οὖν ἀφειμένος στρατείας ἀπήλλακται τῶν στρατιωτικῶν νόμων ὁ ὁ αἰτησάμενος τὸ πράττειν τὰ τῶν στρατευομένων <milestone n="25" unit="tlnum"/> πάλιν ἑαυτὸν ὑπεύθυνον τῷ νόμῳ καὶ τῷ στρατηγῷ δέδωκεν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>