<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:29-33</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:29-33</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4" type="edition" xml:lang="grc"><div n="29" subtype="section" type="textpart"><milestone n="271d" unit="stephpage" xml:id="stephpage-271d"/><p rend="indent"><q>διὰ τί τὴν γαμουμένην οὐκ ἐῶσιν αὐτὴν ὑπερβῆναι τὸν οὐδὸν τῆς οἰκίας, ἀλλʼ ὑπεραίρουσιν <milestone n="15" unit="tlnum"/> οἱ προπέμποντες;</q> πότερον ὅτι καὶ τὰς πρώτας γυναῖκας ἁρπάσαντες οὕτως εἰσήνεγκαν, αὐταὶ δʼ οὐκ εἰσῆλθον· ἢ βούλονται δοκεῖν εἰσιέναι βιαζομένας οὐχ ἑκούσας, ὅπου μέλλουσι διαλύειν τὴν παρθενίαν; ἢ σύμβολόν ἐστι τοῦ μηδʼ ἐξιέναι διʼ αὐτῆς <milestone n="20" unit="tlnum"/> μηδὲ καταλιπεῖν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καταλείπειν</foreign>?</note> τὴν οἰκίαν, εἰ μὴ βιασθείη, καθάπερ καὶ εἰσῆλθε βιασθεῖσα; καὶ γὰρ παρʼ ἡμῖν ἐν Βοιωτίᾳ καίουσι πρὸ τῆς θύρας τὸν ἄξονα τῆς ἁμάξης,·, ἐμφαίνοντες δεῖν τὴν νύμφην ἐμμένειν ὡς ἀνῃρημένου τοῦ ἀπάξοντος. <milestone n="25" unit="tlnum"/> </p></div><div n="30" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τὴν νύμφην εἰσάγοντες λέγειν κελεύουσιν <milestone n="271e" unit="stephpage" xml:id="stephpage-271e"/> <q>ὅπου σὺ Γάιος, ἐγὼ Γαΐα;ʼ</q> </q> πότερον ὥσπερ ἐπὶ ῥητοῖς εὐθὺς εἴσεισι τῷ κοινωνεῖν ἁπάντων καὶ συνάρχειν καὶ τὸ μὲν δηλούμενόν ἐστιν <q>ὅπου σὺ <pb xml:id="v.2.p.270"/> κύριος καὶ οἰκοδεσπότης, καὶ ἐγὼ κυρία καὶ οἰκοδέσποινα</q> τοῖς δʼ ὀνόμασι τούτοις ἄλλως κέχρηνται κοινοῖς οὖσιν, ὥσπερ οἱ νομικοὶ Γάιον Σήιον καὶ Λούκιον Τίτιον, καὶ οἱ φιλόσοφοι Δίωνα καὶ Θέωνα <milestone n="5" unit="tlnum"/> παραλαμβάνουσιν ἢ διὰ Γαΐαν Καικιλίαν καλὴν καὶ ἀγαθὴν γυναῖκα, τῶν Ταρκυνίου παίδων ἑνὶ συνοικήσασαν, ἧς ἐν τῷ τοῦ Σάγκτου <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Σάγκτου</foreign>] <foreign xml:lang="grc">Σάγκου</foreign>?</note> ἱερῷ χαλκοῦς ἀνδριὰς ἕστηκεν; ἔκειτο δὲ πάλαι καὶ σανδάλια καὶ ἄτρακτοι; τὸ μὲν οἰκουρίας αὐτῆς, τὸ δʼ ἐνεργείας <milestone n="10" unit="tlnum"/> σύμβολον. <milestone n="271f" unit="stephpage" xml:id="stephpage-271f"/> </p></div><div n="31" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί ὁ πολυθρύλητος ᾄδεται Ταλάσιος ἐν τοῖς γάμοις;ʼ</q> πότερον ἀπὸ τῆς ταλασίας καὶ γὰρ τὸν τάλαρον τάλασον <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τάλασον</foreign> X: <foreign xml:lang="grc">τάλαντον</foreign> </note> ὀνομάζουσι· καὶ τὴν νύμφην εἰσάγοντες νάκος ὑποστρωννύουσιν· αὐτὴ δʼ εἰσφέρει <milestone n="15" unit="tlnum"/> μὲν ἠλακάτην καὶ τὴν ἄτρακτον, ἐρίῳ δὲ τὴν θύραν περιστέφει τοῦ ἀνδρός· ἢ τὸ λεγόμενον ὑπὸ τῶν ἱστορικῶν ἀληθές, ὅτι νεανίας ἦν τις λαμπρὸς ἐν τοῖς πολεμικοῖς καὶ τἄλλα χρηστὸς ὄνομα Ταλάσιος· ἐπεὶ δʼ ἥρπαζον οἱ Ῥωμαῖοι τὰς τῶν Σαβίνων <milestone n="20" unit="tlnum"/> <milestone n="272a" unit="stephpage" xml:id="stephpage-272a"/> θυγατέρας ἐλθούσας ἐπὶ θέαν, ἐκομίζετο τῷ Ταλασίῳ παρθένος ἐκπρεπὴς τὴν ὄψιν ὑπὸ δημοτικῶν τινων καὶ πελατῶν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πελατῶν</foreign> W: <foreign xml:lang="grc">πελαστῶν</foreign> </note> τοῦ Ταλασίου, βοώντων ὑπὲρ ἀσφαλείας καὶ τοῦ μηδένα πελάζειν μηδʼ ἀντιλαμβάνεσθαι τῆς παιδός, ὡς Ταλασίῳ γυνὴ φέροιτο. <milestone n="25" unit="tlnum"/> τιμῶντες οὖν οἱ λοιποὶ τὸν Ταλάσιον καὶ συνευχόμενοι καὶ συνευφημοῦντες εἵποντο καὶ παρέπεμπον· ὅθεν, εὐτυχοῦς γάμου γενομένου, καὶ τοῖς ἄλλοις <pb xml:id="v.2.p.271"/> <milestone n="272b" unit="stephpage" xml:id="stephpage-272b"/> εἰθίσθησαν ἐπιφωνεῖν τὸν Ταλάσιον, ὥσπερ Ἕλληνες τὸν Ὑμέναιον. </p></div><div n="32" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τοῦ Μαΐου περὶ τὴν πανσέληνον ἀπὸ τῆς ξυλίνης γεφύρας εἴδωλα ῥιπτοῦντες;. ἀνθρώπων <milestone n="5" unit="tlnum"/> εἰς τὸν ποταμὸν Ἀργείους τὰ ῥιπτούμενα καλοῦσιν;ʼ</q> ἦ τὸ παλαιὸν οἱ περὶ τὸν τόπον οἰκοῦντες βάρβαροι τοὺς ἁλισκομένους Ἕλληνας οὕτως ἀπώλλυσαν· Ἡρακλῆς δὲ θαυμασθεὶς ὑπʼ αὐτῶν ἔπαυσε μὲν τὴν ξενοκτονίαν, ἐδίδαξε δὲ τὸ ἔθος καὶ τὴν δεισιδαιμονίαν <milestone n="10" unit="tlnum"/> ἀπομιμουμένους εἴδωλα ῥιπτεῖν; Ἀργείους δὲ τοὺς Ἕλληνας οἱ παλαιοὶ πάντας ὁμαλῶς προσηγόρευον. εἰ μὴ νὴ Δία τῶν Ἀρκάδων πολεμίους καὶ τοὺς Ἀργείους διὰ τὴν γειτνίασιν ἡγουμένων, οἱ περὶ <milestone n="272c" unit="stephpage" xml:id="stephpage-272c"/>Εὔανδρον ἐκ τῆς Ἑλλάδος φυγόντες καὶ κατοικήσαντες <milestone n="15" unit="tlnum"/> αὐτόθι τὴν μνησικακίαν καὶ τὴν ἔχθραν διεφύλαττον. </p></div><div n="33" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τὸ παλαιὸν οὐκ ἐδείπνουν ἔξω χωρὶς τῶν υἱῶν, ἔτι τὴν παιδικὴν ἡλικίαν ἐχόντων;ʼ</q> ἦ τοῦτο μὲν καὶ Λυκοῦργος εἴθισε, τοὺς παῖδας ἐπεισάγων τοῖς φιδιτίοις, ὅπως ἐθίζωνται μὴ θηριωδῶς <milestone n="20" unit="tlnum"/> μηδʼ ἀτάκτως ἀλλὰ μετʼ εὐλαβείας ταῖς ἡδοναῖς προσφέρεσθαι, τοὺς πρεσβυτέρους οἷον ἐπισκόπους καὶ θεατὰς ἔχοντες; οὐκ ἔλαττον δὴ τοῦτο καὶ τοὺς πατέρας αὐτοὺς μᾶλλον αἰδεῖσθαι καὶ σωφρονεῖν τῶν υἱῶν παρόντων· ὅπου γὰρ ἀναισχυντοῦσι γέροντες, <milestone n="25" unit="tlnum"/> ὥς φησιν ὁ Πλάτων, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] Legg. p. 729 c</note> ἐνταῦθʼ ἀνάγκη καὶ νέους ἀναισχυντοτάτους εἶναι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>