<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:14-18</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:14-18</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4" type="edition" xml:lang="grc"><div n="14" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τοὺς γονεῖς ἐκκομίζουσιν οἱ μὲν υἱοὶ συγκεκαλυμμένοι, αἱ δὲ θυγατέρες γυμναῖς ταῖς κεφαλαῖς καὶ ταῖς· κόμαις λελυμέναις;ʼ</q> πότερον ὅτι τιμᾶσθαι μὲν ὑπὸ τῶν ἀρρένων <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μὲν ὑπὸ τῶν ἀρρένων</foreign>] del. Madvigius</note> δεῖ τοὺς πατέρας ὡς θεοὺς πενθεῖσθαι δʼ ὑπὸ τῶν θυγατέρων <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑπὸ τῶν θυγατέρων</foreign>] del. idem</note> ὡς <milestone n="15" unit="tlnum"/> τεθνηκότας, ἑκατέρῳ τὸ οἰκεῖον ὁ νόμος ἀποδοὺς ἐξ ἀμφοτέρων ἐποίησε τὸ ἁρμόττον· ἢ πένθους, μὲν οἰκεῖον τὸ μὴ σύνηθες, συνηθέστερον δὲ ταῖς μὲν γυναιξὶν ἐγκεκαλυμμέναις, τοῖς δʼ ἀνδράσιν ἀκαλύπτοις <milestone n="267b" unit="stephpage" xml:id="stephpage-267b"/> εἰς τὸ δημόσιον προϊέναι; καὶ γὰρ παρʼ Ἕλλησιν <milestone n="20" unit="tlnum"/> ὅταν δυστυχία τις γένηται, κείρονται μὲν αἱ γυναῖκες κομῶσι δʼ οἱ ἄνδρες, ὅτι τοῖς μὲν τὸ κείρεσθαι ταῖς δὲ τὸ κομᾶν σύνηθές ἐστιν. ἢ τοὺς μὲν υἱοὺς ἐπικαλύπτεσθαι διʼ ἣν εἰρήκαμεν αἰτίαν ἐνομίσθη καὶ γὰρ ἐπὶ τῶν τάφων ὥς φησι Βάρρων <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Βάρρων</foreign>] cf. De Ling. Lat. V 23</note> περιστρέφονται, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">περιστρέφονται</foreign>] <foreign xml:lang="grc">περιστέφονται</foreign> male W. cf. Vit. Num. c. 14</note> <milestone n="25" unit="tlnum"/> καθάπερ θεῶν ἱερὰ τιμῶντες τὰ τῶν πατέρων μνήματα, καὶ καύσαντες τοὺς γονεῖς, ὅταν ὀστέῳ πρῶτον <pb xml:id="v.2.p.259"/> ἐντύχωσι, θεὸν γεγονέναι τὸν τεθνηκότα λέγουσι· ταῖς δὲ γυναιξὶν οὐδʼ ὅλως ἐξῆν ἐπικαλύπτεσθαι τὴν κεφαλήν; ἱστορεῖται γοῦν ὅτι πρῶτος μὲν ἐξέβαλε <milestone n="267c" unit="stephpage" xml:id="stephpage-267c"/> γυναῖκα Σπόριος Καρβίλιος ἐπʼ ἀτεκνίᾳ, δεύτερος <milestone n="5" unit="tlnum"/> δὲ Σουλπίκιος Γάλλος ἐφελκυσαμένην ἰδὼν κατὰ κεφαλῆς τὸ ἱμάτιον, τρίτος δὲ Πόπλιος Σεμπρώνιος; ἀγῶνα θεωρήσασαν ἐπιτάφιον. </p></div><div n="15" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τὸν Τέρμινον, ᾧ τὰ Τερμινάλια ποιοῦσι, θεὸν νομίζοντες οὐδὲν ἔθυον αὐτῷ ζῷον;</q><milestone n="10" unit="tlnum"/> ἦ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἦ</foreign> Duebnerus hic et infra: <foreign xml:lang="grc">ἢ</foreign> </note> Ῥωμύλος μὲν ὅρους οὐκ ἔθηκε τῆς χώρας, ὅπως ἐξῇ προϊέναι καὶ ἀποτέμνεσθαι καὶ νομίζειν πᾶσαν ἰδίαν, ὥσπερ ὁ Λάκων εἶπεν, ἧς ἂν τὸ δόρυ ἐφικνῆται· Νομᾶς δὲ Πομπίλιος, ἀνὴρ δίκαιος· καὶ πολιτικὸς ὢν καὶ φιλόσοφος γενόμενος, τήν τε χώραν <milestone n="15" unit="tlnum"/> ὡρίσατο πρὸς τοὺς γειτνιῶντας καὶ τοῖς ὅροις ἐπιφημίσας τὸν Τέρμινον ὡς ἐπίσκοπον καὶ φύλακα φιλίας καὶ εἰρήνης ᾤετο δεῖν αἵματος καὶ φόνου καθαρὸν καὶ ἀμίαντον διαφυλάττειν; <milestone n="267d" unit="stephpage" xml:id="stephpage-267d"/> </p></div><div n="16" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί δούλαις τὸ τῆς Λευκοθέας ἱερὸν <milestone n="20" unit="tlnum"/> ἄβατόν ἐστι, μίαν δὲ μόνην αἱ γυναῖκες εἰσάγουσαι παίουσιν ἐπὶ κόρρης καὶ ῥαπίζουσιν</q> ἦ τὸ μὲν ταύτην ῥαπίζεσθαι σύμβολόν ἐστι τοῦ μὴ ἐξεῖναι; κωλύουσι δὲ τὰς ἄλλας διὰ τὸν μῦθον. ἡ γὰρ Ἰνὼ ζηλοτυπήσασα δούλην ἐπὶ τῷ ἀνδρὶ λέγεται περὶ <milestone n="25" unit="tlnum"/> τὸν υἱὸν ἐκμανῆναι· τὴν δὲ δούλην Ἕλληνες Αἰτωλίδα γένει φασὶν εἶναι, καλεῖσθαι δʼ Ἀντιφέραν. διὸ καὶ παρʼ ἡμῖν ἐν Χαιρωνείᾳ πρὸ τοῦ σηκοῦ τῆς Λευκοθέας ὁ νεωκόρος λαβὼν μάστιγα κηρύσσει <pb xml:id="v.2.p.260"/> <q>μὴ δοῦλον εἰσιέναι μὴ δούλαν, μὴ Αἰτωλὸν μὴ Αἰτωλάν.</q> <milestone n="267e" unit="stephpage" xml:id="stephpage-267e"/> </p></div><div n="17" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί παρὰ τῇ θεῷ ταύτῃ τοῖς μὲν ἰδίοις τέκνοις οὐκ εὔχονται τἀγαθὰ τοῖς δὲ τῶν ἀδελφῶν</q><milestone n="5" unit="tlnum"/> πότερον ὅτι φιλάδελφος μέν τις ἡ Ἰνὼ καὶ τὸν ἐκ τῆς ἀδελφῆς ἐτιθηνήσατο, ἡ δὲ περὶ τοὺς ἑαυτῆς παῖδας ἐδυστύχησεν ἢ καὶ ἄλλως ἠθικὸν καὶ καλὸν τὸ ἔθος καὶ πολλὴν παρασκευάζον εὔνοιαν ταῖς οἰκειότησι; </p></div><div n="18" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τῷ Ἡρακλεῖ πολλοὶ τῶν πλουσίων <milestone n="10" unit="tlnum"/> ἐδεκάτευον τὰς οὐσίας;ʼ</q> πότερον ὅτι κἀκεῖνος ἐν Ῥώμῃ τῶν Γηρυόνου βοῶν ἀπέθυσε τὴν δεκάτην, <milestone n="267f" unit="stephpage" xml:id="stephpage-267f"/> ἢ ὅτι Ῥωμαίους ὑπὸ Τυρρηνῶν δεκατευομένους ἀπήλλαξεν; ἢ ταῦτα μὲν οὐκ εἶχε <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔχει</foreign>? </note> τὴν ἱστορίαν ἀξιόπιστον ὡς δʼ ἀδηφάγῳ τινὶ τῷ Ἡρακλεῖ καὶ εὐθοίνῳ δαψιλῶς <milestone n="15" unit="tlnum"/> καὶ ἀφθόνως ἀπέθυον; ἢ μᾶλλον ὡς ἐπαχθῆ τοῖς πολίταις τὸν ὑπερβάλλοντα πλοῦτον κολούοντες καὶ καθάπερ εὐεξίας ἐπʼ ἄκρον εὐσωματούσης ἀφαιροῦντες, ᾤοντο μάλιστα τιμᾶσθαι τὸν Ἡρακλέα καὶ χαίρειν ταῖς τοιαύταις ἀποχρήσεσι <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀποξρήσεσι</foreign>] <foreign xml:lang="grc">ἀποκρίσεσι</foreign> vel <foreign xml:lang="grc">ἀποχωρίσεσι</foreign> W</note> καὶ συστολαῖς τῶν· περιττῶν, <milestone n="20" unit="tlnum"/> εὐτελῆ καὶ αὐτάρκη καὶ ἀπέριττον τῷ βίῳ γενόμενον; </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>