<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:106-108</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:106-108</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4" type="edition" xml:lang="grc"><div n="106" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί Ῥωμαῖοι Τύχην σέβονται Πριμιγένειαν, ἣν ἄν τις εἴποι πρωτογένειαν</q> ἆρʼ ὅτι <milestone n="289c" unit="stephpage" xml:id="stephpage-289c"/>Σερουίῳ κατὰ τύχην, ὥς φασιν, ἐκ θεραπαινίδος <milestone n="25" unit="tlnum"/> γενομένῳ βασιλεῦσαι τῆς Ῥώμης ἐπιφανῶς ὑπῆρξεν οὕτω γὰρ οἱ πολλοὶ Ῥωμαίων · ἐπιφανῶς· ἢ μᾶλλον, ὅτι τῆς Ῥώμης ἡ τύχη παρέσχε τὴν ἀρχὴν <pb xml:id="v.2.p.315"/> καὶ τὴν γένεσιν; ἢ φυσικώτερον ἔχει λόγον τὸ πρᾶγμα καὶ φιλοσοφώτερον, ὡς τὴν τύχην πάντων οὖσαν ἀρχὴν καὶ τὴν φύσιν ἐκ τοῦ κατὰ τύχην συνισταμένην, ὅταν τισὶν ὡς ἔτυχεν ἀποκειμένοις <milestone n="5" unit="tlnum"/> τάξις ἐγγένηται; </p></div><div n="107" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τοὺς περὶ τὸν Διόνυσον τεχνίτας ἱστρίωνας</q><q>Ῥωμαῖοι καλοῦσιν;ʼ</q> ἦ διʼ ἣν αἰτίαν Κλούβιος Ῥοῦφος ἱστόρηκε; φησὶ γὰρ ἐν τοῖς πάνυ <milestone n="289d" unit="stephpage" xml:id="stephpage-289d"/> παλαιοῖς χρόνοις Γαΐου τε Σουλπικίου καὶ Λικινίου <milestone n="10" unit="tlnum"/>Στόλωνος ὑπατευόντων, λοιμώδη νόσον ἐν Ῥώμῃ γενομένην πάντας ὁμαλῶς διαφθεῖραι τοὺς ἐπὶ σκηνὴν προερχομένους· δεηθεῖσιν οὖν αὐτοῖς ἐκ Τυρρηνίας ἐλθεῖν πολλοὺς καὶ ἀγαθοὺς; τεχνίτας, ὧν τὸν πρωτεύοντα δόξῃ καὶ χρόνον πλεῖστον ἐνευημεροῦντα <milestone n="15" unit="tlnum"/> τοῖς θεάτροις Ἵστρον ὀνομάζεσθαι· καὶ διὰ τοῦτο πάντας <q>ἱστρίωνας·</q> ἀπʼ ἐκείνου προσαγορεύεσθαι. </p></div><div n="108" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί δὲ τὰς ἐγγὺς γένους οὐ γαμοῦσι;ʼ</q> πότερον αὔξειν τοῖς γάμοις βουλόμενοι τὰς οἰκειότητας <milestone n="20" unit="tlnum"/> καὶ συγγενεῖς πολλοὺς ἐπικτᾶσθαι, διδόντες <milestone n="289e" unit="stephpage" xml:id="stephpage-289e"/> ἑτέροις καὶ λαμβάνοντες παρʼ ἑτέρων γυναῖκας· ἢ φοβούμενοι τὰς ἐν τοῖς γάμοις τῶν συγγενῶν διαφορὰς ὡς καὶ τὰ φύσει δίκαια προσαπολλυούσας; ἢ πολλῶν βοηθῶν τὰς γυναῖκας ὁρῶντες διʼ ἀσθένειαν <milestone n="25" unit="tlnum"/> δεομένας, οὐκ ἐβούλοντο τὰς ἐγγὺς γένους συνοικίζειν, ὅπως, ἂν οἱ ἄνδρες ἀδικῶσιν αὐτάς, οἱ συγγενεῖς βοηθῶσιν; </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>