<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:104-108</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:104-108</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4" type="edition" xml:lang="grc"><div n="104" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τὸν Διόνυσον <q>λίβερουμ πάτρεμ</q> καλοῦσι;ʼ</q> πότερον ὡς ἐλευθερίας πατέρα τοῖς πιοῦσι <milestone n="289a" unit="stephpage" xml:id="stephpage-289a"/> γεγνόμενον· γίγνονται γὰρ οἱ πολλοὶ θρασεῖς καὶ <pb xml:id="v.2.p.314"/> παρρησίας ὑποπιμπλῶνται περὶ τὰς,· μέθας· ἢ ὅτι τὴν λοιβὴν παρέσχεν; ἤ, ὡς Ἀλέξανδρός <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀλέξανδρος</foreign>] Mueller. 3 p. 244</note> φησιν, ἀπὸ τοῦ παρʼ Ἐλευθερὰς τῆς Βοιωτίας Ἐλευθερέως <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἐλευθερὰς</foreign> Duebnerus: <foreign xml:lang="grc">ἐλευθέρας</foreign> </note> Διονύσου προσαγορευομένου; <milestone n="5" unit="tlnum"/> </p></div><div n="105" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τίνα αἰτίαν ἐν ταῖς δημοσίαις ἑορταῖς ἔθος οὐκ ἔστι γαμεῖσθαι παρθένους, αἱ δὲ χῆραι γαμοῦνται;ʼ</q> πότερον, ὡς ὁ Βάρρων εἴρηκεν, ὅτι λυπούμεναι μὲν αἱ παρθένοι γαμοῦνται, χαίρουσι δʼ αἱ γυναῖκες, ἑορτῇ δέον <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δέον</foreign> *: <foreign xml:lang="grc">δὲ</foreign> </note> μηδὲν λυπουμένους ποιεῖν <milestone n="10" unit="tlnum"/> μηδὲ πρὸς ἀνάγκην· ἢ μᾶλλον ὅτι ταῖς μὲν παρθένοις <milestone n="289b" unit="stephpage" xml:id="stephpage-289b"/> καλὸν μὴ ὀλίγων, ταῖς δὲ χήραις αἰσχρὸν πολλῶν ὅντων <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὅντων</foreign>] <foreign xml:lang="grc">παρόντων</foreign> M</note> γαμεῖσθαι; ζηλωτὸς γὰρ ὁ πρῶτος γάμος ὁ δὲ δεύτερος ἀπευκταῖος· αἰσχύνονται γάρ, ἂν ζώντων τῶν προτέρων ἑτέρους λαμβάνωσιν, ὀδύρονται <milestone n="15" unit="tlnum"/> δέ, ἂν ἀποθανόντων. ὅθεν ἡσυχίᾳ χαίρουσι μᾶλλον ἢ θορύβοις καὶ προπομπαῖς. αἱ δʼ ἑορταὶ περισπῶσι τοὺς πολλούς, ὥστε τοῖς τοιούτοις μὴ σχολάζειν. ἢ ὅτι καὶ τὰς Σαβίνων θυγατέρας ἁρπάσαντες ἐν ἑορτῇ παρθένους οὔσας εἰς πόλεμον κατέστησαν, <milestone n="20" unit="tlnum"/> ἐξοιωνίσαντο τὸ γαμεῖν παρθένους ἐν ἱεραῖς ἡμέραις </p></div><div n="106" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί Ῥωμαῖοι Τύχην σέβονται Πριμιγένειαν, ἣν ἄν τις εἴποι πρωτογένειαν</q> ἆρʼ ὅτι <milestone n="289c" unit="stephpage" xml:id="stephpage-289c"/>Σερουίῳ κατὰ τύχην, ὥς φασιν, ἐκ θεραπαινίδος <milestone n="25" unit="tlnum"/> γενομένῳ βασιλεῦσαι τῆς Ῥώμης ἐπιφανῶς ὑπῆρξεν οὕτω γὰρ οἱ πολλοὶ Ῥωμαίων · ἐπιφανῶς· ἢ μᾶλλον, ὅτι τῆς Ῥώμης ἡ τύχη παρέσχε τὴν ἀρχὴν <pb xml:id="v.2.p.315"/> καὶ τὴν γένεσιν; ἢ φυσικώτερον ἔχει λόγον τὸ πρᾶγμα καὶ φιλοσοφώτερον, ὡς τὴν τύχην πάντων οὖσαν ἀρχὴν καὶ τὴν φύσιν ἐκ τοῦ κατὰ τύχην συνισταμένην, ὅταν τισὶν ὡς ἔτυχεν ἀποκειμένοις <milestone n="5" unit="tlnum"/> τάξις ἐγγένηται; </p></div><div n="107" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τοὺς περὶ τὸν Διόνυσον τεχνίτας ἱστρίωνας</q><q>Ῥωμαῖοι καλοῦσιν;ʼ</q> ἦ διʼ ἣν αἰτίαν Κλούβιος Ῥοῦφος ἱστόρηκε; φησὶ γὰρ ἐν τοῖς πάνυ <milestone n="289d" unit="stephpage" xml:id="stephpage-289d"/> παλαιοῖς χρόνοις Γαΐου τε Σουλπικίου καὶ Λικινίου <milestone n="10" unit="tlnum"/>Στόλωνος ὑπατευόντων, λοιμώδη νόσον ἐν Ῥώμῃ γενομένην πάντας ὁμαλῶς διαφθεῖραι τοὺς ἐπὶ σκηνὴν προερχομένους· δεηθεῖσιν οὖν αὐτοῖς ἐκ Τυρρηνίας ἐλθεῖν πολλοὺς καὶ ἀγαθοὺς; τεχνίτας, ὧν τὸν πρωτεύοντα δόξῃ καὶ χρόνον πλεῖστον ἐνευημεροῦντα <milestone n="15" unit="tlnum"/> τοῖς θεάτροις Ἵστρον ὀνομάζεσθαι· καὶ διὰ τοῦτο πάντας <q>ἱστρίωνας·</q> ἀπʼ ἐκείνου προσαγορεύεσθαι. </p></div><div n="108" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί δὲ τὰς ἐγγὺς γένους οὐ γαμοῦσι;ʼ</q> πότερον αὔξειν τοῖς γάμοις βουλόμενοι τὰς οἰκειότητας <milestone n="20" unit="tlnum"/> καὶ συγγενεῖς πολλοὺς ἐπικτᾶσθαι, διδόντες <milestone n="289e" unit="stephpage" xml:id="stephpage-289e"/> ἑτέροις καὶ λαμβάνοντες παρʼ ἑτέρων γυναῖκας· ἢ φοβούμενοι τὰς ἐν τοῖς γάμοις τῶν συγγενῶν διαφορὰς ὡς καὶ τὰ φύσει δίκαια προσαπολλυούσας; ἢ πολλῶν βοηθῶν τὰς γυναῖκας ὁρῶντες διʼ ἀσθένειαν <milestone n="25" unit="tlnum"/> δεομένας, οὐκ ἐβούλοντο τὰς ἐγγὺς γένους συνοικίζειν, ὅπως, ἂν οἱ ἄνδρες ἀδικῶσιν αὐτάς, οἱ συγγενεῖς βοηθῶσιν; </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>