<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:100-102</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:100-102</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4" type="edition" xml:lang="grc"><div n="100" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί ταῖς Αὐγούσταις εἰδοῖς, Σεξτιλίαις δὲ πρότερον λεγομέναις, ἑορτάζουσιν αἵ τε δοῦλαι <pb xml:id="v.2.p.311"/> <milestone n="287f" unit="stephpage" xml:id="stephpage-287f"/> καὶ οἱ δοῦλοι πάντες, αἱ δὲ γυναῖκες μάλιστα ῥύπτεσθαι τὰς κεφαλὰς καὶ καθαίρειν ἐπιτηδεύουσιν;ʼ</q> ἦ διὰ τὸ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὸ</foreign> *: <foreign xml:lang="grc">τὸν</foreign> </note> Σερούιον τὸν βασιλέα κατὰ ταύτην τὴν ἡμέραν ἐξ αἰχμαλώτου γενέσθαι θεραπαινίδος ἄδειαν <milestone n="5" unit="tlnum"/> ἔργων ἔχουσιν οἱ θεράποντες, τὸ δὲ πλύνειν τὰς κεφαλὰς ἀρξάμενον ἀπὸ τῶν θεραπαινίδων διὰ τὴν ἑορτὴν ἄχρι τῶν ἐλευθέρων προῆλθεν; </p></div><div n="101" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί κοσμοῦσι τοὺς παῖδας τοῖς περιδεραίοις, ἃ βούλλας καλοῦσι;ʼ</q> πότερον ἐπὶ τιμῇ τῶν <milestone n="10" unit="tlnum"/> ἡρπασμένων γυναικῶν, ὥσπερ ἄλλα πολλά, καὶ τοῦτʼ ἐψηφίσαντο τοῖς ἐξ αὐτῶν γεννωμένοις ὑπάρχειν; ἢ τὴν Ταρκυνίου τιμῶντες ἀνδραγαθίαν; λέγεται <milestone n="288a" unit="stephpage" xml:id="stephpage-288a"/> γὰρ ἔτι παῖς ὢν ἐν τῇ μάχῃ τῇ πρὸς Λατίνους ἅμα καὶ Τυρρηνοὺς ἐμβαλεῖν εἰς τοὺς πολεμίους, ἀπορρυεὶς <milestone n="15" unit="tlnum"/> δὲ τοῦ ἵππου καὶ τοὺς ἐπιφερομένους ἰταμῶς ὑποστὰς ἐπιρρῶσαι τοὺς Ῥωμαίους· γενομένης δὲ λαμπρᾶς τροπῆς τῶν πολεμίων καὶ μυρίων ἑξακισχιλίων ἀναιρεθέντων, τοῦτο λαβεῖν ἀριστεῖον παρὰ τοῦ πατρὸς καὶ βασιλέως. ἢ τοῖς παλαιοῖς οἰκετῶν <milestone n="20" unit="tlnum"/> μὲν ἐρᾶν ὥραν ἐχόντων οὐκ ἦν ἄδοξον οὐδʼ αἰσχρόν, ὡς ἔτι νῦν αἱ κωμῳδίαι μαρτυροῦσιν ἐλευθέρων δὲ παίδων ἰσχυρῶς ἀπείχοντο, καὶ ὅπως μηδὲ γυμνοῖς ἐντυχόντες ἀμφιγνοήσειαν, ἐφόρουν οἱ παῖδες <milestone n="288b" unit="stephpage" xml:id="stephpage-288b"/> τὸ παράσημον; ἢ καὶ πρὸς,· ἀταξίαν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀταξίαν</foreign> Abreschius: <foreign xml:lang="grc">εὐταξίαν</foreign> </note> ἐστὶ φυλακτήριον <milestone n="25" unit="tlnum"/> τοῦτο, καὶ τρόπον τινὰ τοῦ ἀκολάστου χαλινός, αἰσχυνομένων ἀνδροῦσθαι πρὶν ἢ τὸ παιδικὸν ἀποθέσθαι παράσημον; ὃ μὲν γὰρ οἱ περὶ Βάρρωνα λέγουσιν <pb xml:id="v.2.p.312"/> οὐ πιθανόν ἐστι, τῆς βούλλης ὑπὸ Αἰολέων βόλλας προσαγορευομένης, τοῦτο σύμβολον εὐβουλίας περιτίθεσθαι τοὺς παῖδας. ἀλλʼ ὅρα μὴ καὶ τοῦτο διὰ τὴν σελήνην φοροῦσι. τὸ γὰρ φαινόμενον σχῆμα <milestone n="5" unit="tlnum"/> τῆς σελήνης, ὅταν ἦ διχόμηνος, οὐ σφαιροειδὲς ἀλλὰ φακοειδές ἐστι καὶ δισκοειδές, ὡς δʼ Ἐμπεδοκλῆς οἴεται, καὶ τὸ ὑποκείμενον. </p></div><div n="102" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τῶν παίδων τοῖς μὲν ἄρρεσιν ἐναταίοις, <milestone n="288c" unit="stephpage" xml:id="stephpage-288c"/> τοῖς δὲ θήλεσιν ὀγδοαίοις τὰ ὀνόματα τίθενται;ʼ</q><milestone n="10" unit="tlnum"/> ἦ τὸ μὲν προτέροις τοῖς θήλεσιν αἰτίαν ἔχει τὴν φύσιν; καὶ γὰρ αὔξεται τὸ θῆλυ καὶ ἀκμάζει καὶ τελειοῦται πρότερον τοῦ ἄρρενος. τῶν δʼ ἡμερῶν τὰς μετὰ τὴν ἑβδόμην λαμβάνουσιν ἡ γὰρ ἑβδόμη σφαλερὰ τοῖς νεογνοῖς πρός τε τἄλλα <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τἄλλα</foreign> *: <foreign xml:lang="grc">τὰ ἄλλα</foreign> </note> καὶ <milestone n="15" unit="tlnum"/> τὸν ὀμφαλόν· ἑβδομαῖος γὰρ ἀπολύεται τοῖς πλείστοις· ἕως δʼ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δʼ</foreign>] <foreign xml:lang="grc">δʼ ἂν</foreign>?</note> ἀπολυθῇ, φυτῷ μᾶλλον ἢ ζῴῳ προσέοικε τὸ νήπιον. ἢ καθάπερ οἱ Πυθαγορικοὶ τοῦ ἀριθμοῦ τὸν μὲν ἄρτιον θῆλυν ἄρρενα δὲ τὸν περιττὸν ἐνόμιζον; <milestone n="288d" unit="stephpage" xml:id="stephpage-288d"/> γόνιμος γάρ ἐστι καὶ κρατεῖ τοῦ ἀρτίου συντιθέμενος. <milestone n="20" unit="tlnum"/> καὶ διαιρουμένων εἰς τὰς μονάδας ὁ μὲν ἄρτιος καθάπερ τὸ θῆλυ χώραν μεταξὺ κενὴν ἐνδίδωσι, τοῦ δὲ περιττοῦ μόριον ἀεί τι πλῆρες ὑπολείπεται· διὸ τὸν μὲν ἄρρενι τὸν δὲ θήλει πρόσφορον νομίζουσιν. ἦ ὅτι τῶν ἀριθμῶν ἁπάντων τὰ μὲν <milestone n="25" unit="tlnum"/> ἐννέα πρῶτός ἐστι τετράγωνος ἀπὸ περιττοῦ καὶ τελείου τῆς τριάδος, τὰ δʼ ὀκτὼ πρῶτος κύβος ἀπὸ ἀρτίου τῆς δυάδος; δεῖ δὲ τὸν μὲν ἄνδρα <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄνδρα</foreign> Polus</note> τετράγωνον εἶναι καὶ περιττὸν καὶ τέλειον, τὴν δὲ γυναῖκα <pb xml:id="v.2.p.313"/> καθάπερ τὸν κύβον ἑδραῖον καὶ οἰκουρὸν καὶ δυσμετακίνητον. <milestone n="288e" unit="stephpage" xml:id="stephpage-288e"/> τούτῳ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τούτῳ</foreign> W: <foreign xml:lang="grc">τοῦτο</foreign> </note> δὲ προσληπτέον, ὅτι τὰ μὲν ὀκτὼ κύβος ἐστὶν ἀπὸ δυάδος, τὰ δʼ ἐννέα τετράγωνος ἀπὸ τριάδος· χρῶνται δὲ δυσὶ μὲν ὀνόμασιν αἱ θήλειαι <milestone n="5" unit="tlnum"/> τρισὶ δʼ οἱ ἄρρενες </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>