<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:1-9</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:1-9</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4" type="edition" xml:lang="grc"><div n="1" subtype="section" type="textpart"><p rend="indent"><milestone n="263e" unit="stephpage" xml:id="stephpage-263e"/><q>διὰ τί τὴν γαμουμένην ἅπτεσθαι πυρὸς καὶ ὕδατος κελεύουσι</q> πότερον τούτων ὡς ἐν στοιχείοις καὶ ἀρχαῖς τὸ μὲν ἄρρεν ἐστὶ τὸ δὲ θῆλυ, καὶ τὸ μὲν ἀρχὰς κινήσεως ἐνίησι τὸ δʼ ὑποκειμένου καὶ <milestone n="5" unit="tlnum"/> ὕλης <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ ὕλης</foreign>] <foreign xml:lang="grc">ἔχει καὶ ὕλης</foreign> W</note> δύναμιν· διότι τὸ πῦρ καθαίρει καὶ τὸ ὕδωρ ἁγνίζει, δεῖ δὲ καθαρὰν καὶ ἁγνὴν διαμένειν τὴν γαμηθεῖσαν; ὅτι, καθάπερ τὸ πῦρ χωρὶς ὑγρότητος ἄτροφόν ἐστι καὶ ξηρὸν τὸ δὲ ὕδωρ ἄνευ θερμότητος ἄγονον καὶ ἀργόν, οὕτω καὶ τὸ ἄρρεν <milestone n="10" unit="tlnum"/> ἀδρανὲς καὶ τὸ θῆλυ χωρὶς ἀλλήλων ἡ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἢ</foreign>] <foreign xml:lang="grc">ἣν</foreign> idem</note> δὲ σύνοδος ἀμφοῖν ἐπιτελεῖ τοῖς γήμασι τὴν συμβίωσιν; ἢ οὐκ <milestone n="263f" unit="stephpage" xml:id="stephpage-263f"/> ἀπολειπτέον καὶ κοινωνητέον ἁπάσης τύχης, κἂν ἄλλου <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄλλου</foreign> Toupius: <foreign xml:lang="grc">καλοῦ</foreign> </note> μηδενὸς ἢ πυρὸς καὶ ὕδατος μέλλωσι κοινωνεῖν ἀλλήλοις; <milestone n="15" unit="tlnum"/> </p></div><div n="2" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί οὐ πλείονας οὐδʼ ἐλάττονας ἀλλὰ πέντε λαμπάδας ἅπτουσιν ἐν τοῖς γάμοις, ἃς κηρίωνας ὀνομάζουσιν</q> πότερον, ὡς Βάρρων <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Βάρρων</foreign>] De Ling. Lat. V 61</note> ἔλεγεν, ὅτι τῶν στρατηγῶν τρισὶ χρωμένων, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τρισὶ χρωμένων κέ</foreign>] lacunosa. cf. Symb. meas</note> σὺν τοῖς <pb xml:id="v.2.p.251"/> ἀγορανόμοις πλείονας, παρὰ δὲ τῶν ἀγορανόμων ἅπτουσι <milestone n="264a" unit="stephpage" xml:id="stephpage-264a"/> τὸ πῦρ οἱ· γαμοῦντες, ἢ διότι πλείοσι χρωμένων ἀριθμοῖς, πρός τε τὰ ἄλλα βελτίων καὶ τελειότερος ὁ περιττὸς ἐνομίζετο καὶ πρὸς γάμον ἁρμοδιώτερος; <milestone n="5" unit="tlnum"/> ὁ γὰρ ἄρτιος διάστασίν τε δέχεται καὶ τὸ ἴσον αὐτοῦ μάχιμόν ἐστι καὶ ἀντίπαλον, ὁ δὲ περιττὸς οὐ δύναται, διασχισθῆναι παντάπασιν, ἀλλʼ ὑπολείπει τι, κοινὸν ἀεὶ μεριζόμενος. τοῦ δὲ, περιττοῦ μάλιστα γαμήλιος ἡ πεντάς ἐστι· τὰ γὰρ τρία πρῶτος περιττὸς <milestone n="10" unit="tlnum"/> καὶ τὰ δύο πρῶτος ἄρτιος· ἐκ δὲ τούτων ὥσπερ ἄρρενος καὶ θήλεος ἡ πεντὰς μέμικται. ἢ μᾶλλον, <milestone n="264b" unit="stephpage" xml:id="stephpage-264b"/> ἐπεὶ τὸ φῶς γενέσεώς ἐστι σημεῖον, γυνὴ δʼ ἄχρι πέντε τίκτειν ὁμοῦ τὰ πλεῖστα πέφυκε, τοσαύταις χρῶνται λαμπάσιν; ἢ ὅτι πέντε δεῖσθαι θεῶν τοὺς <milestone n="15" unit="tlnum"/> γαμοῦντας οἴονται, Διὸς; τελείου καὶ Ἥρας τελείας; καὶ Ἀφροδίτης καὶ Πειθοῦς, ἐπὶ πᾶσι δʼ Ἀρτέμιδος, ἣν ταῖς <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ταῖς</foreign>] <foreign xml:lang="grc">ἐν ταῖς</foreign>?</note> λοχείαις καὶ ταῖς· ὠδῖσιν αἱ γυναῖκες ἐπικαλοῦνται; <milestone n="264c" unit="stephpage" xml:id="stephpage-264c"/> </p></div><div n="3" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί, πολλῶν ὄντων ἐν Ῥώμῃ ναῶν Ἀρτέμιδος·, <milestone n="20" unit="tlnum"/> εἰς μόνον τὸν ἐν τῷ καλουμένῳ Πατρικίῳ στενωπῷ ἄνδρες οὐκ εἰσίασιν;ʼ</q> ἦ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἤ</foreign> Duebnerus: <foreign xml:lang="grc">ἢ</foreign> </note> διὰ τὸν λεγόμενον μῦθον; γυναῖκα γὰρ αὐτόθι τὴν θεὸν σεβομένην βιαζόμενός τις ὑπὸ τῶν κυνῶν διεσπάσθη, καὶ ἀπὸ τούτου δεισιδαιμονίας γενομένης ἄνδρες οὐκ εἰσίασι. <milestone n="25" unit="tlnum"/> </p></div><div n="4" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τοῖς ἄλλοις Ἀρτεμισίοις ἐπιεικῶς ἐλάφων κέρατα προσπατταλεύουσι, τῷ δʼ ἐν Ἀβεντίνῳ βοῶν;ʼ</q> ἦ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἤ</foreign> Duebnerus: <foreign xml:lang="grc">ἢ</foreign> </note> τοῦ παλαιοῦ συμπτώματος ἀπομνημονεύοντες; λέγεται γὰρ ἐν Σαβίνοις Ἄντρωνι Κορατίῳ <pb xml:id="v.2.p.252"/> βοῦς ἐκπρεπὴς ὄψει καὶ μεγέθει διαφέρουσα τῶν ἄλλων γενέσθαι· μάντεως δέ τινος αὐτῷ φράσαντος, ὅτι τοῦ καθιερεύσαντος Ἀρτέμιδι τὴν βοῦν ἐκείνην ἐν Ἀβεντίνῳ πέπρωται μεγίστην γενέσθαι· καὶ βασιλεῦσαι τῆς <milestone n="5" unit="tlnum"/>Ἰταλίας, ἁπάσης τὴν πόλιν, ἐλθεῖν μὲν <milestone n="264d" unit="stephpage" xml:id="stephpage-264d"/> εἰς Ῥώμην τὸν ἄνθρωπον ὡς θύσοντα τὴν βοῦν οἰκέτου δὲ κρύφα τῷ βασιλεῖ Σερουίῳ τὸ μάντευμα φράσαντος, ἐκείνου δὲ Κορνηλίῳ τῷ ἱερεῖ, προστάξαι τὸν· Κορνήλιον τῷ Ἄντρωνι λούσασθαι πρὸ τῆς <milestone n="10" unit="tlnum"/> θυσίας ἀπὸ τοῦ Θύμβρεως· νενομίσθαι γὰρ οὕτω τοὺς καλλιεροῦντας. ἐκεῖνον μὲν οὖν· ἀπελθόντα λούσασθαι, τὸν δὲ Σερούιον φθάσαντα θῦσαι τῇ θεῷ τὴν βοῦν καὶ τῷ ἱερῷ τὰ κέρατα προσπατταλεῦσαι. ταῦτα καὶ ὁ Ἰόβας <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἰόβας</foreign>] Mueller. 3 p. 470</note> ἱστόρηκε καὶ Βάρρων, <milestone n="15" unit="tlnum"/> πλὴν ὅτι τοὔνομα τοῦ Ἄντρωνος Βάρρων οὐ γέγραφεν, οὐδʼ ὑπὸ Κορνηλίου φησὶ τοῦ ἱερέως ἀλλʼ ὑπὸ τοῦ νεωκόρου παρακρουσθῆναι τὸν Σαβῖνον. </p></div><div n="5" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τοὺς τεθνάναι φημισθέντας ἐπὶ ξένης <milestone n="264e" unit="stephpage" xml:id="stephpage-264e"/> ψευδῶς, κἂν ἐπανέλθωσιν, οὐ δέχονται κατὰ θύρας, <milestone n="20" unit="tlnum"/> ἀλλὰ τῷ κεράμῳ προσβαίνοντες εἴσω καθιᾶσιν αὐτούς;ʼ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὑτούς</foreign> X: <foreign xml:lang="grc">αὐτούς</foreign> </note></q> ὁ μὲν γὰρ Βάρρων αἰτίαν μυθικὴν ὅλως ἀποδίδωσι. φησὶ γάρ, ἐν τῷ περὶ Σικελίαν πολέμῳ ναυμαχίας μεγάλης γενομένης καὶ κατὰ πολλῶν φήμης οὐκ ἀληθοῦς ὡς ἀπολωλότων ῥυείσης, ἐπανελθόντας <milestone n="25" unit="tlnum"/> αὐτοὺς ὀλίγῳ χρόνῳ πάντας τελευτῆσαι, ἑνὶ δʼ εἰσιόντι τὰς θύρας ἀπαντῆσαι κλειομένας ἀπʼ αὐτομάτου καὶ μὴ χαλᾶν ἐπιχειρούντων ἀνοίγειν. τὸν δʼ ἄνθρωπον αὐτοῦ καταδαρθόντα πρὸ τῶν θυρῶν <pb xml:id="v.2.p.253"/> <milestone n="264f" unit="stephpage" xml:id="stephpage-264f"/> ἰδεῖν κατὰ τοὺς ὕπνους ὄψιν ὑφηγουμένην αὐτῷ τὴν ὑπὲρ τὸ τέγος εἰς τὴν οἰκίαν καθίμησιν ποιήσαντα δʼ οὕτως εὐτυχῆ γενέσθαι καὶ γηραιόν· ἐκ δὲ τούτου τὸ ἔθος· καταστῆναι τοῖς ὕστερον. ὅρα <milestone n="5" unit="tlnum"/> δὲ μὴ καὶ ταῦτα τρόπον τινὰ τοῖς Ἑλληνικοῖς ἔοικεν· οὐ γὰρ ἐνόμιζον ἁγνοὺς οὐδὲ κατεμίγνυσαν ἑαυτοῖς· οὐδʼ εἴων ἱεροῖς πλησιάζειν, οἷς ἐκφορὰ γεγόνει καὶ τάφος ὡς τεθνηκόσι. λέγεται δέ τινα τῶν ἐνόχων ταύτῃ τῇ δεισιδαιμονίᾳ γεγονότων Ἀριστῖνον εἰς <milestone n="10" unit="tlnum"/>Δελφοὺς ἀποστείλαντα δεῖσθαι τοῦ θεοῦ· καὶ παραιτεῖσθαι τὰς· παρούσας αὐτῷ διὰ τὸν νόμον ἀπορίας· τὴν δὲ Πυθίαν εἰπεῖν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εἰπεῖν</foreign>] <foreign xml:lang="grc">αν̓ειπεῖν</foreign> Cobetus</note> <milestone n="265a" unit="stephpage" xml:id="stephpage-265a"/> <quote rend="blockquote"><l> ὅσσαπερ ἐν λεχέεσσι γυνὴ τίκτουσα τελεῖται, </l><l> ταῦτα πάλιν τελέσαντα <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τελέσαντα</foreign>] <foreign xml:lang="grc">τελέσας</foreign> idem</note> θύειν μακάρεσσι θεοῖσι. <milestone n="15" unit="tlnum"/> </l></quote> τὸν οὖν Ἀριστῖνον συμφρονήσαντα <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">συμφρονήσαντα</foreign> W: <foreign xml:lang="grc">εὖ φρονήσαντα</foreign> </note> παρασχεῖν ἑαυτὸν ὥσπερ ἀρχῆς τικτόμενον ταῖς γυναιξὶν ἀπολοῦσαι καὶ σπαργανῶσαι καὶ θηλὴν ἐπισχεῖν, οὕτω τε δρᾶν καὶ τοὺς ἄλλους ἅπαντας, ὑστεροπότμους προσαγορευομένους. ἔνιοι δὲ καὶ πρὸ τοῦ Ἀριστίνου ταῦτα <milestone n="20" unit="tlnum"/> γενέσθαι περὶ τοὺς ὑστεροπότμους καὶ τὸ ἔθος εἶναι παλαιόν. οὐδὲν οὖν θαυμαστόν, εἰ καὶ Ῥωμαῖοι τοῖς δοκοῦσιν ἅπαξ τεθάφθαι καὶ γεγονέναι τῆς τῶν φθιτῶν μερίδος οὐκ ᾤοντο δεῖν παριέναι τὴν <milestone n="265b" unit="stephpage" xml:id="stephpage-265b"/> αὔλειον, θύσαντες ἐξίασι καὶ θύσαντες εἰσίασιν, <milestone n="25" unit="tlnum"/> ἀλλʼ ἄνωθεν ἐκέλευον εἰς τὰ ὕπαιθρα καταβαίνειν ἐκ τοῦ περιέχοντος· καὶ γὰρ τοὺς καθαρμοὺς; ἐπιεικῶς πάντας ἐν ὑπαίθρῳ τελοῦσι. <pb xml:id="v.2.p.254"/> </p></div><div n="6" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τοὺς συγγενεῖς τῷ στόματι φιλοῦσιν αἱ γυναῖκες;ʼ</q> πότερον ὡς οἱ πλεῖστοι νομίζουσιν ἀπειρημένον ἦν πίνειν οἶνον ταῖς γυναιξίν, ὅπως οὖν πιοῦσαι μὴ, λανθάνωσιν ἀλλʼ ἐλέγχωνται περιτυγχάνουσαι <milestone n="5" unit="tlnum"/> τοῖς οἰκείοις, ἐνομίσθη καταφιλεῖν ἢ διʼ ἣν Ἀριστοτέλης <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀριστοτέλης</foreign>] Fragm. 567</note> ὁ φιλόσοφος αἰτίαν ἱστόρηκε; <milestone n="265c" unit="stephpage" xml:id="stephpage-265c"/> τὸ γὰρ πολυθρύλητον ἐκεῖνο καὶ πολλαχοῦ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πολλαχοῦ</foreign> W: <foreign xml:lang="grc">πολλοῦ</foreign> </note> γενέσθαι λεγόμενον ὡς ἔοικεν ἐτολμήθη καὶ· ταῖς Τρῳάσι <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ ταὶς Τρωάσι</foreign> idem: <foreign xml:lang="grc">ταῖς τρωάσι καὶ</foreign> </note> περὶ τὴν Ἰταλίαν. τῶν γὰρ ἀνδρῶν, ὡς, προσέπλευσαν, <milestone n="10" unit="tlnum"/> ἀποβάντων ἐνέπρησαν τὰ πλοῖα, πάντως ἀπαλλαγῆναι τῆς πλάνης δεόμεναι καὶ τῆς θαλάττης φοβηθεῖσαι δὲ τοὺς ἄνδρας ἠσπάζοντο τῶν συγγενῶν καὶ οἰκείων μετὰ τοῦ καταφιλεῖν καὶ περιπλέκεσθαι τοὺς προστυγχάνοντας. παυσαμένων δὲ τῆς ὀργῆς καὶ <milestone n="15" unit="tlnum"/> διαλλαγέντων, ἐχρῶντο καὶ τοῦ λοιποῦ ταύτῃ τῇ <milestone n="265d" unit="stephpage" xml:id="stephpage-265d"/> φιλοφροσύνῃ πρὸς αὐτούς. ἢ μᾶλλον ἐδόθη τοῦτο ταῖς γυναιξὶν ὡς τιμὴν ἅμα καὶ δύναμιν αὐταῖς φέρον, εἰ φαίνοιντο πολλοὺς καὶ ἀγαθοὺς ἔχουσαι συγγενεῖς καὶ οἰκείους; ἤ, μὴ νενομισμένου συγγενίδας <milestone n="20" unit="tlnum"/> γαμεῖν, ἄχρι φιλήματος ἡ φιλοφροσύνη προῆλθεν καὶ τοῦτο μόνον ἀπελείφθη σύμβολον καὶ κοινώνημα τῆς· συγγενείας; πρότερον γὰρ οὐκ, ἐγάμουν τὰς ἀφʼ αἵματος, ὥσπερ οὐδὲ νῦν τηθίδας <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τηθίδας</foreign> Cobetus: <foreign xml:lang="grc">τιτθίδας</foreign> </note> οὐδʼ ἀδελφὰς γαμοῦσιν; ἀλλʼ ὀψὲ συνεχώρησαν ἀνεψιαῖς συνοικεῖν <milestone n="25" unit="tlnum"/> ἐκ τοιαύτης αἰτίας. ἀνὴρ χρημάτων ἐνδεὴς; τὰ· δʼ ἄλλα χρηστὸς καὶ παρʼ ὁντινοῦν τῷ δήμῳ τῶν <pb xml:id="v.2.p.255"/> <milestone n="265e" unit="stephpage" xml:id="stephpage-265e"/> πολιτευομένων ἀρέσκων, ἐπίκληρον ἀνεψιὰν ἔχειν ἔδοξε καὶ πλουτεῖν ἀπʼ αὐτῆς ἐπὶ τούτῳ δὲ γενομένης αὐτοῦ κατηγορίας, ὁ δῆμος ἀφεὶς τὴν αἰτίαν ἐλέγχειν ἔλυσε τὸ ἔγκλημα, ψηφισάμενος πᾶσιν ἐξεῖναι <milestone n="5" unit="tlnum"/> γαμεῖν ἄχρι ἀνεψιῶν, τὰ· δʼ ἀνωτέρω κεκωλῦσθαι. </p></div><div n="7" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί δὲ δῶρον λαβεῖν ἀνδρὶ παρὰ γυναικὸς καὶ γυναικὶ παρʼ ἀνδρὸς ἀπείρηται</q> πότερον, ὡς Σόλων γράψας τὰς δόσεις κυρίας εἶναι τῶν τελευτώντων, πλὴν εἰ μή τις ἀνάγκῃ συνεχόμενος <milestone n="10" unit="tlnum"/> ἢ γυναικὶ πειθόμενος τὴν μὲν ἀνάγκην ὡς βιαζομένην <milestone n="265f" unit="stephpage" xml:id="stephpage-265f"/> ὑπεξείλετο, τὴν δʼ ἡδονὴν ὡς παραλογιζομένην, οὕτως ὑπενοήθησαν αἱ γυναικῶν καὶ ἀνδρῶν δόσεις· ἢ φαυλότατον ἡγούμενοι σημεῖον εὐνοίας τὸ διδόναι διδόασι γὰρ καὶ ἀλλότριοι καὶ φιλοῦντες <milestone n="15" unit="tlnum"/> ἐκ τοῦ γάμου τὴν τοιαύτην ἀρέσκειαν ἀνεῖλον, ὅπως ἄμισθον καὶ προῖκα καὶ διʼ αὑτὸ μὴ διʼ ἄλλο τὸ φιλεῖσθαι καὶ φιλεῖν; ὅτι τῷ λαμβάνειν διαφθειρόμεναι μάλιστα προσίενται τοὺς· ἀλλοτρίους, σεμνὸν ἐφάνη τὸ μὴ διδόντες ἀγαπᾶν τοὺς ἰδίους; ἢ μᾶλλον <milestone n="20" unit="tlnum"/> <milestone n="266a" unit="stephpage" xml:id="stephpage-266a"/> ὅτι δεῖ καὶ γυναιξὶ κοινὰ τὰ ἀνδρῶν εἶναι καὶ ἀνδράσι τὰ γυναικῶν; μανθάνει γὰρ ὁ λαβὼν τὸ δοθὲν ἀλλότριον ἡγεῖσθαι τὸ μὴ δοθέν, ὥστʼ ὀλίγον διδόντες ἀλλήλοις τὸ πᾶν ἀφαιροῦνται. </p></div><div n="8" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί δὲ παρὰ γαμβροῦ καὶ παρὰ πενθεροῦ <milestone n="25" unit="tlnum"/> λαβεῖν ἐκείνοις κεκώλυται δῶρον;ʼ</q> ἦ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἤ</foreign> Duebnerus hic et infra: <foreign xml:lang="grc">ἢ</foreign> </note> παρὰ γαμβροῦ μέν, ἵνα μὴ δόξῃ διὰ τοῦ πατρὸς εἰς τὴν γυναῖκα περιχωρεῖν τὸ δῶρον· παρὰ πενθεροῦ δέ, ὅτι τὸν μὴ· διδόντα δίκαιον ἐφάνη μηδὲ λαμβάνειν; <pb xml:id="v.2.p.256"/> <milestone n="266b" unit="stephpage" xml:id="stephpage-266b"/> </p></div><div n="9" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί, κἂν ἐξ ἀγροῦ κἂν ἀπὸ ξένης ἐπανίωσιν, ἔχοντες οἴκοι γυναῖκας προπέμπουσι δηλοῦντες αὐταῖς ὅτι παραγίγνονται</q> πότερον ὅτι τοῦτο πιστεύοντός ἐστι τὴν γυναῖκα μηδὲν ῥᾳδιουργεῖν τὸ δʼ ἐξαίφνης <milestone n="5" unit="tlnum"/> καὶ ἀπροσδοκήτως οἷον ἐνέδρα καὶ, παρατήρησις, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">παρατήρησις</foreign> X: <foreign xml:lang="grc">παρατηρήσει</foreign> </note> ἢ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἢ</foreign> W</note> σπεύδουσιν ὡς ποθούσαις καὶ προσδεχομέναις εὐαγγελίζεσθαι περὶ αὑτῶν; <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὑτῶν</foreign> *: <foreign xml:lang="grc">αὐτῶν</foreign> </note> ἢ μᾶλλον αὐτοὶ περὶ ἐκείνων πυθέσθαι ποθοῦσιν, εἰ σῳζομένας καὶ ποθούσας ἐπὶ τῆς οἰκίας καταλαμβάνουσιν; ἢ πλείονες ταῖς γυναιξὶν <milestone n="10" unit="tlnum"/> οἰκονομίαι καὶ ἀσχολίαι, τῶν ἀνδρῶν ἀπόντων, τυγχάνουσι καὶ διαφοραὶ καὶ ὁρμαὶ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁρμαὶ</foreign>] <foreign xml:lang="grc">ὁργαὶ</foreign> W</note> πρὸς τοὺς ἔνδον· ἵνʼ οὖν ἀπαλλαγεῖσα τούτων ἀθόρυβον τῷ ἀνδρὶ παρέχῃ τὴν ὑποδοχὴν καὶ ἡδεῖαν, ἡ προδήλωσις γίγνεται; <milestone n="266c" unit="stephpage" xml:id="stephpage-266c"/> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>