<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:1-3</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4:1-3</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4" type="edition" xml:lang="grc"><div n="1" subtype="section" type="textpart"><p rend="indent"><milestone n="263e" unit="stephpage" xml:id="stephpage-263e"/><q>διὰ τί τὴν γαμουμένην ἅπτεσθαι πυρὸς καὶ ὕδατος κελεύουσι</q> πότερον τούτων ὡς ἐν στοιχείοις καὶ ἀρχαῖς τὸ μὲν ἄρρεν ἐστὶ τὸ δὲ θῆλυ, καὶ τὸ μὲν ἀρχὰς κινήσεως ἐνίησι τὸ δʼ ὑποκειμένου καὶ <milestone n="5" unit="tlnum"/> ὕλης <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ ὕλης</foreign>] <foreign xml:lang="grc">ἔχει καὶ ὕλης</foreign> W</note> δύναμιν· διότι τὸ πῦρ καθαίρει καὶ τὸ ὕδωρ ἁγνίζει, δεῖ δὲ καθαρὰν καὶ ἁγνὴν διαμένειν τὴν γαμηθεῖσαν; ὅτι, καθάπερ τὸ πῦρ χωρὶς ὑγρότητος ἄτροφόν ἐστι καὶ ξηρὸν τὸ δὲ ὕδωρ ἄνευ θερμότητος ἄγονον καὶ ἀργόν, οὕτω καὶ τὸ ἄρρεν <milestone n="10" unit="tlnum"/> ἀδρανὲς καὶ τὸ θῆλυ χωρὶς ἀλλήλων ἡ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἢ</foreign>] <foreign xml:lang="grc">ἣν</foreign> idem</note> δὲ σύνοδος ἀμφοῖν ἐπιτελεῖ τοῖς γήμασι τὴν συμβίωσιν; ἢ οὐκ <milestone n="263f" unit="stephpage" xml:id="stephpage-263f"/> ἀπολειπτέον καὶ κοινωνητέον ἁπάσης τύχης, κἂν ἄλλου <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄλλου</foreign> Toupius: <foreign xml:lang="grc">καλοῦ</foreign> </note> μηδενὸς ἢ πυρὸς καὶ ὕδατος μέλλωσι κοινωνεῖν ἀλλήλοις; <milestone n="15" unit="tlnum"/> </p></div><div n="2" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί οὐ πλείονας οὐδʼ ἐλάττονας ἀλλὰ πέντε λαμπάδας ἅπτουσιν ἐν τοῖς γάμοις, ἃς κηρίωνας ὀνομάζουσιν</q> πότερον, ὡς Βάρρων <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Βάρρων</foreign>] De Ling. Lat. V 61</note> ἔλεγεν, ὅτι τῶν στρατηγῶν τρισὶ χρωμένων, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τρισὶ χρωμένων κέ</foreign>] lacunosa. cf. Symb. meas</note> σὺν τοῖς <pb xml:id="v.2.p.251"/> ἀγορανόμοις πλείονας, παρὰ δὲ τῶν ἀγορανόμων ἅπτουσι <milestone n="264a" unit="stephpage" xml:id="stephpage-264a"/> τὸ πῦρ οἱ· γαμοῦντες, ἢ διότι πλείοσι χρωμένων ἀριθμοῖς, πρός τε τὰ ἄλλα βελτίων καὶ τελειότερος ὁ περιττὸς ἐνομίζετο καὶ πρὸς γάμον ἁρμοδιώτερος; <milestone n="5" unit="tlnum"/> ὁ γὰρ ἄρτιος διάστασίν τε δέχεται καὶ τὸ ἴσον αὐτοῦ μάχιμόν ἐστι καὶ ἀντίπαλον, ὁ δὲ περιττὸς οὐ δύναται, διασχισθῆναι παντάπασιν, ἀλλʼ ὑπολείπει τι, κοινὸν ἀεὶ μεριζόμενος. τοῦ δὲ, περιττοῦ μάλιστα γαμήλιος ἡ πεντάς ἐστι· τὰ γὰρ τρία πρῶτος περιττὸς <milestone n="10" unit="tlnum"/> καὶ τὰ δύο πρῶτος ἄρτιος· ἐκ δὲ τούτων ὥσπερ ἄρρενος καὶ θήλεος ἡ πεντὰς μέμικται. ἢ μᾶλλον, <milestone n="264b" unit="stephpage" xml:id="stephpage-264b"/> ἐπεὶ τὸ φῶς γενέσεώς ἐστι σημεῖον, γυνὴ δʼ ἄχρι πέντε τίκτειν ὁμοῦ τὰ πλεῖστα πέφυκε, τοσαύταις χρῶνται λαμπάσιν; ἢ ὅτι πέντε δεῖσθαι θεῶν τοὺς <milestone n="15" unit="tlnum"/> γαμοῦντας οἴονται, Διὸς; τελείου καὶ Ἥρας τελείας; καὶ Ἀφροδίτης καὶ Πειθοῦς, ἐπὶ πᾶσι δʼ Ἀρτέμιδος, ἣν ταῖς <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ταῖς</foreign>] <foreign xml:lang="grc">ἐν ταῖς</foreign>?</note> λοχείαις καὶ ταῖς· ὠδῖσιν αἱ γυναῖκες ἐπικαλοῦνται; <milestone n="264c" unit="stephpage" xml:id="stephpage-264c"/> </p></div><div n="3" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί, πολλῶν ὄντων ἐν Ῥώμῃ ναῶν Ἀρτέμιδος·, <milestone n="20" unit="tlnum"/> εἰς μόνον τὸν ἐν τῷ καλουμένῳ Πατρικίῳ στενωπῷ ἄνδρες οὐκ εἰσίασιν;ʼ</q> ἦ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἤ</foreign> Duebnerus: <foreign xml:lang="grc">ἢ</foreign> </note> διὰ τὸν λεγόμενον μῦθον; γυναῖκα γὰρ αὐτόθι τὴν θεὸν σεβομένην βιαζόμενός τις ὑπὸ τῶν κυνῶν διεσπάσθη, καὶ ἀπὸ τούτου δεισιδαιμονίας γενομένης ἄνδρες οὐκ εἰσίασι. <milestone n="25" unit="tlnum"/> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>