<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3:88-100</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3:88-100</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3" type="edition" xml:lang="grc"><div subtype="section" type="textpart" n="88"><p rend="indent"><q>διὰ τί τὸ τελούμενον εἰς θέας Λοῦκαρ καλοῦσιν;</q></p><p rend="indent">ἢ ὅτι πολλὰ ἔστιν ἄλση <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἄλση</foreign> Xylander: <foreign xml:lang="grc">ἄλλα</foreign>.</note> περὶ τὴν πόλιν ἀνειμένα θεοῖς, ἃ καλοῦσι <q>λούκους,</q> καὶ τὴν ἀπὸ τούτων πρόσοδον εἰς τὰς θέας ἀνήλισκον;</p></div><div subtype="section" type="textpart" n="89"><p rend="indent"><q>διὰ τί τὰ Κυρινάλια μωρῶν ἑορτὴν ὀνομάζουσιν;</q></p><p rend="indent">ἢ ὅτι τὴν ἡμέραν ταύτην ἀποδεδώκεσαν, ὡς Ἰόβας φησί, τοῖς τὰς αὑτῶν φρατρίας ἀγνοοῦσιν; ἢ τοῖς μὴ θύσασιν, ὥσπερ οἱ λοιποί, κατὰ φυλὰς ἐν τοῖς Φουρνικαλίοις διʼ ἀσχολίαν ἢ ἀποδημίαν ἢ ἄγνοιαν ἐδόθη τῇ ἡμέρᾳ ταύτῃ τὴν ἑορτὴν ἐκείνην ἀπολαβεῖν; </p></div><div subtype="section" type="textpart" n="90"><pb xml:id="v.4.p.136"/><milestone unit="stephpage" xml:id="stephpage-285e" n="285e"/><p rend="indent"><q>διὰ τί τῷ Ἡρακλεῖ γιγνομένης θυσίας ἄλλον οὐδένα θεῶν ὀνομάζουσιν οὐδὲ φαίνεται κύων ἐντὸς τῶν περιβόλων, ὡς Βάρρων ἱστόρηκεν;</q></p><p rend="indent">ἢ θεὸν μὲν ἄλλον οὐκ ὀνομάζουσι διὰ τὸ τοῦτον ἡμίθεον νομίζειν; ὡς δέ φασιν ἔνιοι, καὶ μετὰ τῶν ἀνθρώπων ὄντος ἔτι βωμὸν ἱδρύσασθαι τὸν Εὔανδρον αὐτοῦ καὶ θυσίαν προσαγαγεῖν. κυνὶ δὲ πάντων μάλιστα τῶν ζῴων ἐπολέμησε· καὶ γὰρ <milestone unit="stephpage" xml:id="stephpage-285f" n="285f"/> οὗτος <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὗτος</foreign>] <foreign xml:lang="grc">ὁ Ὄρθος</foreign> Wehl.</note> αὐτῷ ἀεὶ πολλὰ πράγματα παρέσχʼ ὡς <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὡς</foreign> Naber: <foreign xml:lang="grc">καὶ</foreign>.</note> ὁ Κέρβερος καὶ ἐπὶ πᾶσι, τοῦ Λικυμνίου παιδὸς Οἰωνοῦ διὰ κύνα φονευθέντος ὑπὸ τῶν Ἱπποκοωντιδῶν, ἀναγκασθεὶς μάχην συνάψαι τῶν τʼ ἄλλων φίλων πολλοὺς ἀπέβαλε καὶ τὸν ἀδελφὸν Ἰφικλέα.</p></div><div subtype="section" type="textpart" n="91"><p rend="indent"><q>διὰ τί τοῖς πατρικίοις οὐκ ἐξῆν περὶ τὸ Καπετώλιον κατοικεῖν;</q></p><p rend="indent">πότερον ὅτι Μᾶρκος Μάλλιος <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Μάλλιο</foreign>ς Bernardakis, as elsewhere: <foreign xml:lang="grc">μάλιο</foreign>ς.</note> αὐτόθι κατοικῶν ἐπεχείρησε τυραννίδι, διʼ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">διʼ</foreign> added by Meziriacus.</note> ὃν ἀπώμοτόν φασιν εἶναι τῷ οἴκῳ μηδενὶ Μαλλίων <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Μαλλίων</foreign> Bernardakis, as elsewhere: <foreign xml:lang="grc">μαλίῳ</foreign>.</note> ὄνομα Μάρκου γενέσθαι. </p><p rend="indent">ἢ παλαιὸς ἦν φόβος οὗτος; Ποπλικόλαν γοῦν ἄνδρα δημοτικώτατον οὐκ ἐπαύσαντο διαβάλλοντες μὲν οἱ δυνατοὶ δεδιότες δʼ οἱ πολλοί, μέχρι οὗ τὴν οἰκίαν αὐτὸς κατέσκαψεν ἐπικεῖσθαι τῇ ἀγορᾷ δοκοῦσαν. </p></div><pb xml:id="v.4.p.138"/><div subtype="section" type="textpart" n="92"><p rend="indent"><q>διὰ τί τῷ σώσαντι πολίτην ἐν πολέμῳ <milestone unit="stephpage" xml:id="stephpage-286a" n="286a"/> δρύινον διδόασι στέφανον;</q></p><p rend="indent">πότερον ὅτι πανταχοῦ καὶ ῥᾳδίως ἔστιν εὐπορῆσαι δρυὸς ἐπὶ στρατείας; </p><p rend="indent">ἢ ὅτι Διὸς καὶ Ἥρας ἱερὸς ὁ στέφανός ἐστιν, οὓς πολιούχους νομίζουσιν; </p><p rend="indent">ἢ παλαιὸν ἀπʼ Ἀρκάδων τὸ ἔθος, οἷς ἔστι τις συγγένεια πρὸς τὴν δρῦν; πρῶτοι γὰρ ἀνθρώπων γεγονέναι δοκοῦσιν ἐκ γῆς, ὥσπερ ἡ δρῦς τῶν φυτῶν.</p></div><div subtype="section" type="textpart" n="93"><p rend="indent"><q>διὰ τί γυψὶ χρῶνται μάλιστα πρὸς τοὺς οἰωνισμούς;</q></p><p rend="indent">πότερον ὅτι καὶ Ῥωμύλῳ δώδεκα γῦπες ἐφάνησαν ἐπὶ τῇ κτίσει τῆς Ῥώμης; ἢ ὅτι τῶν ὀρνίθων ἥκιστα συνεχὴς καὶ συνήθης οὗτος; οὐδὲ γὰρ νεοττιᾷ γυπὸς ἐντυχεῖν ῥᾳδίως ἔστιν, ἀλλὰ πόρρωθέν<milestone unit="stephpage" xml:id="stephpage-286b" n="286b"/> ποθεν ἐξαπίνης καταίρουσι· διὸ καὶ σημειώδης ἡ ἄψις αὐτῶν ἐστιν. </p><p rend="indent">ἢ καὶ τοῦτο παρʼ Ἡρακλέους ἔμαθον; εἰ λέγει ἀληθῶς Ἡρόδωρος, ὅτι πάντων μάλιστα γυψὶν ἐπὶ πράξεως ἀρχῇ φανεῖσιν ἔχαιρεν Ἡρακλῆς, ἡγούμενος δικαιότατον εἶναι τὸν γῦπα τῶν σαρκοφάγων ἁπάντων· πρῶτον μὲν γὰρ οὐδενὸς ἅπτεται ζῶντος οὐδʼ ἀποκτίννυσιν ἔμψυχον οὐδὲν ὡς ἀετοὶ καὶ ἱέρακες καὶ τὰ νυκτίνομα· χρῆται δὲ τοῖς ἄλλως <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἄλλως</foreign> Wyttenbach: <foreign xml:lang="grc">ἄλλοις</foreign>.</note> ἀποθανοῦσιν. ἔπειτα καὶ τούτων τὰ ὁμόφυλα <pb xml:id="v.4.p.140"/> παρίησι πετεινοῦ γὰρ οὐδεὶς ἑώρακε γῦπα γευόμενον, ὡς ἀετοὶ καὶ ἱέρακες μάλιστα τὰ συγγενῆ <milestone unit="stephpage" xml:id="stephpage-286c" n="286c"/> διώκουσι καὶ κόπτουσι. καίτοι κατʼ Αἰσχύλον <quote rend="blockquote">ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών;</quote> ἀνθρώποις δʼ ὡς ἔπος εἰπεῖν ἀβλαβέστατός ἐστιν, οὔτε καρπὸν ἀφανίζων οὔτε φυτὸν οὔτε ζῷον ἥμερον κακουργῶν. εἰ δʼ, ὡς Αἰγύπτιοι μυθολογοῦσι, θῆλυ πᾶν τὸ γένος ἐστὶ καὶ κυΐσκονται δεχόμενοι καταπνέοντα τὸν ἀπηλιώτην ὥσπερ τὰ δένδρα τὸν ζέφυρον, καὶ παντάπασιν ἀπλανῆ τὰ σημεῖα καὶ βέβαια γίγνεσθαι πιθανόν ἐστιν ἀπʼ αὐτῶν. ἐν δὲ τοῖς ἄλλοις αἱ περὶ τὰς ὀχείας σοβήσεις ἔτι δʼ ἁρπαγαὶ καὶ φυγαὶ καὶ διώξεις πολὺ τὸ θορυβῶδες καὶ ἀκατάστατον ἔχουσι.</p></div><div subtype="section" type="textpart" n="94"><p rend="indent"><q>διὰ τί τοῦ Ἀσκληπιοῦ τὸ ἱερὸν ἔξω τῆς πόλεώς ἐστι;</q></p><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-286d" n="286d"/> πότερον ὅτι τὰς ἔξω διατριβὰς ὑγιεινοτέρας ἐνόμιζον εἶναι τῶν ἐν ἄστει; καὶ γὰρ Ἕλληνες ἐν τόποις καὶ καθαροῖς καὶ ὑψηλοῖς ἐπιεικῶς ἱδρυμένα τὰ Ἀσκληπιεῖα ἔχουσιν. </p><p rend="indent">ἢ ὅτι τὸν θεὸν ἐξ Ἐπιδαύρου μετάπεμπτον ἥκειν νομίζουσιν, Ἐπιδαυρίοις δʼ οὐ κατὰ πόλιν ἀλλὰ πόρρω τὸ Ἀσκληπιεῖόν ἐστιν; </p><p rend="indent">ἢ ὅτι τοῦ δράκοντος ἐκ τῆς τριήρους κατὰ τὴν νῆσον ἀποβάντος καὶ ἀφανισθέντος αὐτὸν ᾤοντο τὴν ἵδρυσιν ὑφηγεῖσθαι τὸν θεόν; </p></div><pb xml:id="v.4.p.142"/><div subtype="section" type="textpart" n="95"><p rend="indent"><q>διὰ τί νενόμισται τοὺς ἁγνεύοντας ὀσπρίων ἀπέχεσθαι;</q></p><p rend="indent">πότερον, ὡς οἱ Πυθαγορικοὶ, τοὺς μὲν κυάμους ἀφωσιοῦντο διὰ τὰς λεγομένας αἰτίας, τὸν δὲ <milestone unit="stephpage" xml:id="stephpage-286e" n="286e"/> λάθυρον καὶ τὸν ἐρέβινθον ὡς παρωνύμους τοῦ ἐρέβους καὶ τῆς λήθης; </p><p rend="indent">ἢ ὅτι πρὸς τὰ περίδειπνα καὶ τὰς προκλήσεις τῶν νεκρῶν μάλιστα χρῶνται τοῖς ὀσπρίοις; </p><p rend="indent">ἢ μᾶλλον ὅτι δεῖ πρὸς τὰς ἁγνείας καὶ ἁγιστείας καθαρὰ καὶ λιτὰ τὰ σώματα ἔχειν; ἔστι δὲ τὰ ὄσπρια πνευματώδη καὶ περίττευμα ποιεῖ πολλῆς καθάρσεως δεόμενον. </p><p rend="indent">ἢ ὅτι καὶ πρὸς συνουσίαν παρορμᾷ διὰ τὸ φυσῶδες καὶ πνευματικόν;</p></div><div subtype="section" type="textpart" n="96"><p rend="indent"><q>διὰ τί τῶν παναγῶν παρθένων τὰς διαφθαρείσας<milestone unit="stephpage" xml:id="stephpage-286f" n="286f"/> ἄλλως οὐ κολάζουσιν, ἀλλὰ ζώσας κατορύττουσι;</q></p><p rend="indent">πότερον ὅτι καίουσι τοὺς ἀποθανόντας, θάπτειν δὲ πυρὶ τὴν τὸ πῦρ τὸ θεῖον ὁσίως μὴ φυλάξασαν οὐκ ἦν δίκαιον; </p><p rend="indent">ἢ σῶμα ταῖς μεγίσταις καθωσιωμένον ἁγιστείαις ἀναιρεῖν καὶ προσφέρειν ἱερᾷ γυναικὶ χεῖρας οὐ θεμιτὸν ἐνόμιζον; αὐτὴν οὖν ἀποθανεῖν μηχανώμενοι διʼ αὑτῆς, κατεβίβαζον ὑπὸ γῆν εἰς οἴκημα πεποιημένον, ὅπου καὶ λύχνος ἔκειτο <pb xml:id="v.4.p.144"/> καιόμενος καὶ ἄρτος καὶ γάλακτός τι καὶ ὕδατος εἶτα <milestone unit="stephpage" xml:id="stephpage-287a" n="287a"/> γῇ τὸ οἴκημα κατέκρυπτον ἄνωθεν. καὶ οὐδὲ τοῦτον τὸν τρόπον ἀφοσιωσάμενοι τὴν δεισιδαιμονίαν ἐκπεφεύγασιν, ἀλλὰ μέχρι νῦν ἐναγίζουσιν οἱ ἱερεῖς ἐκεῖ βαδίζοντες ἐπὶ τὸν τόπον.</p></div><div subtype="section" type="textpart" n="97"><p rend="indent"><q>διὰ τί ταῖς Δεκεμβρίαις εἰδοῖς ἱπποδρομίας γενομένης ὁ νικήσας δεξιόσειρος <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">δεξιόσειρος</foreign> Abresch: <foreign xml:lang="grc">δεξιός ἱερός</foreign></note> Ἄρει θύεται, καὶ τὴν μὲν οὐρὰν ἀποκόψας τις ἐπὶ τὴν Ῥηγίαν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ῥηγίαν</foreign><title rend="italic">Life of Numa</title>, chap. xiv.: <foreign xml:lang="grc">ῥήγειναν</foreign>.</note> καλουμένην κομίζει καὶ τὸν βωμὸν αἱμάττει, περὶ δὲ τῆς κεφαλῆς οἱ μὲν ἀπὸ τῆς ἱερᾶς ὁδοῦ λεγομένης οἱ δʼ ἀπὸ τῆς Συβούρης <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Συβούρης</foreign> as elsewhere: <foreign xml:lang="grc">σιβούρης</foreign>.</note> καταβάντες διαμάχονται;</q></p><p rend="indent">πότερον, ὡς ἔνιοι λέγουσιν, ἵππῳ τὴν Τροίαν ἡλωκέναι νομίζοντες ἵππον κολάζουσιν, ἅτε δὴ καὶ γεγονότες <milestone unit="stephpage" xml:id="stephpage-287b" n="287b"/> <quote rend="blockquote">Τρώων ἀγλαὰ τέκνα μεμιγμένα παισὶ Λατίνων·</quote> </p><p rend="indent">ἢ ὅτι θυμοειδὲς καὶ πολεμικὸν καὶ ἀρήιον ὁ ἵππος ἐστὶ τὰ δὲ προσφιλῆ μάλιστα καὶ πρόσφορα θύουσι τοῖς θεοῖς, ὁ δὲ νικήσας θύεται διὰ τὸ νίκης καὶ κράτους <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κράτους</foreign> Meziriacus and E: <foreign xml:lang="grc">κράτος</foreign>.</note> οἰκεῖον εἶναι τὸν θεόν; </p><p rend="indent">ἢ μᾶλλον ὅτι τοῦ θεοῦ στάσιμον τὸ ἔργον ἐστὶ καὶ νικῶσιν οἱ μένοντες ἐν τάξει τοὺς μὴ μένοντας ἀλλὰ φεύγοντας, καὶ κολάζεται τὸ τάχος ὡς δειλίας ἐφόδιον, καὶ μανθάνουσι συμβολικῶς ὅτι σωτήριον οὐκ ἔστι τοῖς φεύγουσι; </p></div><pb xml:id="v.4.p.146"/><div subtype="section" type="textpart" n="98"><p rend="indent"><q>διὰ τί οἱ τιμηταὶ τὴν ἀρχὴν παραλαβόντες οὐδὲν ἄλλο πράττουσι πρότερον <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πρότερον</foreign> Madvig: <foreign xml:lang="grc">πρῶτον</foreign>.</note> ἢ τὴν τροφὴν ἀπομισθοῦσι <milestone unit="stephpage" xml:id="stephpage-287c" n="287c"/> τῶν ἱερῶν χηνῶν καὶ τὴν γάνωσιν τοῦ ἀγάλματος;</q></p><p rend="indent">πότερον ἀπὸ τῶν εὐτελεστάτων ἀρχόμενοι καὶ μὴ πολλῆς δεομένων δαπάνης μηδὲ πραγματείας; </p><p rend="indent">ἢ παλαιά τις αὕτη χάρις ἀπομνημονεύεται τοῖς ζῴοις ἀπὸ τῶν Κελτικῶν, ὅτι τοὺς βαρβάρους ὑπερβαίνοντας ἤδη τὸ περιτείχισμα τοῦ Καπετωλίου νύκτωρ οἱ χῆνες ᾔσθοντο τῶν κυνῶν καθευδόντων καὶ βοῇ τοὺς φύλακας ἐπήγειραν; </p><p rend="indent">ἢ φύλακες ὄντες οἱ τιμηταὶ τῶν μεγίστων, καὶ προσῆκον <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">προσῆκον</foreign>] <foreign xml:lang="grc">προσηκόντων</foreign> in all mss. but one (<foreign xml:lang="grc">προσηκόντος</foreign> Meziriacus).</note> ἐπισκοπεῖν καὶ πολυπραγμονεῖν αὐτοῖς ἱερὰ καὶ δημόσια καὶ βίους καὶ ἤθη καὶ διαίτας, τὸ φυλακτικώτατον ζῷον εὐθὺς ἐν λόγῳ τίθενται, καὶ ἅμα τῇ τούτων ἐπιμελείᾳ προτρέπονται τοὺς πολίτας<milestone unit="stephpage" xml:id="stephpage-287d" n="287d"/> μὴ ἀμελεῖν μηδὲ ῥᾳθυμεῖν τῶν ἱερῶν; </p><p rend="indent">ἡ δὲ γάνωσις τοῦ ἀγάλματος ἀναγκαία· ταχὺ γὰρ ἐξανθεῖ τὸ μίλτινον, ᾧ τὰ παλαιὰ τῶν ἀγαλμάτων ἔχρωζον.</p></div><div subtype="section" type="textpart" n="99"><p rend="indent"><q>διὰ τί τῶν ἄλλων ἱερέων τὸν καταδικασθέντα καὶ φυγόντα παύοντες ἕτερον αἱροῦνται, τοῦ δʼ αὔγουρος, ἕως ζῇ, κἂν ἐπὶ τοῖς μεγίστοις ἀδικήμασι καταγνῶσιν, οὐκ ἀφαιροῦνται τὴν <pb xml:id="v.4.p.148"/> ἱερωσύνην; <q>αὔγουρας</q> δὲ τοὺς ἐπὶ τῶν οἰωνῶν καλοῦσι.</q></p><p rend="indent">πότερον, ὡς ἔνιοι λέγουσι, βούλονται μηδένα τὰ τῶν ἱερῶν ἀπόρρητα γιγνώσκειν, ὃς οὐκ ἔστιν ἱερεύς; </p><p rend="indent">ἢ κατειλημμένον ὅρκοις τὸν αὔγουρα μηδενὶ φράσειν τὰ τῶν ἱερῶν ἀπολῦσαι τῶν ὅρκων οὐ <milestone unit="stephpage" xml:id="stephpage-287e" n="287e"/> θέλουσιν ἰδιώτην γενόμενον; </p><p rend="indent">ἢ τιμῆς οὐκ ἔστιν οὐδʼ ἀρχῆς ἀλλʼ ἐπιστήμης ὄνομα καὶ τέχνης ὁ αὔγουρ; ὅμοιον οὖν τῷ τὸν μουσικὸν ἀποψηφίσασθαι μουσικὸν μὴ εἶναι καὶ τὸν ἰατρὸν ἰατρὸν τὸ κωλύειν μάντιν εἶναι τὸν μάντιν, ἀφελέσθαι μὴ δυναμένους τὴν δύναμιν αὐτοῦ, κἂν ἀφέλωνται τὴν προσηγορίαν. ἄλλον δʼ οὐ καθιστᾶσιν εἰκότως τὸν ἐξ ἀρχῆς ἀριθμὸν τῶν αὐγούρων φυλάττοντες.</p></div><div subtype="section" type="textpart" n="100"><p rend="indent"><q>διὰ τί ταῖς Αὐγούσταις εἰδοῖς, Σεξτιλίαις δὲ πρότερον λεγομέναις, ἑορτάζουσιν αἵ τε δοῦλαι <milestone unit="stephpage" xml:id="stephpage-287f" n="287f"/> καὶ οἱ δοῦλοι πάντες, αἱ δὲ γυναῖκες μάλιστα ῥύπτεσθαι τὰς κεφαλὰς καὶ καθαίρειν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καθαίρειν</foreign>] <foreign xml:lang="grc">καθαίρεσθαι</foreign> in one ms. (E).</note> ἐπιτηδεύουσιν;</q></p><p rend="indent">ἢ διὰ τὸ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τὸ</foreign> Bernardakis and one ms.: <foreign xml:lang="grc">τὸν</foreign>.</note> Σερούιον τὸν βασιλέα κατὰ ταύτην τὴν ἡμέραν ἐξ αἰχμαλώτου γενέσθαι θεραπαινίδος ἄδειαν ἔργων ἔχουσιν οἱ θεράποντες, τὸ δὲ πλύνειν τὰς κεφαλὰς ἀρξάμενον ἀπὸ τῶν θεραπαινίδων διὰ τὴν ἑορτὴν ἄχρι τῶν ἐλευθέρων προῆλθεν;</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>