<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3:75-87</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3:75-87</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3" type="edition" xml:lang="grc"><div subtype="section" type="textpart" n="75"><p rend="indent"><q>διὰ τί λύχνον οὐκ ἐσβέννυσαν, ἀλλʼ αὐτὸν ὑφʼ ἑαυτοῦ περιεώρων μαραινόμενον;</q></p><p rend="indent">πότερον ὡς συγγενὲς καὶ ἀδελφικὸν σεβόμενοι τοῦ ἀσβέστου καὶ ἀθανάτου πυρός, ἢ καὶ τοῦτο σύμβολόν ἐστι τοῦ μὴ δεῖν τὸ ἔμψυχον, ἂν μὴ <pb xml:id="v.4.p.114"/> βλάπτῃ, διαφθείρειν μηδʼ ἀναιρεῖν, ὡς ζῴῳ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ζῴῳ</foreign> Dübner: <foreign xml:lang="grc">ζώου</foreign>.</note> τοῦ πυρὸς ἐοικότος; καὶ γὰρ τροφῆς δεῖται καὶ αὐτοκίνητόν ἐστιν καὶ σβεννύμενον φωνὴν ἀφίησιν ὥσπερ φονευόμενον. </p><p rend="indent">ἤ διδάσκει τὸ ἔθος ἡμᾶς ὅτι δεῖ μήτε πῦρ μήθʼ ὕδωρ μήτʼ ἄλλο τι τῶν ἀναγκαίων αὐτοὺς ἄδην ἔχοντας διαφθείρειν, ἀλλʼ ἐᾶν χρῆσθαι τοὺς δεομένους καὶ ἀπολείπειν ἑτέροις, ὅταν αὐτοὶ μηκέτι χρείαν ἔχωμεν; </p></div><div subtype="section" type="textpart" n="76"><milestone unit="stephpage" xml:id="stephpage-282a" n="282a"/><p rend="indent"><q>διὰ τί τὰς ἐν τοῖς ὑποδήμασι σεληνίδας οἱ διαφέρειν δοκοῦντες εὐγενείᾳ φοροῦσιν;</q></p><p rend="indent">πότερον, ὡς Κάστωρ φησί, σύμβολόν ἐστι τοῦτο τῆς λεγομένης οἰκήσεως ἐπὶ τῆς σελήνης <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τῆς σελήνης</foreign> E: <foreign xml:lang="grc">ταῖς σελήναις</foreign>.</note> καὶ ὅτι μετὰ τὴν τελευτὴν αὖθις αἱ ψυχαὶ τὴν σελήνην ὑπὸ πόδας ἕξουσιν, ἢ τοῖς παλαιοτάτοις τοῦθʼ ὑπῆρχεν ἐξαίρετον; οὗτοι δʼ ἦσαν Ἀρκάδες τῶν ἀπʼ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀπʼ</foreign>] <foreign xml:lang="grc">ἐπʼ</foreign> Xylander and Kronenburg.</note> Εὐάνδρου Προσελήνων λεγομένων. </p><p rend="indent">ἢ, καθάπερ ἄλλα πολλά, καὶ τοῦτο τοὺς ἐπαιρομένους καὶ μέγα φρονοῦντας ὑπομιμνσῄκει <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὑπομιμνσῄκει</foreign> a patent correction: <foreign xml:lang="grc">ὑπομιμνσήκειν</foreign></note> τῆς ἐπʼ ἀμφότερον τῶν ἀνθρωπίνων μεταβολῆς παράδειγμα ποιουμένους τὴν σελήνην, ὡς <milestone unit="stephpage" xml:id="stephpage-282b" n="282b"/> <quote rend="blockquote"><l>ἐξ ἀδήλου πρῶτον ἔρχεται νέα </l><l>πρόσωπα καλλύνουσα καὶ πληρουμένη, </l><l>χὤταν περ αὑτῆς εὐπρεπεστάτη <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">εὐπρεπεστάτη</foreign>, <title rend="italic">Moralia</title>, 517 D: <foreign xml:lang="grc">εὐγενεστάτη</foreign> (<foreign xml:lang="grc">εὐγανεστάτη</foreign>? Pohlenz).</note> φανῇ, </l><l>πάλιν διαρρεῖ κἀπὶ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κἀπὶ</foreign>] <foreign xml:lang="grc">κεἰς τὸ</foreign> in the <title rend="italic">Life of Demetrius</title>, chap. xlv.</note> μηδὲν ἔρχεται; </l></quote> <pb xml:id="v.4.p.116"/> </p><p rend="indent">ἤ πειθαρχίας ἦν μάθημα βασιλευομένους <note resp="editor" xml:lang="eng" n="v.4.p.116.n.1" place="unspecified" anchored="true"><foreign xml:lang="grc">βασιλευομένους</foreign>] <foreign xml:lang="grc">βουλευομένων</foreign> in some mss.</note> μὴ δυσχεραίνειν, ἀλλʼ ὥσπερ ἡ σελήνη προσέχειν ἐν ἐθέλει τῷ κρείττονι καὶ δευτερεύειν <quote rend="blockquote">ἀεὶ παπταίνουσα πρὸς αὐγὰς ἠελίοιο</quote> κατὰ τὸν Παρμενίδην, οὕτω τὴν δευτέραν τάξιν ἀγαπᾶν χρωμένους τῷ ἡγεμόνι καὶ τῆς ἀπʼ ἐκείνου δυνάμεως καὶ τιμῆς ἀπολαύοντας;</p></div><div subtype="section" type="textpart" n="77"><p rend="indent"><q>διὰ τί τὸν μὲν ἐνιαυτὸν τοῦ Διὸς νομίζουσι, τοὺς δὲ μῆνας τῆς Ἥρας;</q></p><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-282c" n="282c"/>ἢ ὅτι τῶν μὲν ἀοράτων θεῶν καὶ νοητῶν βασιλεύουσι Ζεὺς καὶ Ἥρα, τῶν δʼ ὁρατῶν ἥλιος καὶ σελήνη; ποιεῖ δʼ ὁ μὲν ἥλιος τὸν ἐνιαυτόν, ἡ δὲ σελήνη τοὺς μῆνας. δεῖ δὲ μὴ νομίζειν ἁπλῶς εἰκόνας ἐκείνων τούτους, ἀλλʼ αὐτὸν ἐν ὕλῃ Δία τὸν ἥλιον, καὶ αὐτὴν τὴν Ἥραν ἐν ὕλῃ τὴν σελήνην. διὸ καὶ Ἰουνῶνεμ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἰουνῶνεμ</foreign> an early correction (in the Vossianus according to Wyttenbach): <foreign xml:lang="grc">ἴουνον</foreign>.</note> ἐπονομάζουσι τὴν Ἥραν, τὸ νέον ἢ τὸ νεώτερον ἐμφαίνοντος τοῦ ὀνόματος ἀπὸ τῆς σελήνης· καὶ Λουκῖναν Ἥραν καλοῦσιν οἷον φωτεινὴν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">φωτεινὴν</foreign>] <foreign xml:lang="grc">φαεινὴν</foreign> in most mss.</note> ἢ φωτίζουσαν καὶ νομίζουσιν ἐν ταῖς λοχείαις καὶ ὠδῖσι βοηθεῖν, ὥσπερ καὶ τὴν σελήνην, <quote rend="blockquote"><l>διὰ κυάνεον <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κυάνεον</foreign>] <foreign xml:lang="grc">λαμπρὸν</foreign> as quoted by Macrobius.</note> πόλον ἄστρων </l><l><milestone unit="stephpage" xml:id="stephpage-282d" n="282d"/> διὰ τʼ ὠκυτόκοιο σελάνας·</l></quote> εὐτοκεῖν γὰρ ἐν ταῖς πανσελήνοις μάλιστα δοκοῦσιν. </p></div><pb xml:id="v.4.p.118"/><div subtype="section" type="textpart" n="78"><p rend="indent"><q>διὰ τί τῶν οἰωνῶν ὁ καλούμενος ἀριστερὸς αἴσιος;</q></p><p rend="indent">πότερον οὐκ ἔστι τοῦτʼ ἀληθές, ἀλλὰ παρακρούεται πολλοὺς ἡ διάλεκτος <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">διάλεκτος</foreign>] <foreign xml:lang="grc">διαλεκτικός</foreign> in practically all mss.</note>; τὸ γὰρ ἀριστερὸν <q>σίνιστρον ὀνομάζουσι,</q> τὸ δʼ ἐφεῖναι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐφεῖναι</foreign> Xylander: <foreign xml:lang="grc">ἀφεῖναι</foreign>.</note> <q>σίνερε</q> καὶ <q>σίνε</q> λέγουσιν, ὅταν ἐφεῖναι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐφεῖναι</foreign> Xylander: <foreign xml:lang="grc">ἀφεῖναι</foreign>.</note> παρακαλῶσι. τὸν οὖν ἐφιέντα τὴν πρᾶξιν οἰωνὸν σινιστέριον ὄντα σίνιστρον οὐκ ὀρθῶς ὑπολαμβάνουσιν οἱ πολλοὶ καὶ ὀνομάζουσιν. </p><p rend="indent">ἢ, καθάπερ Διονύσιός φησιν, Ἀσκανίῳ τῷ Αἰνείου παραταττομένῳ πρὸς Μεζέντιον ἀστραπῆς <milestone unit="stephpage" xml:id="stephpage-282e" n="282e"/> ἐν ἀριστερᾷ νικηφόρου γενομένης οἰωνισάμενοις <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οἰωνισάμενοις</foreign> F.C.B.; <foreign xml:lang="grc">οἰωνισαμένῳ</foreign> Rose: <foreign xml:lang="grc">οἰωνισάμενοι</foreign>.</note> καὶ πρὸς τὸ λοιπὸν οὕτω παραφυλάττουσιν; ἤ, ὡς ἄλλοι τινές, Αἰνείᾳ τούτου συμπεσόντος; καὶ γὰρ Θηβαῖοι τῷ ἀριστερῷ κέρατι τρεψάμενοι τοὺς πολεμίους καὶ κρατήσαντες ἐν Λεύκτροις, διετέλεσαν ἐν πάσαις ταῖς μάχαις τῷ ἀριστερῷ τὴν ἡγεμονίαν ἀποδιδόντες. </p><p rend="indent">ἤ μᾶλλον, ὡς Ἰόβας φησί, τοῖς πρὸς τὰς ἀνατολὰς ἀποβλέπουσιν ἐν ἀριστερᾷ γίγνεται τὸ βόρειον, ὃ δὴ τοῦ κόσμου δεξιὸν ἔνιοι τίθενται καὶ καθυπέρτερον; </p><p rend="indent">ὅρα δὲ μὴ φύσει τοῖς εὐωνύμοις ἀσθενεστέροις οὖσιν οἱ προϊστάμενοι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">προϊστάμενοι</foreign> Abresch, supported by one ms.: <foreign xml:lang="grc">παριστάμενοι</foreign>.</note> τῶν οἰωνῶν οἷον ἀναρρωννύουσι<milestone unit="stephpage" xml:id="stephpage-282f" n="282f"/> καὶ ὑπερείδουσι τὸ ἐλλιπὲς τῆς δυνάμεως ἐπανισοῦντες. <pb xml:id="v.4.p.120"/> </p><p rend="indent">ἢ τὰ ἐπίγεια καὶ θνητὰ τοῖς οὐρανίοις καὶ θείοις ἀντικεῖσθαι νομίζοντες ᾤοντο τὰ πρὸς ἡμᾶς ἀριστερὰ τοὺς θεοὺς ἀπὸ τῶν δεξιῶν προπέμπειν;</p></div><div subtype="section" type="textpart" n="79"><p rend="indent"><q>διὰ τί τοῦ θριαμβεύσαντος εἶτʼ ἀποθανόντος καὶ καέντος ἐξῆν ὀστέον λαβόντας εἰς τὴν πόλιν εἰσφέρειν καὶ κατατίθεσθαι, ὡς Πύρρων ὁ Λιπαραῖος ἱστόρηκεν;</q></p><p rend="indent">ἢ τιμῆς ἕνεκα τοῦ τεθνηκότος; καὶ γὰρ ἄλλοις ἀριστεῦσι καὶ στρατηγοῖς ἔδωκαν οὐκ αὐτοὺς μόνον ἀλλὰ καὶ τοὺς ἀπʼ αὐτῶν ἐνθάπτεσθαι τῇ ἀγορᾷ, καθάπερ Οὐαλερίῳ καὶ Φαβρικίῳ· καὶ <milestone unit="stephpage" xml:id="stephpage-283a" n="283a"/> φασι τούτων ἀπογόνοις ἀποθανοῦσι καὶ κομισθεῖσιν εἰς ἀγορὰν ὑφίεσθαι δᾷδα καιομένην, εἶτʼ εὐθὺς αἴρεσθαι,, χρωμένων ἀνεπιφθόνως τῇ τιμῇ καὶ τὸ ἐξεῖναι μόνον ἐκβεβαιουμένων.</p></div><div subtype="section" type="textpart" n="80"><p rend="indent"><q>διὰ τί τοὺς θριαμβεύσαντας ἑστιῶντες ἐν δημοσίῳ παρῃτοῦντο τοὺς ὑπάτους, καὶ πέμποντες παρεκάλουν μὴ ἐλθεῖν ἐπὶ τὸ δεῖπνον;</q></p><p rend="indent">ἢ καὶ τόπον ἔδει τῷ θριαμβεύσαντι κλισίας τὸν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κλισίας τὸν</foreign> Cobet: <foreign xml:lang="grc">καὶ σίαστον</foreign></note> ἐντιμότατον ἀποδίδοσθαι καὶ προπομπὴν μετὰ τὸ δεῖπνον; ταῦτα δʼ οὐκ ἔξεστιν ἑτέρῳ γίγνεσθαι τῶν ὑπάτων παρόντων, ἀλλʼ ἐκείνοις.</p></div><div subtype="section" type="textpart" n="81"><p rend="indent"><q>διὰ τί περιπόρφυρον ὁ δήμαρχος οὐ φορεῖ, <milestone unit="stephpage" xml:id="stephpage-283b" n="283b"/> τῶν ἄλλων ἀρχόντων φορούντων;</q></p><p rend="indent">ἢ τὸ παράπαν οὐδʼ ἐστὶν ἄρχων; οὐδὲ γὰρ ῥαβδούχους ἔχουσι οὐδʼ ἐπὶ δίφρου καθήμενοι <pb xml:id="v.4.p.122"/> χρηματίζουσιν, οὐδʼ ἔτους ἀρχῇ καθάπερ οἱ λοιποὶ πάντες ἄρχοντες εἰσίασιν, <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">εἰσίασιν</foreign> Meziriacus: <foreign xml:lang="grc">εἰσιν</foreign>.</note> οὐδὲ παύονται δικτάτωρος αἱρεθέντος ἀλλὰ πᾶσαν ἀρχὴν ἐκείνου μετατιθέντος εἰς ἑαυτὸν αὐτοὶ μόνοι διαμένουσιν, ὥσπερ οὐκ ὄντες ἄρχοντες ἀλλʼ ἑτέραν τινὰ τάξιν ἔχοντες. ὡς δὲ τῶν ῥητόρων ἔνιοι τὴν παραγραφὴν οὐ βούλονται δίκην εἶναι, τοὐναντίον τῇ δίκῃ δρῶσαν ἡ μὲν γὰρ εἰσάγει καὶ ποιεῖ κρίσιν, ἡ δʼ ἀναιρεῖ καὶ λύει· τὸν αὐτὸν τρόπον οἴονται τὴν δημαρχίαν κώλυσιν ἀρχῆς μᾶλλον εἶναι καὶ πρὸς <milestone unit="stephpage" xml:id="stephpage-283c" n="283c"/> ἀρχὴν ἀντίταξιν ἢ ἀρχήν. τὸ γὰρ ἐνστῆναι πρὸς δύναμιν ἄρχοντος καὶ τὴν ἄγαν ἐξουσίαν ἀφελεῖν ἐξουσία καὶ δύναμίς ἐστιν αὐτῆς. </p><p rend="indent">ἢ ταῦτα μὲν ἄν τις εἴποι καὶ τὰ τοιαῦτα χρώμενος εὑρησιλογίᾳ· τῆς δὲ δημαρχίας τὴν γένεσιν ἐκ τοῦ δήμου λαμβανούσης τὸ δημοτικὸν ἰσχυρόν ἐστι, καὶ μέγα τὸ μὴ μεῖζον φρονεῖν τῶν λοιπῶν ἀλλʼ ὁμοιοῦσθαι καὶ σχήματι καὶ στολῇ καὶ διαίτῃ τοῖς ἐπιτυγχάνουσι τῶν πολιτῶν. ὁ γὰρ ὄγκος ὑπάτῳ προσήκει καὶ στρατηγῷ, τὸν δὲ δήμαρχον, ὡς Γάιος Κουρίων ἔλεγε, καταπατεῖσθαι δεῖ, καὶ <milestone unit="stephpage" xml:id="stephpage-283d" n="283d"/> μὴ σεμνὸν εἶναι τῇ ὄψει μηδὲ δυσπρόσοδον μηδὲ τοῖς πολλοῖς χαλεπόν, ἀλλʼ ὑπὲρ τῶν ἄλλων ἄοκνον <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἄοκνον</foreign> added by F.C.B. to fill a lacuna</note> τοῖς δὲ πολλοῖς εὐμεταχείριστον. ὅθεν οὐδʼ οἰκίας αὐτοῦ κλείεσθαι νενόμισται, θύραν, ἀλλὰ καὶ νύκτωρ ἀνέῳγε καὶ μεθʼ ἡμέραν ὥσπερ λιμὴν καὶ καταφυγὴ τοῖς δεομένοις. ὅσῳ δὲ μᾶλλον ἐκταπεινοῦται τῷ <pb xml:id="v.4.p.124"/> σχήματι, <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">σχήματι</foreign> Wyttenbach: <foreign xml:lang="grc">σώματι</foreign>.</note> τοσούτῳ μᾶλλον αὔξεται τῇ δυνάμει. κοινὸν γὰρ αὐτὸν ἀξιοῦσι τῇ χρείᾳ καὶ πᾶσιν ἐφικτὸν ὥσπερ βωμὸν εἶναι, τῇ δὲ τιμῇ ποιοῦσιν ἱερὸν καὶ ἅγιον καὶ ἄσυλον ὅπου κἂν βαδίζων ἐν δημοσίῳ πάθῃ τι, <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πάθῃ τι</foreign> suggested by Bernardakis: <foreign xml:lang="grc">πᾶσι</foreign></note> νόμος ἐστὶ καθαίρεσθαι καὶ ἁγνίζεσθαι τὸ σῶμα καθάπερ μεμιασμένον. </p></div><div subtype="section" type="textpart" n="82"><milestone unit="stephpage" xml:id="stephpage-283e" n="283e"/><p rend="indent"><q>διὰ τί τῶν στρατηγῶν αἱ ῥάβδοι συνδεδεμέναι προσηρτημένων τῶν πελέκεων φέρονται;</q></p><p rend="indent">πότερον ὅτι σύμβολόν ἐστι τοῦ μὴ δεῖν πρόχειρον εἶναι καὶ λελυμένην τὴν ὀργὴν τοῦ ἄρχοντος, ἢ διατριβὴν καὶ μέλλησιν ἐμποιοῦν τῇ ὀργῇ τὸ λύειν ἀτρέμα τὰς ῥάβδους πολλάκις ἐποίησε μεταγνῶναι περὶ τῆς κολάσεως; ἐπεὶ δὲ τῆς κακίας τὸ μὲν ἰάσιμόν ἐστι τὸ δʼ ἀνήκεστον, αἱ μὲν ῥάβδοι νουθετοῦσι<milestone unit="stephpage" xml:id="stephpage-283f" n="283f"/> τὸ μεταθέσθαι δυνάμενον, οἱ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οἱ</foreign> Bernardakis: <foreign xml:lang="grc">αἱ</foreign></note> δὲ πελέκεις ἀποκόπτουσι τὸ ἀνουθέτητον.</p></div><div subtype="section" type="textpart" n="83"><p rend="indent"><q>διὰ τί τοὺς καλουμένους Βλετονησίους βαρβάρους ὄντας ἄνθρωπον τεθυκέναι θεοῖς πυθόμενοι, μετεπέμψαντο τοὺς ἄρχοντας αὐτῶν ὡς κολάσοντες, ἐπεὶ δὲ νόμῳ τινὶ τοῦτʼ ἐφαίνοντο πεποιηκότες, ἐκείνους μὲν ἀπέλυσαν, ἐκώλυσαν δὲ πρὸς τὸ λοιπόν; αὐτοὶ δʼ οὐ πολλοῖς ἔτεσιν ἔμπροσθεν δύο μὲν ἄνδρας δύο δὲ γυναῖκας ἐν τῇ βοῶν ἀγορᾷ λεγομένῃ, τοὺς μὲν Ἕλληνας, τοὺς δὲ Γαλάτας, ζῶντας κατώρυξαν φαίνεται γὰρ ἄτοπον <pb xml:id="v.4.p.126"/> ταῦτα μὲν ποιεῖν αὐτούς, ἐπιτιμᾶν δὲ βαρβάροις ὡς οὐχ ὅσια ποιοῦσι.</q></p><p rend="indent">πότερον τὸ μὲν θεοῖς θύειν ἀνθρώπους ἀνόσιον <milestone unit="stephpage" xml:id="stephpage-284a" n="284a"/> ἡγοῦντο, τὸ δὲ δαίμοσιν ἀναγκαῖον ἢ τοὺς μὲν ἔθει καὶ νόμῳ τοῦτο πράττοντας ἁμαρτάνειν ἐνόμιζον, αὐτοὶ δὲ προσταχθέντες ἐκ τῶν Σιβυλλείων ἔπραξαν; λέγεται γὰρ Ἐλβίαν τινὰ παρθένον ὀχουμένην ἐφʼ ἵππου βληθῆναι κεραυνῷ, καὶ γυμνὸν μὲν εὑρεθῆναι κείμενον τὸν ἵππον, γυμνὴν δʼ αὐτὴν ὡς ἐπίτηδες ἀνηγμένου τοῦ χιτῶνος ἀπὸ τῶν ἀπορρήτων, ὑποδημάτων δὲ καὶ δακτυλίων καὶ κεκρυφάλου διερριμμένων χωρὶς ἄλλων ἀλλαχόθι, τοῦ δὲ στόματος ἔξω προβεβληκότος τὴν <milestone unit="stephpage" xml:id="stephpage-284b" n="284b"/> γλῶσσαν. ἀποφηναμένων δὲ τῶν μάντεων δεινὴν μὲν αἰσχύνην ταῖς ἱεραῖς παρθένοις εἶναι καὶ γενήσεσθαι περιβόητον, ἅψεσθαι δέ τινα καὶ ἱππέων ὕβριν, ἐμήνυσε βάρβαρος <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">βάρβαρος</foreign> Madvig: <foreign xml:lang="grc">βάρβαρου</foreign>.</note> τινὸς ἱππικοῦ θεράπων τρεῖς παρθένους τῶν ἑστιάδων, Αἰμιλίαν καὶ Λικινίαν καὶ Μαρκίαν, <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Μαρκίαν</foreign> Wyttenbach: <foreign xml:lang="grc">μαρτίαν</foreign>,</note> ὑπὸ ταὐτὸ διεφθαρμένας καὶ συνούσας πολὺν χρόνον ἀνδράσιν, ὧν εἷς ἦν Βετούτιος Βάρρος <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Βετούτιος Βάρρος Wyttenbach: <foreign xml:lang="grc">βουτέτιος βάρβαρος</foreign> (<foreign xml:lang="grc">βετούτιος</foreign> in some mss.).</note> τοῦ μηνυτοῦ δεσπότης. ἐκεῖναι μὲν οὖν ἐκολάσθησαν ἐξελεγχθεῖσαι, τῆς δὲ πράξεως δεινῆς φανείσης, ἔδοξεν ἀνερέσθαι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀνερέσθαι</foreign> Xylander: <foreign xml:lang="grc">ἀναιρεῖσθαι</foreign>.</note> τὰ Σιβύλλεια τοὺς ἱερεῖς. εὑρεθῆναι δέ φασι χρησμοὺς ταῦτά τε <milestone unit="stephpage" xml:id="stephpage-284c" n="284c"/> προδηλοῦντας ὡς ἐπὶ κακῷ γενησόμενα, καὶ προστάττοντας ἀλλοκότοις τισὶ δαίμοσι καὶ ξένοις ἀποτροπῆς ἕνεκα τοῦ ἐπιόντος προέσθαι δύο μὲν <pb xml:id="v.4.p.128"/> Ἕλληνας, δύο δὲ Γαλάτας ζῶντας αὐτόθι κατορυγέντας.</p></div><div subtype="section" type="textpart" n="84"><p rend="indent"><q>διὰ τί τὴν τῆς ἡμέρας ἀρχὴν ἐκ μέσης νυκτὸς λαμβάνουσι;</q></p><p rend="indent">πότερον ὅτι ἡ πολιτεία στρατιωτικὴν ἐν ἀρχῇ σύνταξιν εἶχε, τὰ δὲ πολλὰ νύκτωρ ἐν ταῖς στρατείαις προλαμβάνεται τῶν χρησίμων; ἢ πράξεως μὲν ἀρχὴν ἐποιοῦντο τὴν ἀνατολήν, παρασκευῆς δὲ τὴν νύκτα; δεῖ γὰρ παρασκευασαμένους πράττειν, ἀλλὰ μὴ παρασκευάζεσθαι πράττοντας, ὡς Μύσων πρὸς Χίλωνα τὸν σοφὸν εἰπεῖν λέγεται ἐν χειμῶνι θρίνακα τεκταινόμενος. </p><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-284d" n="284d"/>ἢ καθάπερ ἡ μεσημβρία πέρας ἐστὶ τοῖς πολλοῖς τοῦ τὰ δημόσια καὶ σπουδαῖα πράττειν, οὕτως ἀρχὴν ἔδοξε ποιεῖσθαι τὸ μεσονύκτιον; τεκμήριον δὲ τούτου <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τούτου</foreign> Wyttenbach: <foreign xml:lang="grc">τοῦτο</foreign></note> μέγα τὸ μὴ ποιεῖσθαι Ῥωμαῖον ἄρχοντα συνθήκας μηδʼ ὁμολογίας μετὰ μέσον ἡμέρας. </p><p rend="indent">ἢ δύσει μὲν καὶ ἀνατολῇ λαμβάνειν ἀρχὴν ἡμέρας καὶ τελευτὴν οὐ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὐ</foreign>] Petavius’s conjecture, found in A only.</note> δυνατόν ἐστιν; ὡς μὲν γάρ οἱ πολλοὶ τῇ αἰσθήσει διορίζουσιν ἡμέρας μὲν ἀρχὴν τὴν πρώτην ἀνάσχεσιν τοῦ ἡλίου, νυκτὸς δὲ τὴν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τὴν</foreign> added by Bernardakis.</note> τελευταίαν ἀπόκρυψιν λαμβάνοντες, οὐχ ἕξομεν <milestone unit="stephpage" xml:id="stephpage-284e" n="284e"/> ἰσημερίαν, ἀλλʼ ἣν μάλιστα τῇ ἡμέρᾳ νύκτα παρισοῦσθαι δοκοῦμεν, αὕτη τῆς ἡμέρας ἐλάττων <pb xml:id="v.4.p.130"/> φανεῖται τῷ τοῦ ἡλίου μεγέθει. ὃ δʼ αὖ πάλιν οἱ μαθηματικοὶ ταύτην ἰώμενοι τὴν ἀτοπίαν τίθενται, τὸ τοῦ ἡλίου κέντρον, ὅταν ἅψηται τοῦ ὁρίζοντος, ἡμέρας διορισμὸν εἶναι καὶ νυκτός, ἀναίρεσίς ἐστι τῆς ἐναργείας. συμβήσεται γὰρ, ἔτι πολλοῦ φωτὸς ὑπὲρ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὑπὲρ</foreign> Xylander: <foreign xml:lang="grc">ὑπὸ</foreign></note> γῆν ὄντος καὶ τοῦ ἡλίου καταλάμποντος ἡμᾶς, μηδέπω ἡμέραν ὁμολογεῖν ἀλλʼ ἔτι νύκτα εἶναι. ἐπεὶ τοίνυν ἐν ταῖς ἀνατολαῖς καὶ δύσεσι τοῦ ἡλίου δύσληπτός ἐστιν ἡ ἀρχὴ διὰ τὰς εἰρημένας ἀλογίας, ἀπολείπεται τὸ μεσουρανοῦν ἢ τὸ ἀντιμεσουρανοῦν αὐτοῦ λαμβάνειν ἀρχήν. βέλτιον <milestone unit="stephpage" xml:id="stephpage-284f" n="284f"/> δὲ τὸ δεύτερον· φέρεται γὰρ ἐκ μεσημβρίας ἐπὶ τὰς δύσεις ἀφʼ ἡμῶν, ἐκ δὲ μεσονυκτίου πρὸς ἡμᾶς ἐπὶ τὰς ἀνατολάς.</p></div><div subtype="section" type="textpart" n="85"><p rend="indent"><q>διὰ τί τὰς γυναῖκας οὔτʼ ἀλεῖν εἴων οὔτʼ ὀψοποιεῖν τὸ παλαιόν;</q></p><p rend="indent">ἢ τὰς συνθήκας διαμνημονεύοντες, ἃς ἐποιήσαντο πρὸς τοὺς Σαβίνους; ἐπεὶ γὰρ ἥρπασαν τὰς θυγατέρας αὐτῶν εἶτα πολεμήσαντες διηλλάγησαν, ἐν ταῖς ἄλλαις ὁμολογίαις καὶ τοῦτʼ ἐγράφη, μήτʼ ἀλεῖν ἀνδρὶ Ῥωμαίῳ γυναῖκα μήτε μαγειρεύειν.</p></div><div subtype="section" type="textpart" n="86"><p rend="indent"><q>διὰ τί τοῦ Μαΐου μηνὸς οὐκ ἄγονται γυναῖκας;</q></p><p rend="indent">πότερον ὅτι μέσος ἐστὶ τοῦ Ἀπριλλίου καὶ τοῦ <milestone unit="stephpage" xml:id="stephpage-285a" n="285a"/>Ἰουνίου μηνός, ὧν τὸν μὲν Ἀφροδίτης τὸν δʼ Ἥρας, γαμηλίων θεῶν, ἱερὸν νομίζοντες προλαμβάνουσι μικρὸν ἢ περιμένουσιν; <pb xml:id="v.4.p.132"/> </p><p rend="indent">ἢ ὅτι τῷ μηνὶ τούτῳ τὸν μέγιστον ποιοῦνται τῶν καθαρμῶν, νῦν μὲν εἴδωλα ῥιπτοῦντες ἀπὸ τῆς γεφύρας εἰς τὸν ποταμὸν πάλαι δʼ ἀνθρώπους; διὸ καὶ τὴν Φλαμινίκαν, <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Φλαμινίκαν</foreign> Xylander: <foreign xml:lang="grc">φλαμινίβαν</foreign>.</note> ἱερὰν τῆς Ἥρας εἶναι δοκοῦσαν, νενόμισται σκυθρωπάζειν, μήτε λουομένην τηνικαῦτα μήτε κοσμουμένην. </p><p rend="indent">ἢ ὅτι πολλοὶ Λατίνων ἐν τῷ μηνὶ τούτῳ τοῖς <milestone unit="stephpage" xml:id="stephpage-285b" n="285b"/> κατοιχομένοις ἐναγίζουσι; καὶ διὰ τοῦτʼ ἴσως Ἑρμῆν ἐν αὐτῷ σέβονται καὶ Μαίας ἐπώνυμός ἐστιν. </p><p rend="indent">ἤ, καθάπερ ἔνιοι λέγουσιν, ὁ μὲν Μάιος ἀπὸ τῆς πρεσβυτέρας, ὁ δʼ Ἰούνιος ἀπὸ τῆς νεωτέρας ἡλικίας ὠνόμασται; γάμῳ δὲ ἁρμοδιώτερον τὸ νέον, ὡς καὶ Εὐριπίδης φησὶν <quote rend="blockquote"><l>ἀλλʼ ἦ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἦ</foreign> Kvičala and F.C.B.: <foreign xml:lang="grc">ἤ</foreign>.</note> τὸ γῆρας τὴν Κύπριν χαίρειν ἐᾷ, </l><l>ἥ τʼ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται.</l></quote> οὐ γαμοῦσιν οὖν ἐν τῷ Μαΐῳ, περιμένοντες τὸν Ἰούνιον, ὃς εὐθύς ἐστι μετὰ τὸν Μάιον.</p></div><div subtype="section" type="textpart" n="87"><p rend="indent"><q>διὰ τί τῶν γαμουμένων αἰχμῇ δορατίου τὴν κόμην διακρίνουσιν;</q></p><p rend="indent">ἆρα σύμβολόν ἐστι τοῦτο τοῦ βίᾳ καὶ μετὰ <milestone unit="stephpage" xml:id="stephpage-285c" n="285c"/> πολέμου γαμηθῆναι τὰς πρώτας, ἢ μανθάνουσιν ἀνδράσι, συνοικοῦσαι μαχίμοις καὶ πολεμικοῖς ἄθρυπτον καὶ ἄθηλυν καὶ ἀφελῆ προσίεσθαι καλλωπισμόν; ὥσπερ ὁ Λυκοῦργος ἀπὸ πρίονος καὶ <pb xml:id="v.4.p.134"/> πελέκεως κελεύσας τὰ θυρώματα ταῖς οἰκίαις ποιεῖν καὶ τὰς ὀροφάς, ἄλλῳ δὲ μὴ χρῆσθαι τὸ παράπαν ἐργαλείῳ, πᾶσαν ἐξέβαλε περιεργίαν καὶ πολυτέλειαν. </p><p rend="indent">ἢ τὴν διάστασιν αἰνίττεται τὸ γιγνόμενον, ὡς μόνῳ σιδήρῳ τοῦ γάμου διακριθησομένου; </p><p rend="indent">ἢ τὰ μὲν πλεῖστα τῶν γαμικῶν εἰς τὴν Ἥραν ἀνῆπτο <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀνῆπτο</foreign> E: <foreign xml:lang="grc">ἀνῆπτον</foreign>.</note>; Ἥρας δʼ ἱερὸν τὸ δόρυ νενόμισται, καὶ τῶν ἀγαλμάτων αὐτῆς δόρατι στηρίζεται τὰ πλεῖστα καὶ Κυρῖτις ἡ θεὸς ἐπωνόμασται, τὸ γὰρ <milestone unit="stephpage" xml:id="stephpage-285d" n="285d"/> δόρυ <q>κύριν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κύριν</foreign> Aldine ed. and Xylander: <foreign xml:lang="grc">κοῦριν</foreign>.</note> </q> ἐκάλουν οἱ παλαιοί· διὸ καί φασι Κυρῖνον ὀνομασθῆναι τὸν Ἐνυάλιον.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>