<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3:69-73</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3:69-73</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3" type="edition" xml:lang="grc"><div subtype="section" type="textpart" n="69"><p rend="indent"><q>διὰ τί τῷ καλουμένῳ Σεπτομουντίῳ παρεφύλαττον ὀχήμασι ζευκτοῖς μὴ χρῆσθαι, καὶ μέχρι νῦν οἱ τῶν παλαιῶν μὴ καταφρονοῦντες παραφυλάττουσι<milestone unit="stephpage" xml:id="stephpage-280d" n="280d"/>; τὸ δὲ σεπτομούντιον ἄγουσιν ἐπὶ τῷ τὸν ἕβδομον λόφον τῇ πόλει προσκατανεμηθῆναι καὶ τὴν Ῥώμην ἑπτάλοφον γενέσθαι.</q><pb xml:id="v.4.p.106"/></p><p rend="indent">πότερον, ὡς ἔνιοι τῶν Ῥωμαϊκῶν ἐπινοοῦσι, διὰ τὸ μήπω συνεζεῦχθαι τοῖς μέρεσι παντελῶς τὴν πόλιν; </p><p rend="indent">ἢ τοῦτο μὲν ἄλλως <q>οὐ πρὸς Διόνυσόν,,</q> ἐστιν ἔργου δὲ μεγάλου τοῦ πρὸς τὸν συνοικισμὸν ἐκτελεσθέντος, οἰόμενοι τὴν πόλιν ἤδη πεπαῦσθαι προϊοῦσαν εἰς τὸ πρόσθεν, ἔπαυσαν μὲν αὑτοὺς ἀνέπαυσαν δὲ τῶν ὑποζυγίων τὰ συμπονήσαντα καὶ παρέσχον ἀπολαῦσαι τῇ σχολῇ τῆς κοινῆς ἑορτῆς; </p><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-280e" n="280e"/>ἢ πᾶσαν μὲν ἐβούλοντο κοσμεῖν ἀεὶ καὶ τιμᾶν ἑορτὴν τοὺς πολίτας παρόντας, μάλιστα δὲ τὴν ἐπὶ τῷ συνοικισμῷ τῆς πόλεως ἀγομένην ἵνʼ οὖν τὴν πόλιν, ἧς ἐστιν ἡ ἑορτή, μὴ ἀπολείπωσιν, οὐκ ἐφεῖτο χρῆσθαι ζεύγεσιν ἐκείνην τὴν ἡμέραν;</p></div><div subtype="section" type="textpart" n="70"><p rend="indent"><q>διὰ τί τοὺς κατεγνωσμένους <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κατεγνωσμένους</foreign> Wyttenbach: <foreign xml:lang="grc">ἀπεγνωσμένους</foreign></note> ἐπὶ κλοπαῖς ἢ δουλικοῖς τισιν ἄλλοις ἁμαρτήμασι <q>φουρκιφέρους</q> <note resp="editor" xml:lang="eng" n="v.4.p.106.n.2" place="unspecified" anchored="true"><foreign xml:lang="grc">φουρκιφέρους</foreign> F.C.B.: <foreign xml:lang="grc">φουρκιφέρας</foreign>.</note> καλοῦσιν;</q></p><p rend="indent">ἢ καὶ τοῦτο τῆς τῶν παλαιῶν ἐπιμελείας τεκμήριόν ἐστιν; ὁ γὰρ οἰκότριβος ἰδίου καταγνούς τινα μοχθηρίαν ἐκέλευε διπλοῦν ξύλον, ὃ ταῖς ἁμάξαις ὑφιστᾶσιν, ἀράμενον διὰ τῆς συνοικίας ἢ τῆς γειτνιάσεως διεξελθεῖν ὑπὸ πάντων ὁρώμενον, <milestone unit="stephpage" xml:id="stephpage-280f" n="280f"/> ὅπως ἀπιστοῖεν αὐτῷ καὶ φυλάττοιντο πρὸς τὸ λοιπὸν τὸ δὲ ξύλον ἡμεῖς μὲν στήριγμα, <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">στήριγμα</foreign> Xylander: <foreign xml:lang="grc">στήρητα</foreign>.</note> Ῥωμαῖοι <pb xml:id="v.4.p.108"/> δὲ <q>φοῦρκαν</q> ὀνομάζουσι· διὸ καὶ <q>φουρκίφερ</q> ὁ τοῦτο περιενεγκὼν καλεῖται.</p></div><div subtype="section" type="textpart" n="71"><p rend="indent"><q>διὰ τί τῶν κυριττόντων βοῶν ὑπὲρ τοῦ φυλάττεσθαι τὸν ἐντυγχάνοντα χόρτον τῷ κέρατι προσδοῦσιν,</q></p><p rend="indent">ἢ διὰ κόρον καὶ πλησμονὴν ἐξυβρίζουσι καὶ βόες καὶ ἵπποι καὶ ὄνοι καὶ ἄνθρωποι; ὥς που καὶ Σοφοκλῆς πεποίηκε <quote rend="blockquote"><l>σὺ δὲ σφαδᾴζεις πῶλος ὣς εὐφορβίᾳ, </l><l>γαστήρ τε γάρ σου καὶ γνάθος πλήρης πέλει. <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πέλει</foreign> added by Pearson (Cobet: <foreign xml:lang="grc">ἀεί</foreign>: Ahrens <foreign xml:lang="grc">Βορᾶς</foreign>).</note> </l></quote> διὸ καὶ Μᾶρκον Κράσσον οἱ Ῥωμαῖοι χόρτον ἔχειν ἔφασαν ἐφυλάττοντο γάρ αὐτὸν οἱ τοὺς ἄλλους ἐν <milestone unit="stephpage" xml:id="stephpage-281a" n="281a"/> τῇ πολιτείᾳ σπαράττοντες ὡς ἀμυντικὸν καὶ δυσεπιχείρητον. οὐ μὴν ἀλλʼ ὕστερον ἐλέχθη πάλιν, ὅτι Κράσσου Καῖσαρ ἀφῃρήκει τὸν χόρτον ἀντέστη γὰρ αὐτῷ πρῶτος ἐν τῇ πολιτείᾳ καὶ κατεφρόνησε.</p></div><div subtype="section" type="textpart" n="72"><p rend="indent"><q>διὰ τί τῶν ἐπʼ οἰωνοῖς ἱερέων, οὓς Αὔσπικας πρότερον Αὔγουρας δὲ νῦν καλοῦσιν, ᾤοντο δεῖν ἀεὶ τοὺς λαμπτῆρας ἀνεῳγμένους εἶναι καὶ τὸ πῶμα μὴ ἐπικεῖσθαι;</q></p><p rend="indent">ἢ καθάπερ οἱ Πυθαγορικοὶ μικρὰ μεγάλων ἐποιοῦντο σύμβολα κωλύοντες <q>ἐπὶ χοίνικος καθῆσθαι</q> καὶ <q>πῦρ μαχαίρᾳ μὴ σκαλεύειν,</q> οὕτως <milestone unit="stephpage" xml:id="stephpage-281b" n="281b"/> οἱ παλαιοὶ πολλοῖς αἰνίγμασιν ἐχρῶντο καὶ μάλιστα πρὸς τοὺς ἱερεῖς, οἷόν ἐστι καὶ τὸ τοῦ λαμπτῆρος, <pb xml:id="v.4.p.110"/> ἔοικε γὰρ ὁ λαμπτὴρ τῷ περιέχοντι τὴν ψυχὴν σώματι. φῶς γάρ ἐστιν ἡ ἐντὸς ψυχὴ καὶ δεῖ τὸ συνετὸν καὶ φρόνιμον ἀεὶ ἀναπεπταμένον αὐτῆς εἶναι καὶ δεδορκὸς καὶ μηδέποτε συγκεκλεῖσθαι μηδʼ ἄποπτον μένειν. <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἄποπτον μένειν</foreign> F.C.B.: <foreign xml:lang="grc">ἀποπνεόμενον</foreign>.</note> </p><p rend="indent">πνευμάτων δʼ ὄντων, οὐκ εὐσταθοῦσιν οἱ ὄρνιθες οὐδὲ βέβαια σημεῖα παρέχουσι διὰ τὴν πλάνην καὶ τὴν ἀνωμαλίαν. διδάσκουσιν οὖν τῷ ἔθει μὴ πνευμάτων ὄντων ἀλλὰ νηνεμίας καὶ καταστάσεως ἐπὶ ταῦτα προϊέναι τοὺς οἰωνοπόλους, ὅτε δύνανται τοῖς λαμπτῆρσιν ἀνεῳγμένοις χρῆσθαι. </p></div><div subtype="section" type="textpart" n="73"><milestone unit="stephpage" xml:id="stephpage-281c" n="281c"/><p rend="indent"><q>διὰ τί δʼ ἀπείρητο τοῖς ἕλκος ἔχουσιν ἱερεῦσιν ἐπʼ οἰωνῶν καθέζεσθαι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καθέζεσθαι</foreign> Wyttenbach: <foreign xml:lang="grc">καθίζεσθαι</foreign>.</note> </q>; </p><p rend="indent">πότερον καὶ τοῦτο σύμβολόν ἐστι τοῦ μηδὲν δακνομένους μηδʼ οἷον ἕλκος ἴδιον καὶ πάθος ἔχοντας ἐν τῇ ψυχῇ τὰ θεῖα χρηματίζειν, ἀλλʼ ἀλύπους καὶ ἀκεραίους καὶ ἀπερισπάστους ὄντας; </p><p rend="indent">ἢ κατὰ λόγον ἐστίν, εἰ μήθʼ ἱερείῳ χρήσαιτʼ ἄν τις ἕλκος ἔχοντι πρὸς θυσίαν μήτʼ ὄρνισι πρὸς οἰωνισμόν, ἔτι μᾶλλον ἐφʼ ἑαυτῶν φυλάττεσθαι τὰ τοιαῦτα, καὶ καθαροὺς γενομένους καὶ ἀσινεῖς καὶ ὁλοκλήρους ἐπὶ τὰ παρὰ τῶν θεῶν σημαινόμενα βαδίζειν; τὸ γὰρ ἕλκος ἔοικε πήρωσὶς <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πήρωσὶς</foreign> Meziriacus: <foreign xml:lang="grc">πώρωσὶς</foreign></note> τις εἶναι <milestone unit="stephpage" xml:id="stephpage-281d" n="281d"/> καὶ μιασμὸς τοῦ σώματος.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>