<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3:61-80</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3:61-80</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3" type="edition" xml:lang="grc"><div subtype="section" type="textpart" n="61"><p rend="indent"><q>διὰ τί τὸν θεὸν ἐκεῖνον, ᾧ μάλιστα τὴν Ῥώμην σῴζειν προσήκει καὶ φυλάττειν, εἴτʼ ἐστὶν ἄρρην εἴτε θήλεια, καὶ λέγειν ἀπείρηται καὶ ζητεῖν καὶ ὀνομάζειν; ταύτην δὲ τὴν ἀπόρρησιν ἐξάπτουσι δεισιδαιμονίας, ἱστοροῦντες Οὐαλέριον Σωρανὸν ἀπολέσθαι κακῶς διὰ τὸ ἐξειπεῖν.</q></p><p rend="indent">πότερον, ὡς τῶν Ῥωμαϊκῶν τινες ἱστορήκασιν, <pb xml:id="v.4.p.96"/> ἐκκλήσεις εἰσὶ καὶ γοητεῖαι θεῶν, αἷς νομίζοντες καὶ αὐτοὶ θεούς τινας ἐκκεκλῆσθαι παρὰ τῶν πολεμίων<milestone unit="stephpage" xml:id="stephpage-279a" n="279a"/> καὶ μετῳκηκέναι πρὸς αὑτοὺς <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αὑτοὺς</foreign> Hatzidakis: <foreign xml:lang="grc">αὐτούς</foreign>.</note> ἐφοβοῦντο τὸ αὐτὸ παθεῖν ὑφʼ ἑτέρων; ὥσπερ οὖν Τύριοι δεσμοὺς ἀγάλμασι λέγονται περιβαλεῖν, ἕτεροι δʼ αἰτεῖν ἐγγυητὰς ἐπὶ λουτρὸν ἢ καθαρμόν τινα προπέμποντες, οὕτως ᾤοντο Ῥωμαῖοι τὸ ἄρρητον καὶ τὸ ἄγνωστον ἀσφαλεστάτην εἶναι θεοῦ καὶ βεβαιοτάτην φρουράν. </p><p rend="indent">ἢ καθάπερ Ὁμήρῳ πεποίηται τὸ <quote rend="blockquote">γαῖα δʼ ἔτι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἔτι</foreign> Homer: <foreign xml:lang="grc">ἐστι</foreign>.</note> ξυνὴ πάντων</quote> ὅπως οἱ ἄνθρωποι τοὺς θεοὺς πάντας σέβωνται καὶ τιμῶσι τὴν γῆν κοινῶς ἔχοντας, <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἔχοντας</foreign> Meziriacus: <foreign xml:lang="grc">ἔχοντες</foreign>.</note> οὕτως ἀπεκρύψαντο τὸν κύριον τῆς σωτηρίας οἱ παλαιοὶ Ῥωμαῖοι, βουλόμενοι μὴ μόνον τοῦτον ἀλλὰ πάντας ὑπὸ τῶν πολιτῶν τοὺς θεοὺς τιμᾶσθαι; </p></div><div subtype="section" type="textpart" n="62"><milestone unit="stephpage" xml:id="stephpage-279b" n="279b"/><p rend="indent"><q>διὰ τί τῶν λεγομένων Φιτιαλέων, <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Φιταλέων</foreign> Bernardakis: <foreign xml:lang="grc">φιδαλέων</foreign> (-<foreign xml:lang="grc">ίων</foreign> E).</note> Ἑλληνιστὶ δʼ οἷον εἰρηνοποιῶν καὶ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ</foreign> added by H.J. Rose.</note> σπονδοφόρων, ὁ καλούμενος <q>πάτερ πατρᾶτος</q> ἐνομίζετο μέγιστος; ἔστι δʼ οὗτος, ᾧ πατὴρ ζῇ καὶ παῖδες εἰσὶν ἔχει δὲ καὶ νῦν προνομίαν τινὰ καὶ πίστιν οἱ γάρ στρατηγοὶ τὰ διʼ εὐμορφίαν καὶ ὥραν ἐπιμελοῦς δεόμενα καὶ σώφρονος φυλακῆς σώματα τούτοις παρακατατίθενται.</q><pb xml:id="v.4.p.98"/></p><p rend="indent">πότερον ὅτι τὸ αἰδεῖσθαι τοὺς παῖδας αὐτοῖς καὶ τὸ φοβεῖσθαι τοὺς πατέρας πρόσεστιν· ἢ τοὔνομα τὴν αἰτίαν ὑπαγορεύει; βούλεται γὰρ εἶναι τὸ <q>πατρᾶτον οἱονεὶ</q> συμπεπερασμένον καὶ πεπερατωμένον, ὡς τελειοτέρου τῶν ἄλλων ὄντος <milestone unit="stephpage" xml:id="stephpage-279c" n="279c"/> συμβέβηκε πατέρα κεκτημένῳ πατρὶ γενέσθαι. </p><p rend="indent">ἢ δεῖ τὸν ὅρκων καὶ εἰρήνης προιστάμενον <q>ἅμα πρόσω καὶ ὀπίσω</q> <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πρόσσω καὶ ὀπίσσω</foreign> Homer, <title rend="italic">Il.</title> i. 343, <title rend="italic">Od.</title> xxin. 452.</note> καθʼ Ὅμηρον ὁρᾶν; εἴη δʼ ἂν μάλιστα τοιοῦτος, ᾧ παῖς ἔστιν ὑπὲρ οὗ βουλεύεται, καὶ πατὴρ μεθʼ οὗ βουλεύεται.</p></div><div subtype="section" type="textpart" n="63"><p rend="indent"><q>διὰ τί τῷ καλουμένῳ <q>ῥῆγι σακρώρουμ</q> οὗτος δʼ ἐστὶ βασιλεὺς ἱερῶν ἀπείρηται καὶ ἄρχειν καὶ δημηγορεῖν;</q></p><p rend="indent">ἢ τὸ παλαιὸν οἱ βασιλεῖς τὰ πλεῖστα καὶ μέγιστα τῶν ἱερῶν ἔδρων καὶ τὰς θυσίας ἔθυον αὐτοὶ μετὰ τῶν ἱερέων; ἐπεὶ δʼ οὐκ ἐμετρίαζον ἀλλʼ <milestone unit="stephpage" xml:id="stephpage-279d" n="279d"/> ἦσαν ὑπερήφανοι καὶ βαρεῖς, τῶν μὲν Ἑλλήνων οἱ πλεῖστοι τὴν ἐξουσίαν αὐτῶν περιελόμενοι μόνον τὸ θύειν τοῖς θεοῖς ἀπέλιπον, Ῥωμαῖοι δὲ παντάπασι τοὺς βασιλεῖς ἐκβαλόντες ἄλλον ἐπὶ τὰς θυσίας ἔταξαν, οὔτʼ ἄρχειν ἐάσαντες οὔτε δημαγωγεῖν, ὅπως μόνον ἐν τοῖς ἱεροῖς βασιλεύεσθαι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Βασιλεύεσθαι</foreign> Wyttenbach: <foreign xml:lang="grc">βουλεύεσθαι</foreign>.</note> δοκῶσι καὶ βασιλείαν διὰ τοὺς θεοὺς ὑπομένειν. ἔστι γοῦν τις ἐν ἀγορᾷ θυσία πρὸς τῷ λεγομένῳ Κομιτίῳ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Κομιτίῳ</foreign> Bernardakis: <foreign xml:lang="grc">Κομητίῳ</foreign>.</note> πάτριος, ἣν θύσας ὁ βασιλεὺς κατὰ τάχος ἄπεισι φεύγων ἐξ ἀγορᾶς. </p></div><pb xml:id="v.4.p.100"/><div subtype="section" type="textpart" n="64"><p rend="indent"><q>διὰ τί τὴν τράπεζαν οὐκ εἴων ἀναιρεῖσθαι κενήν, ἀλλὰ πάντως τινὸς ἐπόντος;</q></p><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-279e" n="279e"/> πότερον αἰνιττόμενοι τὸ δεῖν ἀεί τι τοῦ παρόντος εἰς τὸ μέλλον ὑπολιπεῖν καὶ τῆς αὔριον ἐν τῇ σήμερον μνημονεύειν, ἢ νομίζοντες ἀστεῖον εἶναι τὸ συστέλλειν καὶ ἀνέχειν τὴν ὄρεξιν ἔτι παρούσης τῆς ἀπολαύσεως; ἧττον γὰρ ἐπιθυμοῦσι τῶν ἀπόντων ἐθισθέντες ἀπέχεσθαι τῶν παρόντων, </p><p rend="indent">ἢ καὶ πρὸς οἰκέτας φιλάνθρωπον τὸ ἔθος; οὐ γὰρ οὕτω λαμβάνοντες ὡς μεταλαμβάνοντες ἀγαπῶσι, κοινωνεῖν τρόπον τινὰ τραπέζης ἡγούμενοι τοῖς δεσπόταις. </p><p rend="indent">ἢ τῶν ἱερῶν οὐδέποτε δεῖ κενὸν οὐθὲν περιορᾶν, ἱερὸν δʼ ἡ τράπεζα;</p></div><div subtype="section" type="textpart" n="65"><p rend="indent"><q>διὰ τί τῇ νύμφῃ τὸ πρῶτον οὐκ ἐντυγχάνει <milestone unit="stephpage" xml:id="stephpage-279f" n="279f"/> μετὰ φωτὸς ὁ ἀνὴρ ἀλλὰ διὰ σκότους;</q></p><p rend="indent">πότερον ὅτι αἰδεῖται πρὶν ἢ συνελθεῖν ἀλλοτρίαν νομίζων, ἢ καὶ πρὸς ἰδίαν προσιέναι μετʼ αἰδοῦς ἐθιζόμενος; </p><p rend="indent">ἢ, καθάπερ ὁ Σόλων ἔγραψε μήλου κυδωνίου τὴν νύμφην ἐντραγοῦσαν εἰς τὸν θάλαμον βαδίζειν, ὅπως τὸ πρῶτον ἄσπασμα μὴ δυσχερὲς γένηται μηδʼ ἀχάριστον, οὕτως ὁ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὁ</foreign>] In E only.</note> Ῥωμαῖος νομοθέτης, εἰ δή τι προσῆν ἄτοπον τῷ σώματι καὶ δυσχερές, ἔκρυψεν; </p><p rend="indent">ἢ διαβολὴ τίς ἐστιν ἀφροδισίων παρανόμων τὸ <pb xml:id="v.4.p.102"/> γιγνόμενον, ὡς καὶ τοῖς νομίμοις <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">νομίμοις</foreign> Xylander and some mss.: <foreign xml:lang="grc">νόμοις</foreign></note> αἰσχύνης τινὸς προσούσης;</p></div><div subtype="section" type="textpart" n="66"><p rend="indent"><q>διὰ τί τῶν ἱπποδρόμων εἷς Φλαμίνιος καλεῖται;</q></p><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-280a" n="280a"/>ἢ ὅτι, Φλαμινίου τινὸς τῶν παλαιῶν τῇ πόλει χώραν ἐπιδόντος, ἐχρῶντο ταῖς προσόδοις εἰς τοὺς ἱππικοὺς ἀγῶνας· ἔτι δὲ περιόντων χρημάτων, κατεσκεύασαν ὁδόν, ἣν καὶ αὐτὴν Φλαμινίαν προσηγόρευσαν;</p></div><div subtype="section" type="textpart" n="67"><p rend="indent"><q>διὰ τί <q>λικτώρεις</q> τοὺς ῥαβδούχους ὀνομάζουσι;</q></p><p rend="indent">πότερον ὅτι καὶ συνέδεον τοὺς ἀκολασταίνοντας οὗτοι καὶ τῷ Ῥωμύλῳ παρηκολούθουν ἱμάντας ἐν τοῖς κόλποις κομίζοντες; τὸ δὲ δεσμεύειν <q>ἀλλιγᾶρε</q> λέγουσιν οἱ πολλοὶ Ῥωμαίων, οἱ δὲ καθαρεύοντες ἐν τῷ διαλέγεσθαι <q>λιγᾶρε.</q> </p><p rend="indent">ἢ νῦν μὲν παρέγκειται τὸ <term>κ</term>, πρότερον δὲ <q>λιτώρεις</q> ἐκαλοῦντο, λειτουργοί τινες ὄντες περὶ <milestone unit="stephpage" xml:id="stephpage-280b" n="280b"/> τὸ δημόσιον; ὅτι γὰρ λῇτον ἄχρι νῦν τὸ δημόσιον ἐν πολλοῖς τῶν Ἑλλήνων νόμων γέγραπται, οὐδένα ὡς ἔπος εἰπεῖν λέληθε.</p></div><div subtype="section" type="textpart" n="68"><p rend="indent"><q>διὰ τί κύνα θύουσιν οἱ Λούπερκοι; Λούπερκοι δʼ εἰσὶν οἱ τοῖς Λουπερκαλίοις γυμνοὶ διαθέοντες ἐν περιζώμασι καὶ καθικνούμενοι σκύτει τῶν ἀπαντώντων.</q><pb xml:id="v.4.p.104"/></p><p rend="indent">πότερον ὅτι καθαρμός ἐστι τῆς πόλεως τὰ δρώμενα; καὶ γὰρ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">γὰρ</foreign> in E only.</note> τὸν μῆνα <q>Φεβρουάριον</q> καλοῦσι καὶ νὴ Δία τὴν ἡμέραν ἐκείνην <q>φεβράτην,</q> καὶ <q>φεβρᾶρε</q> τό τινι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">φεβρᾶρε</foreign> F.C.B.; <foreign xml:lang="grc">φεβρουάρε</foreign> Pantazides: <foreign xml:lang="grc">φεβρᾶρι</foreign>ν.</note> <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Helmbold for <foreign xml:lang="grc">τὸ τῶν</foreign>.</note> σκυτῶν εἴδει <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">εἴδει</foreign> Capps: <foreign xml:lang="grc">ἤδε</foreign>ι</note> καθικνεῖσθαι, τοῦ ῥήματος τὸ καθαίρειν σημαίνοντος· τῷ δὲ κυνὶ πάντες <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">πάντες] πάντως in all mss. except E.</note> ὡς ἔπος εἰπεῖν Ἕλληνες ἐχρῶντο <milestone unit="stephpage" xml:id="stephpage-280c" n="280c"/> καὶ χρῶνταί γε μέχρι νῦν ἔνιοι σφαγίῳ πρὸς τοὺς καθαρμούς· καὶ τῇ Ἑκάτῃ σκυλάκια μετὰ τῶν ἄλλων καθαρσίων ἐκφέρουσι καὶ περιμάττουσι σκυλακίοις τοὺς ἁγνισμοῦ δεομένους, περισκυλακισμὸν τὸ τοιοῦτον γένος τοῦ καθαρμοῦ καλοῦντες. <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καλοῦντες</foreign>] <foreign xml:lang="grc">δηλοῦντες</foreign> in one ms. at least (E).</note> </p><p rend="indent">ἢ λύκος μὲν ὁ λοῦπός ἐστι καὶ Λύκαια τὰ Λουπερκάλια, λύκῳ δὲ κύων πολέμιος καὶ διὰ τοῦτο θύεται τοῖς Λυκαίοις; </p><p rend="indent">ἢ ὅτι τοὺς Λουπέρκους ὑλακτοῦσι καὶ παραλυποῦσιν οἱ κύνες ἐν τῇ πόλει διαθέοντας; </p><p rend="indent">ἢ Πανὶ μὲν ἡ θυσία γίγνεται, Πανὶ δὲ κύων προσφιλὲς διὰ τὰ αἰπόλια;</p></div><div subtype="section" type="textpart" n="69"><p rend="indent"><q>διὰ τί τῷ καλουμένῳ Σεπτομουντίῳ παρεφύλαττον ὀχήμασι ζευκτοῖς μὴ χρῆσθαι, καὶ μέχρι νῦν οἱ τῶν παλαιῶν μὴ καταφρονοῦντες παραφυλάττουσι<milestone unit="stephpage" xml:id="stephpage-280d" n="280d"/>; τὸ δὲ σεπτομούντιον ἄγουσιν ἐπὶ τῷ τὸν ἕβδομον λόφον τῇ πόλει προσκατανεμηθῆναι καὶ τὴν Ῥώμην ἑπτάλοφον γενέσθαι.</q><pb xml:id="v.4.p.106"/></p><p rend="indent">πότερον, ὡς ἔνιοι τῶν Ῥωμαϊκῶν ἐπινοοῦσι, διὰ τὸ μήπω συνεζεῦχθαι τοῖς μέρεσι παντελῶς τὴν πόλιν; </p><p rend="indent">ἢ τοῦτο μὲν ἄλλως <q>οὐ πρὸς Διόνυσόν,,</q> ἐστιν ἔργου δὲ μεγάλου τοῦ πρὸς τὸν συνοικισμὸν ἐκτελεσθέντος, οἰόμενοι τὴν πόλιν ἤδη πεπαῦσθαι προϊοῦσαν εἰς τὸ πρόσθεν, ἔπαυσαν μὲν αὑτοὺς ἀνέπαυσαν δὲ τῶν ὑποζυγίων τὰ συμπονήσαντα καὶ παρέσχον ἀπολαῦσαι τῇ σχολῇ τῆς κοινῆς ἑορτῆς; </p><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-280e" n="280e"/>ἢ πᾶσαν μὲν ἐβούλοντο κοσμεῖν ἀεὶ καὶ τιμᾶν ἑορτὴν τοὺς πολίτας παρόντας, μάλιστα δὲ τὴν ἐπὶ τῷ συνοικισμῷ τῆς πόλεως ἀγομένην ἵνʼ οὖν τὴν πόλιν, ἧς ἐστιν ἡ ἑορτή, μὴ ἀπολείπωσιν, οὐκ ἐφεῖτο χρῆσθαι ζεύγεσιν ἐκείνην τὴν ἡμέραν;</p></div><div subtype="section" type="textpart" n="70"><p rend="indent"><q>διὰ τί τοὺς κατεγνωσμένους <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κατεγνωσμένους</foreign> Wyttenbach: <foreign xml:lang="grc">ἀπεγνωσμένους</foreign></note> ἐπὶ κλοπαῖς ἢ δουλικοῖς τισιν ἄλλοις ἁμαρτήμασι <q>φουρκιφέρους</q> <note resp="editor" xml:lang="eng" n="v.4.p.106.n.2" place="unspecified" anchored="true"><foreign xml:lang="grc">φουρκιφέρους</foreign> F.C.B.: <foreign xml:lang="grc">φουρκιφέρας</foreign>.</note> καλοῦσιν;</q></p><p rend="indent">ἢ καὶ τοῦτο τῆς τῶν παλαιῶν ἐπιμελείας τεκμήριόν ἐστιν; ὁ γὰρ οἰκότριβος ἰδίου καταγνούς τινα μοχθηρίαν ἐκέλευε διπλοῦν ξύλον, ὃ ταῖς ἁμάξαις ὑφιστᾶσιν, ἀράμενον διὰ τῆς συνοικίας ἢ τῆς γειτνιάσεως διεξελθεῖν ὑπὸ πάντων ὁρώμενον, <milestone unit="stephpage" xml:id="stephpage-280f" n="280f"/> ὅπως ἀπιστοῖεν αὐτῷ καὶ φυλάττοιντο πρὸς τὸ λοιπὸν τὸ δὲ ξύλον ἡμεῖς μὲν στήριγμα, <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">στήριγμα</foreign> Xylander: <foreign xml:lang="grc">στήρητα</foreign>.</note> Ῥωμαῖοι <pb xml:id="v.4.p.108"/> δὲ <q>φοῦρκαν</q> ὀνομάζουσι· διὸ καὶ <q>φουρκίφερ</q> ὁ τοῦτο περιενεγκὼν καλεῖται.</p></div><div subtype="section" type="textpart" n="71"><p rend="indent"><q>διὰ τί τῶν κυριττόντων βοῶν ὑπὲρ τοῦ φυλάττεσθαι τὸν ἐντυγχάνοντα χόρτον τῷ κέρατι προσδοῦσιν,</q></p><p rend="indent">ἢ διὰ κόρον καὶ πλησμονὴν ἐξυβρίζουσι καὶ βόες καὶ ἵπποι καὶ ὄνοι καὶ ἄνθρωποι; ὥς που καὶ Σοφοκλῆς πεποίηκε <quote rend="blockquote"><l>σὺ δὲ σφαδᾴζεις πῶλος ὣς εὐφορβίᾳ, </l><l>γαστήρ τε γάρ σου καὶ γνάθος πλήρης πέλει. <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πέλει</foreign> added by Pearson (Cobet: <foreign xml:lang="grc">ἀεί</foreign>: Ahrens <foreign xml:lang="grc">Βορᾶς</foreign>).</note> </l></quote> διὸ καὶ Μᾶρκον Κράσσον οἱ Ῥωμαῖοι χόρτον ἔχειν ἔφασαν ἐφυλάττοντο γάρ αὐτὸν οἱ τοὺς ἄλλους ἐν <milestone unit="stephpage" xml:id="stephpage-281a" n="281a"/> τῇ πολιτείᾳ σπαράττοντες ὡς ἀμυντικὸν καὶ δυσεπιχείρητον. οὐ μὴν ἀλλʼ ὕστερον ἐλέχθη πάλιν, ὅτι Κράσσου Καῖσαρ ἀφῃρήκει τὸν χόρτον ἀντέστη γὰρ αὐτῷ πρῶτος ἐν τῇ πολιτείᾳ καὶ κατεφρόνησε.</p></div><div subtype="section" type="textpart" n="72"><p rend="indent"><q>διὰ τί τῶν ἐπʼ οἰωνοῖς ἱερέων, οὓς Αὔσπικας πρότερον Αὔγουρας δὲ νῦν καλοῦσιν, ᾤοντο δεῖν ἀεὶ τοὺς λαμπτῆρας ἀνεῳγμένους εἶναι καὶ τὸ πῶμα μὴ ἐπικεῖσθαι;</q></p><p rend="indent">ἢ καθάπερ οἱ Πυθαγορικοὶ μικρὰ μεγάλων ἐποιοῦντο σύμβολα κωλύοντες <q>ἐπὶ χοίνικος καθῆσθαι</q> καὶ <q>πῦρ μαχαίρᾳ μὴ σκαλεύειν,</q> οὕτως <milestone unit="stephpage" xml:id="stephpage-281b" n="281b"/> οἱ παλαιοὶ πολλοῖς αἰνίγμασιν ἐχρῶντο καὶ μάλιστα πρὸς τοὺς ἱερεῖς, οἷόν ἐστι καὶ τὸ τοῦ λαμπτῆρος, <pb xml:id="v.4.p.110"/> ἔοικε γὰρ ὁ λαμπτὴρ τῷ περιέχοντι τὴν ψυχὴν σώματι. φῶς γάρ ἐστιν ἡ ἐντὸς ψυχὴ καὶ δεῖ τὸ συνετὸν καὶ φρόνιμον ἀεὶ ἀναπεπταμένον αὐτῆς εἶναι καὶ δεδορκὸς καὶ μηδέποτε συγκεκλεῖσθαι μηδʼ ἄποπτον μένειν. <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἄποπτον μένειν</foreign> F.C.B.: <foreign xml:lang="grc">ἀποπνεόμενον</foreign>.</note> </p><p rend="indent">πνευμάτων δʼ ὄντων, οὐκ εὐσταθοῦσιν οἱ ὄρνιθες οὐδὲ βέβαια σημεῖα παρέχουσι διὰ τὴν πλάνην καὶ τὴν ἀνωμαλίαν. διδάσκουσιν οὖν τῷ ἔθει μὴ πνευμάτων ὄντων ἀλλὰ νηνεμίας καὶ καταστάσεως ἐπὶ ταῦτα προϊέναι τοὺς οἰωνοπόλους, ὅτε δύνανται τοῖς λαμπτῆρσιν ἀνεῳγμένοις χρῆσθαι. </p></div><div subtype="section" type="textpart" n="73"><milestone unit="stephpage" xml:id="stephpage-281c" n="281c"/><p rend="indent"><q>διὰ τί δʼ ἀπείρητο τοῖς ἕλκος ἔχουσιν ἱερεῦσιν ἐπʼ οἰωνῶν καθέζεσθαι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καθέζεσθαι</foreign> Wyttenbach: <foreign xml:lang="grc">καθίζεσθαι</foreign>.</note> </q>; </p><p rend="indent">πότερον καὶ τοῦτο σύμβολόν ἐστι τοῦ μηδὲν δακνομένους μηδʼ οἷον ἕλκος ἴδιον καὶ πάθος ἔχοντας ἐν τῇ ψυχῇ τὰ θεῖα χρηματίζειν, ἀλλʼ ἀλύπους καὶ ἀκεραίους καὶ ἀπερισπάστους ὄντας; </p><p rend="indent">ἢ κατὰ λόγον ἐστίν, εἰ μήθʼ ἱερείῳ χρήσαιτʼ ἄν τις ἕλκος ἔχοντι πρὸς θυσίαν μήτʼ ὄρνισι πρὸς οἰωνισμόν, ἔτι μᾶλλον ἐφʼ ἑαυτῶν φυλάττεσθαι τὰ τοιαῦτα, καὶ καθαροὺς γενομένους καὶ ἀσινεῖς καὶ ὁλοκλήρους ἐπὶ τὰ παρὰ τῶν θεῶν σημαινόμενα βαδίζειν; τὸ γὰρ ἕλκος ἔοικε πήρωσὶς <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πήρωσὶς</foreign> Meziriacus: <foreign xml:lang="grc">πώρωσὶς</foreign></note> τις εἶναι <milestone unit="stephpage" xml:id="stephpage-281d" n="281d"/> καὶ μιασμὸς τοῦ σώματος.</p></div><div subtype="section" type="textpart" n="74"><p rend="indent"><q>διὰ τί μικρᾶς Τύχης ἱερὸν ἱδρύσατο Σερούιος Τούλλιος ὁ βασιλεὺς ἣν <q>βρέβεμ</q> καλοῦσι;</q></p><p rend="indent">πότερον ὅτι μικρὸς ὢν ἐν ἀρχῇ καὶ ταπεινὰ <pb xml:id="v.4.p.112"/> πράττων καὶ γεγονὼς ἐκ μητρὸς αἰχμαλώτου διὰ τὴν τύχην ἐβασίλευσε τῆς Ῥώμης· ἢ αὕτη μὲν ἡ μεταβολὴ μέγεθος ἐμφαίνει τύχης μᾶλλον ἢ μικρότητα, πάντων δὲ μάλιστα Σερούιος ἔοικε τὴν τῆς τύχης ἐκθειάσας δύναμιν ἐπιφημίσαι πράξεσιν <milestone unit="stephpage" xml:id="stephpage-281e" n="281e"/> ἁπάσαις; οὐ γὰρ μόνον Τύχης εὐέλπιδος καὶ ἀποτροπαίου καὶ μειλιχίας καὶ πρωτογενείας καὶ ἄρρενος ἱερὰ κατεσκεύασεν, ἀλλʼ ἔστιν ἰδίας Τύχης ἱερόν, ἕτερον δʼ ἐπιστρεφομένης, ἄλλο <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἄλλο</foreign> Dübner: <foreign xml:lang="grc">ἄλλο δʼ εὐέλπιδος ἄλλο</foreign>, apparently repeated from above.</note> παρθένου· καὶ τί ἄν τις ἐπεξίοι τὰς ἄλλας ἐπωνυμίας, ὅπου Τύχης ἰξευτρίας <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἰξευτρίας</foreign> Stephanus (<foreign xml:lang="lat">cf</foreign>.332 F): <foreign xml:lang="grc">ἰξευτηρία</foreign>ς</note> ἱερόν ἐστιν, ἣν βισκᾶταν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">βισκᾶταν</foreign>] <foreign xml:lang="grc">βισκατρίκεμ</foreign> Meziriacus.</note> ὀνομάζουσιν, ὡς πόρρωθεν ἡμῶν ἁλισκομένων ὑπʼ αὐτῆς καὶ προσισχομένων τοῖς πράγμασιν; </p><p rend="indent">ὅρα δὴ μὴ καταμαθὼν τὸ παρὰ μικρὸν ἀεὶ τῆς τύχης μέγα δυνάμενον, καὶ ὅτι τῷ γενέσθαι τι μικρὸν ἢ μὴ γενέσθαι τι πολλάκις ὑπῆρξεν ἐνίοις τυχεῖν ἢ διαμαρτεῖν τῶν μεγίστων, μικρᾶς Τύχης ἱερὸν ἱδρύσατο, προσέχειν διδάσκων τοῖς πράγμασι καὶ μὴ καταφρονεῖν διὰ μικρότητα τῶν ἐντυγχανόντων.</p></div><div subtype="section" type="textpart" n="75"><p rend="indent"><q>διὰ τί λύχνον οὐκ ἐσβέννυσαν, ἀλλʼ αὐτὸν ὑφʼ ἑαυτοῦ περιεώρων μαραινόμενον;</q></p><p rend="indent">πότερον ὡς συγγενὲς καὶ ἀδελφικὸν σεβόμενοι τοῦ ἀσβέστου καὶ ἀθανάτου πυρός, ἢ καὶ τοῦτο σύμβολόν ἐστι τοῦ μὴ δεῖν τὸ ἔμψυχον, ἂν μὴ <pb xml:id="v.4.p.114"/> βλάπτῃ, διαφθείρειν μηδʼ ἀναιρεῖν, ὡς ζῴῳ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ζῴῳ</foreign> Dübner: <foreign xml:lang="grc">ζώου</foreign>.</note> τοῦ πυρὸς ἐοικότος; καὶ γὰρ τροφῆς δεῖται καὶ αὐτοκίνητόν ἐστιν καὶ σβεννύμενον φωνὴν ἀφίησιν ὥσπερ φονευόμενον. </p><p rend="indent">ἤ διδάσκει τὸ ἔθος ἡμᾶς ὅτι δεῖ μήτε πῦρ μήθʼ ὕδωρ μήτʼ ἄλλο τι τῶν ἀναγκαίων αὐτοὺς ἄδην ἔχοντας διαφθείρειν, ἀλλʼ ἐᾶν χρῆσθαι τοὺς δεομένους καὶ ἀπολείπειν ἑτέροις, ὅταν αὐτοὶ μηκέτι χρείαν ἔχωμεν; </p></div><div subtype="section" type="textpart" n="76"><milestone unit="stephpage" xml:id="stephpage-282a" n="282a"/><p rend="indent"><q>διὰ τί τὰς ἐν τοῖς ὑποδήμασι σεληνίδας οἱ διαφέρειν δοκοῦντες εὐγενείᾳ φοροῦσιν;</q></p><p rend="indent">πότερον, ὡς Κάστωρ φησί, σύμβολόν ἐστι τοῦτο τῆς λεγομένης οἰκήσεως ἐπὶ τῆς σελήνης <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τῆς σελήνης</foreign> E: <foreign xml:lang="grc">ταῖς σελήναις</foreign>.</note> καὶ ὅτι μετὰ τὴν τελευτὴν αὖθις αἱ ψυχαὶ τὴν σελήνην ὑπὸ πόδας ἕξουσιν, ἢ τοῖς παλαιοτάτοις τοῦθʼ ὑπῆρχεν ἐξαίρετον; οὗτοι δʼ ἦσαν Ἀρκάδες τῶν ἀπʼ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀπʼ</foreign>] <foreign xml:lang="grc">ἐπʼ</foreign> Xylander and Kronenburg.</note> Εὐάνδρου Προσελήνων λεγομένων. </p><p rend="indent">ἢ, καθάπερ ἄλλα πολλά, καὶ τοῦτο τοὺς ἐπαιρομένους καὶ μέγα φρονοῦντας ὑπομιμνσῄκει <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὑπομιμνσῄκει</foreign> a patent correction: <foreign xml:lang="grc">ὑπομιμνσήκειν</foreign></note> τῆς ἐπʼ ἀμφότερον τῶν ἀνθρωπίνων μεταβολῆς παράδειγμα ποιουμένους τὴν σελήνην, ὡς <milestone unit="stephpage" xml:id="stephpage-282b" n="282b"/> <quote rend="blockquote"><l>ἐξ ἀδήλου πρῶτον ἔρχεται νέα </l><l>πρόσωπα καλλύνουσα καὶ πληρουμένη, </l><l>χὤταν περ αὑτῆς εὐπρεπεστάτη <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">εὐπρεπεστάτη</foreign>, <title rend="italic">Moralia</title>, 517 D: <foreign xml:lang="grc">εὐγενεστάτη</foreign> (<foreign xml:lang="grc">εὐγανεστάτη</foreign>? Pohlenz).</note> φανῇ, </l><l>πάλιν διαρρεῖ κἀπὶ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κἀπὶ</foreign>] <foreign xml:lang="grc">κεἰς τὸ</foreign> in the <title rend="italic">Life of Demetrius</title>, chap. xlv.</note> μηδὲν ἔρχεται; </l></quote> <pb xml:id="v.4.p.116"/> </p><p rend="indent">ἤ πειθαρχίας ἦν μάθημα βασιλευομένους <note resp="editor" xml:lang="eng" n="v.4.p.116.n.1" place="unspecified" anchored="true"><foreign xml:lang="grc">βασιλευομένους</foreign>] <foreign xml:lang="grc">βουλευομένων</foreign> in some mss.</note> μὴ δυσχεραίνειν, ἀλλʼ ὥσπερ ἡ σελήνη προσέχειν ἐν ἐθέλει τῷ κρείττονι καὶ δευτερεύειν <quote rend="blockquote">ἀεὶ παπταίνουσα πρὸς αὐγὰς ἠελίοιο</quote> κατὰ τὸν Παρμενίδην, οὕτω τὴν δευτέραν τάξιν ἀγαπᾶν χρωμένους τῷ ἡγεμόνι καὶ τῆς ἀπʼ ἐκείνου δυνάμεως καὶ τιμῆς ἀπολαύοντας;</p></div><div subtype="section" type="textpart" n="77"><p rend="indent"><q>διὰ τί τὸν μὲν ἐνιαυτὸν τοῦ Διὸς νομίζουσι, τοὺς δὲ μῆνας τῆς Ἥρας;</q></p><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-282c" n="282c"/>ἢ ὅτι τῶν μὲν ἀοράτων θεῶν καὶ νοητῶν βασιλεύουσι Ζεὺς καὶ Ἥρα, τῶν δʼ ὁρατῶν ἥλιος καὶ σελήνη; ποιεῖ δʼ ὁ μὲν ἥλιος τὸν ἐνιαυτόν, ἡ δὲ σελήνη τοὺς μῆνας. δεῖ δὲ μὴ νομίζειν ἁπλῶς εἰκόνας ἐκείνων τούτους, ἀλλʼ αὐτὸν ἐν ὕλῃ Δία τὸν ἥλιον, καὶ αὐτὴν τὴν Ἥραν ἐν ὕλῃ τὴν σελήνην. διὸ καὶ Ἰουνῶνεμ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἰουνῶνεμ</foreign> an early correction (in the Vossianus according to Wyttenbach): <foreign xml:lang="grc">ἴουνον</foreign>.</note> ἐπονομάζουσι τὴν Ἥραν, τὸ νέον ἢ τὸ νεώτερον ἐμφαίνοντος τοῦ ὀνόματος ἀπὸ τῆς σελήνης· καὶ Λουκῖναν Ἥραν καλοῦσιν οἷον φωτεινὴν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">φωτεινὴν</foreign>] <foreign xml:lang="grc">φαεινὴν</foreign> in most mss.</note> ἢ φωτίζουσαν καὶ νομίζουσιν ἐν ταῖς λοχείαις καὶ ὠδῖσι βοηθεῖν, ὥσπερ καὶ τὴν σελήνην, <quote rend="blockquote"><l>διὰ κυάνεον <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κυάνεον</foreign>] <foreign xml:lang="grc">λαμπρὸν</foreign> as quoted by Macrobius.</note> πόλον ἄστρων </l><l><milestone unit="stephpage" xml:id="stephpage-282d" n="282d"/> διὰ τʼ ὠκυτόκοιο σελάνας·</l></quote> εὐτοκεῖν γὰρ ἐν ταῖς πανσελήνοις μάλιστα δοκοῦσιν. </p></div><pb xml:id="v.4.p.118"/><div subtype="section" type="textpart" n="78"><p rend="indent"><q>διὰ τί τῶν οἰωνῶν ὁ καλούμενος ἀριστερὸς αἴσιος;</q></p><p rend="indent">πότερον οὐκ ἔστι τοῦτʼ ἀληθές, ἀλλὰ παρακρούεται πολλοὺς ἡ διάλεκτος <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">διάλεκτος</foreign>] <foreign xml:lang="grc">διαλεκτικός</foreign> in practically all mss.</note>; τὸ γὰρ ἀριστερὸν <q>σίνιστρον ὀνομάζουσι,</q> τὸ δʼ ἐφεῖναι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐφεῖναι</foreign> Xylander: <foreign xml:lang="grc">ἀφεῖναι</foreign>.</note> <q>σίνερε</q> καὶ <q>σίνε</q> λέγουσιν, ὅταν ἐφεῖναι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐφεῖναι</foreign> Xylander: <foreign xml:lang="grc">ἀφεῖναι</foreign>.</note> παρακαλῶσι. τὸν οὖν ἐφιέντα τὴν πρᾶξιν οἰωνὸν σινιστέριον ὄντα σίνιστρον οὐκ ὀρθῶς ὑπολαμβάνουσιν οἱ πολλοὶ καὶ ὀνομάζουσιν. </p><p rend="indent">ἢ, καθάπερ Διονύσιός φησιν, Ἀσκανίῳ τῷ Αἰνείου παραταττομένῳ πρὸς Μεζέντιον ἀστραπῆς <milestone unit="stephpage" xml:id="stephpage-282e" n="282e"/> ἐν ἀριστερᾷ νικηφόρου γενομένης οἰωνισάμενοις <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οἰωνισάμενοις</foreign> F.C.B.; <foreign xml:lang="grc">οἰωνισαμένῳ</foreign> Rose: <foreign xml:lang="grc">οἰωνισάμενοι</foreign>.</note> καὶ πρὸς τὸ λοιπὸν οὕτω παραφυλάττουσιν; ἤ, ὡς ἄλλοι τινές, Αἰνείᾳ τούτου συμπεσόντος; καὶ γὰρ Θηβαῖοι τῷ ἀριστερῷ κέρατι τρεψάμενοι τοὺς πολεμίους καὶ κρατήσαντες ἐν Λεύκτροις, διετέλεσαν ἐν πάσαις ταῖς μάχαις τῷ ἀριστερῷ τὴν ἡγεμονίαν ἀποδιδόντες. </p><p rend="indent">ἤ μᾶλλον, ὡς Ἰόβας φησί, τοῖς πρὸς τὰς ἀνατολὰς ἀποβλέπουσιν ἐν ἀριστερᾷ γίγνεται τὸ βόρειον, ὃ δὴ τοῦ κόσμου δεξιὸν ἔνιοι τίθενται καὶ καθυπέρτερον; </p><p rend="indent">ὅρα δὲ μὴ φύσει τοῖς εὐωνύμοις ἀσθενεστέροις οὖσιν οἱ προϊστάμενοι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">προϊστάμενοι</foreign> Abresch, supported by one ms.: <foreign xml:lang="grc">παριστάμενοι</foreign>.</note> τῶν οἰωνῶν οἷον ἀναρρωννύουσι<milestone unit="stephpage" xml:id="stephpage-282f" n="282f"/> καὶ ὑπερείδουσι τὸ ἐλλιπὲς τῆς δυνάμεως ἐπανισοῦντες. <pb xml:id="v.4.p.120"/> </p><p rend="indent">ἢ τὰ ἐπίγεια καὶ θνητὰ τοῖς οὐρανίοις καὶ θείοις ἀντικεῖσθαι νομίζοντες ᾤοντο τὰ πρὸς ἡμᾶς ἀριστερὰ τοὺς θεοὺς ἀπὸ τῶν δεξιῶν προπέμπειν;</p></div><div subtype="section" type="textpart" n="79"><p rend="indent"><q>διὰ τί τοῦ θριαμβεύσαντος εἶτʼ ἀποθανόντος καὶ καέντος ἐξῆν ὀστέον λαβόντας εἰς τὴν πόλιν εἰσφέρειν καὶ κατατίθεσθαι, ὡς Πύρρων ὁ Λιπαραῖος ἱστόρηκεν;</q></p><p rend="indent">ἢ τιμῆς ἕνεκα τοῦ τεθνηκότος; καὶ γὰρ ἄλλοις ἀριστεῦσι καὶ στρατηγοῖς ἔδωκαν οὐκ αὐτοὺς μόνον ἀλλὰ καὶ τοὺς ἀπʼ αὐτῶν ἐνθάπτεσθαι τῇ ἀγορᾷ, καθάπερ Οὐαλερίῳ καὶ Φαβρικίῳ· καὶ <milestone unit="stephpage" xml:id="stephpage-283a" n="283a"/> φασι τούτων ἀπογόνοις ἀποθανοῦσι καὶ κομισθεῖσιν εἰς ἀγορὰν ὑφίεσθαι δᾷδα καιομένην, εἶτʼ εὐθὺς αἴρεσθαι,, χρωμένων ἀνεπιφθόνως τῇ τιμῇ καὶ τὸ ἐξεῖναι μόνον ἐκβεβαιουμένων.</p></div><div subtype="section" type="textpart" n="80"><p rend="indent"><q>διὰ τί τοὺς θριαμβεύσαντας ἑστιῶντες ἐν δημοσίῳ παρῃτοῦντο τοὺς ὑπάτους, καὶ πέμποντες παρεκάλουν μὴ ἐλθεῖν ἐπὶ τὸ δεῖπνον;</q></p><p rend="indent">ἢ καὶ τόπον ἔδει τῷ θριαμβεύσαντι κλισίας τὸν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κλισίας τὸν</foreign> Cobet: <foreign xml:lang="grc">καὶ σίαστον</foreign></note> ἐντιμότατον ἀποδίδοσθαι καὶ προπομπὴν μετὰ τὸ δεῖπνον; ταῦτα δʼ οὐκ ἔξεστιν ἑτέρῳ γίγνεσθαι τῶν ὑπάτων παρόντων, ἀλλʼ ἐκείνοις.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>