<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3:55-63</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3:55-63</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3" type="edition" xml:lang="grc"><div subtype="section" type="textpart" n="55"><p rend="indent"><q>διὰ τί ταῖς Ἰανουαρίαις εἰδοῖς περιιέναι δέδοται τοῖς αὐληταῖς τὴν πόλιν ἐσθῆτας γυναικείας φοροῦντας;</q></p><p rend="indent">ἢ διὰ τὴν λεγομένην αἰτίαν; μεγάλας γάρ, ὡς <milestone unit="stephpage" xml:id="stephpage-277f" n="277f"/> ἔοικε, τιμὰς ἐκαρποῦντο, τοῦ βασιλέως Νομᾶ δόντος αὐτοῖς διὰ τὴν πρὸς τὸ θεῖον ὁσιότητα· ταύτας δʼ ὕστερον ἀφαιρεθέντες ὑπὸ τῆς ἀνθυπατικῆς δεκαδαρχίας ἀπεχώρησαν ἐκ τῆς πόλεως. ἦν οὖν ἐπιζήτησις αὐτῶν καί τις ἥπτετο δεισιδαιμονία τῶν ἱερέων ἄναυλα θυόντων. ἐπεὶ δʼ οὐκ ἐπείθοντο μεταπεμπομένοις ἀλλʼ ἐν τῷ Τιβοῦρι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τῷ Τίβουρι</foreign> Petavius: <foreign xml:lang="grc">τῇ Βούριδι</foreign> or <foreign xml:lang="grc">βούρι</foreign>.</note> διέτριβον, ἀνὴρ ἀπελεύθερος κρύφα τοῖς ἄρχουσιν ἐπηγγείλατο κατάξειν αὐτούς. καὶ παρασκευάσας θοίνην ἄφθονον ὡς τεθυκὼς θεοῖς ἐκάλεσε τοὺς αὐλητάς· καὶ γύναια παρῆν ἅμα τῷ πότῳ καὶ παννυχὶς συνεκροτεῖτο παιζόντων καὶ χορευόντων. εἶτʼ <pb xml:id="v.4.p.90"/> ἐξαίφνης ὁ ἄνθρωπος ἐμβαλὼν λόγον ὡς τοῦ <milestone unit="stephpage" xml:id="stephpage-278a" n="278a"/> πάτρωνος ἐπιόντος αὐτῷ καὶ ταραττόμενος <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ταραττόμενος</foreign>] <foreign xml:lang="grc">ταραττομένους</foreign> Helmbold.</note> συνέπεισε τοὺς αὐλητὰς ἀναβάντας ἐφʼ ἁμάξας δέρρεσι κύκλῳ περικαλυπτομένας εἰς τὸ Τίβουρι κομίζεσθαι. τοῦτο δʼ ἦν ἀπάτη· περιαγαγὼν γὰρ τὰς ἁμάξας οὐ συνορῶντας αὐτοὺς διὰ τὸν οἶνον καὶ τὸ σκότος ἔλαθεν εἰς Ῥώμην καταγαγὼν ἅπαντας ἕωθεν· ἐτύγχανον δʼ οἱ πολλοὶ διὰ τὴν παννυχίδα καὶ τὸν πότον ἐν ἐσθῆσιν ἀνθιναῖς καὶ γυναικείαις ὄντες. ὡς οὖν ἐπείσθησαν ὑπὸ τῶν ἀρχόντων καὶ <milestone unit="stephpage" xml:id="stephpage-278b" n="278b"/> διηλλάγησαν, ἐνομίσθη τὴν ἡμέραν ἐκείνην οὕτως ἀμπεχομένους σοβεῖν διὰ τῆς πόλεως.</p></div><div subtype="section" type="textpart" n="56"><p rend="indent"><q>διὰ τί τὸ τῆς Καρμέντης ἱερὸν ἐξ ἀρχῆς δοκοῦσιν αἱ μητέρες ἱδρύσασθαι καὶ νῦν μάλιστα σέβονται;</q></p><p rend="indent">λέγεται γάρ τις λόγος, ὡς ἐκωλύθησαν ὑπὸ τῆς βουλῆς αἱ γυναῖκες ὀχήμασι χρῆσθαι ζευκτοῖς· συνέθεντο οὖν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὖν</foreign>] in E only.</note> ἀλλήλαις μὴ κυΐσκεσθαι μηδὲ τίκτειν, ἀμυνόμεναι τοὺς ἄνδρας, ἄχρις οὗ μετέγνωσαν καὶ συνεχώρησαν αὐταῖς· γενομένων δὲ παίδων εὐτεκνοῦσαι καὶ πολυτεκνοῦσαι τὸ τῆς Καρμέντης ἱερὸν ἱδρύσαντο. </p><p rend="indent">τὴν δὲ Καρμένταν οἱ μὲν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οἱ μὲν</foreign> Wyttenbach: <foreign xml:lang="grc">οἶμαι</foreign>.</note> Εὐάνδρου μητέρα <milestone unit="stephpage" xml:id="stephpage-278c" n="278c"/> λέγουσιν οὖσαν ἐλθεῖν εἰς Ἰταλίαν ὀνομαζομένην Θέμιν, ὡς δʼ ἔνιοι, Νικοστράτην· ἐμμέτρους δὲ χρησμοὺς ᾄδουσαν ὑπὸ τῶν Λατίνων Καρμένταν ὀνομάζεσθαι· τὰ γὰρ ἔπη <q>κάρμινα</q> καλοῦσιν. <pb xml:id="v.4.p.92"/> </p><p rend="indent">οἱ δὲ Μοῖραν ἡγοῦνται τὴν Καρμένταν εἶναι καὶ διὰ τοῦτο θύειν αὐτῇ τὰς μητέρας. ἔστι δὲ τοῦ ὀνόματος τὸ ἔτυμον <q>ἐστερημένη νοῦ</q> διὰ τὰς θεοφορήσεις. ὅθεν οὐ τὰ κάρμινα τῇ Καρμέντῃ τοὔνομα παρέσχεν, ἀλλὰ μᾶλλον ἀπʼ ἐκείνης ἐκλήθη διὰ τὸ τοὺς χρησμοὺς ἐν ἔπεσι καὶ μέτροις ἐνθουσιῶσαν ᾄδειν.</p></div><div subtype="section" type="textpart" n="57"><p rend="indent"><q>διὰ τί τῇ Ῥουμίνῃ θύουσαι γάλα κατασπένδουσι τῶν ἱερῶν, οἶνον δʼ οὐ προσφέρουσιν;</q></p><p rend="indent">ἢ ῥοῦμαν Λατῖνοι τὴν θηλὴν καλοῦσι, καὶ Ῥουμινᾶλιν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ῥουμινᾶλιν</foreign> Bernardakis: <foreign xml:lang="grc">ῥουμάωαλιν</foreign>.</note> ὀνομασθῆναι λέγουσιν, παρʼ ὅσον ἡ λύκαινα τῷ Ῥωμύλῳ τὴν θηλὴν παρέσχεν; ὥσπερ <milestone unit="stephpage" xml:id="stephpage-278d" n="278d"/> οὖν ἡμεῖς τὰς τρεφούσας τὰ παιδία γάλακτι θηλονὰς <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">θηλονὰς</foreign>] <foreign xml:lang="grc">θηλοὺς</foreign> Valckenaer.</note> ἀπὸ τῆς θηλῆς καλοῦμεν, οὕτως ἡ Ῥουμῖνα θηλώ τις <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">θηλώ τις</foreign> Valckenaer: <foreign xml:lang="grc">θηλωτὶς</foreign> (-<foreign xml:lang="grc">ης</foreign>).</note> οὖσα καὶ τιθήνη καὶ κουροτρόφος οὐ προσίεται τὸν ἄκρατον ὡς βλαβερὸν ὄντα τοῖς νηπίοις.</p></div><div subtype="section" type="textpart" n="58"><p rend="indent"><q>διὰ τί τῶν συγκλητικῶν τοὺς μὲν πατέρας συγγεγραμμένους, τοὺς δʼ ἁπλῶς πατέρας προσηγόρευον;</q></p><p rend="indent">ἢ τοὺς μὲν ἐξ ἀρχῆς κατανεμηθέντας ὑπὸ τοῦ Ῥωμύλου πατέρας ἐκάλουν καὶ πατρικίους, οἷον εὐπατρίδας ὄντας, πατέρας αὑτῶν ἔχοντας ἀποδεῖξαι· τοὺς δʼ ὕστερον ἐπεγγραφέντας ἐκ τῶν δημοτικῶν συγγεγραμμένους πατέρας ὠνόμασαν; </p></div><pb xml:id="v.4.p.94"/><div subtype="section" type="textpart" n="59"><p rend="indent"><q>διὰ τί κοινὸς ἦν βωμὸς Ἡρακλέους καὶ Μουσῶν;</q></p><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-278e" n="278e"/>ἢ ὅτι γράμματα τοὺς περὶ Εὔανδρον ἐδίδαξεν Ἡρακλῆς, ὡς Ἰόβας ἱστόρηκε; καὶ τὸ πρᾶγμα σεμνὸν ἐνομίζετο, φίλους καὶ συγγενεῖς διδασκόντων· ὀψὲ δʼ ἤρξαντο μισθοῦ διδάσκειν, καὶ πρῶτος ἀνέῳξε γραμματοδιδασκαλεῖον Σπόριος Καρβίλιος, ἀπελεύθερος Καρβιλίου τοῦ πρώτου γαμετὴν ἐκβαλόντος.</p></div><div subtype="section" type="textpart" n="60"><p rend="indent"><q>διὰ τί, δυοῖν βωμῶν Ἡρακλέους ὄντων, οὐ μεταλαμβάνουσι γυναῖκες οὐδὲ γεύονται τῶν ἐπὶ τοῦ μείζονος θυομένων;</q></p><p rend="indent">πότερον ὅτι τῶν ἱερῶν αἱ περὶ τὴν Καρμένταν <milestone unit="stephpage" xml:id="stephpage-278f" n="278f"/> ὑστέρησαν, ὑστέρησε δὲ καὶ τὸ Πιναρίων γένος· ὅθεν εἰργόμενοι τῆς θοίνης ἑστιωμένων τῶν ἄλλων Πινάριοι προσηγορεύθησαν· ἢ διὰ τὰ μυθολογούμενα περὶ τοῦ χιτῶνος καὶ τῆς Δηιανείρας;</p></div><div subtype="section" type="textpart" n="61"><p rend="indent"><q>διὰ τί τὸν θεὸν ἐκεῖνον, ᾧ μάλιστα τὴν Ῥώμην σῴζειν προσήκει καὶ φυλάττειν, εἴτʼ ἐστὶν ἄρρην εἴτε θήλεια, καὶ λέγειν ἀπείρηται καὶ ζητεῖν καὶ ὀνομάζειν; ταύτην δὲ τὴν ἀπόρρησιν ἐξάπτουσι δεισιδαιμονίας, ἱστοροῦντες Οὐαλέριον Σωρανὸν ἀπολέσθαι κακῶς διὰ τὸ ἐξειπεῖν.</q></p><p rend="indent">πότερον, ὡς τῶν Ῥωμαϊκῶν τινες ἱστορήκασιν, <pb xml:id="v.4.p.96"/> ἐκκλήσεις εἰσὶ καὶ γοητεῖαι θεῶν, αἷς νομίζοντες καὶ αὐτοὶ θεούς τινας ἐκκεκλῆσθαι παρὰ τῶν πολεμίων<milestone unit="stephpage" xml:id="stephpage-279a" n="279a"/> καὶ μετῳκηκέναι πρὸς αὑτοὺς <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αὑτοὺς</foreign> Hatzidakis: <foreign xml:lang="grc">αὐτούς</foreign>.</note> ἐφοβοῦντο τὸ αὐτὸ παθεῖν ὑφʼ ἑτέρων; ὥσπερ οὖν Τύριοι δεσμοὺς ἀγάλμασι λέγονται περιβαλεῖν, ἕτεροι δʼ αἰτεῖν ἐγγυητὰς ἐπὶ λουτρὸν ἢ καθαρμόν τινα προπέμποντες, οὕτως ᾤοντο Ῥωμαῖοι τὸ ἄρρητον καὶ τὸ ἄγνωστον ἀσφαλεστάτην εἶναι θεοῦ καὶ βεβαιοτάτην φρουράν. </p><p rend="indent">ἢ καθάπερ Ὁμήρῳ πεποίηται τὸ <quote rend="blockquote">γαῖα δʼ ἔτι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἔτι</foreign> Homer: <foreign xml:lang="grc">ἐστι</foreign>.</note> ξυνὴ πάντων</quote> ὅπως οἱ ἄνθρωποι τοὺς θεοὺς πάντας σέβωνται καὶ τιμῶσι τὴν γῆν κοινῶς ἔχοντας, <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἔχοντας</foreign> Meziriacus: <foreign xml:lang="grc">ἔχοντες</foreign>.</note> οὕτως ἀπεκρύψαντο τὸν κύριον τῆς σωτηρίας οἱ παλαιοὶ Ῥωμαῖοι, βουλόμενοι μὴ μόνον τοῦτον ἀλλὰ πάντας ὑπὸ τῶν πολιτῶν τοὺς θεοὺς τιμᾶσθαι; </p></div><div subtype="section" type="textpart" n="62"><milestone unit="stephpage" xml:id="stephpage-279b" n="279b"/><p rend="indent"><q>διὰ τί τῶν λεγομένων Φιτιαλέων, <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Φιταλέων</foreign> Bernardakis: <foreign xml:lang="grc">φιδαλέων</foreign> (-<foreign xml:lang="grc">ίων</foreign> E).</note> Ἑλληνιστὶ δʼ οἷον εἰρηνοποιῶν καὶ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ</foreign> added by H.J. Rose.</note> σπονδοφόρων, ὁ καλούμενος <q>πάτερ πατρᾶτος</q> ἐνομίζετο μέγιστος; ἔστι δʼ οὗτος, ᾧ πατὴρ ζῇ καὶ παῖδες εἰσὶν ἔχει δὲ καὶ νῦν προνομίαν τινὰ καὶ πίστιν οἱ γάρ στρατηγοὶ τὰ διʼ εὐμορφίαν καὶ ὥραν ἐπιμελοῦς δεόμενα καὶ σώφρονος φυλακῆς σώματα τούτοις παρακατατίθενται.</q><pb xml:id="v.4.p.98"/></p><p rend="indent">πότερον ὅτι τὸ αἰδεῖσθαι τοὺς παῖδας αὐτοῖς καὶ τὸ φοβεῖσθαι τοὺς πατέρας πρόσεστιν· ἢ τοὔνομα τὴν αἰτίαν ὑπαγορεύει; βούλεται γὰρ εἶναι τὸ <q>πατρᾶτον οἱονεὶ</q> συμπεπερασμένον καὶ πεπερατωμένον, ὡς τελειοτέρου τῶν ἄλλων ὄντος <milestone unit="stephpage" xml:id="stephpage-279c" n="279c"/> συμβέβηκε πατέρα κεκτημένῳ πατρὶ γενέσθαι. </p><p rend="indent">ἢ δεῖ τὸν ὅρκων καὶ εἰρήνης προιστάμενον <q>ἅμα πρόσω καὶ ὀπίσω</q> <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πρόσσω καὶ ὀπίσσω</foreign> Homer, <title rend="italic">Il.</title> i. 343, <title rend="italic">Od.</title> xxin. 452.</note> καθʼ Ὅμηρον ὁρᾶν; εἴη δʼ ἂν μάλιστα τοιοῦτος, ᾧ παῖς ἔστιν ὑπὲρ οὗ βουλεύεται, καὶ πατὴρ μεθʼ οὗ βουλεύεται.</p></div><div subtype="section" type="textpart" n="63"><p rend="indent"><q>διὰ τί τῷ καλουμένῳ <q>ῥῆγι σακρώρουμ</q> οὗτος δʼ ἐστὶ βασιλεὺς ἱερῶν ἀπείρηται καὶ ἄρχειν καὶ δημηγορεῖν;</q></p><p rend="indent">ἢ τὸ παλαιὸν οἱ βασιλεῖς τὰ πλεῖστα καὶ μέγιστα τῶν ἱερῶν ἔδρων καὶ τὰς θυσίας ἔθυον αὐτοὶ μετὰ τῶν ἱερέων; ἐπεὶ δʼ οὐκ ἐμετρίαζον ἀλλʼ <milestone unit="stephpage" xml:id="stephpage-279d" n="279d"/> ἦσαν ὑπερήφανοι καὶ βαρεῖς, τῶν μὲν Ἑλλήνων οἱ πλεῖστοι τὴν ἐξουσίαν αὐτῶν περιελόμενοι μόνον τὸ θύειν τοῖς θεοῖς ἀπέλιπον, Ῥωμαῖοι δὲ παντάπασι τοὺς βασιλεῖς ἐκβαλόντες ἄλλον ἐπὶ τὰς θυσίας ἔταξαν, οὔτʼ ἄρχειν ἐάσαντες οὔτε δημαγωγεῖν, ὅπως μόνον ἐν τοῖς ἱεροῖς βασιλεύεσθαι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Βασιλεύεσθαι</foreign> Wyttenbach: <foreign xml:lang="grc">βουλεύεσθαι</foreign>.</note> δοκῶσι καὶ βασιλείαν διὰ τοὺς θεοὺς ὑπομένειν. ἔστι γοῦν τις ἐν ἀγορᾷ θυσία πρὸς τῷ λεγομένῳ Κομιτίῳ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Κομιτίῳ</foreign> Bernardakis: <foreign xml:lang="grc">Κομητίῳ</foreign>.</note> πάτριος, ἣν θύσας ὁ βασιλεὺς κατὰ τάχος ἄπεισι φεύγων ἐξ ἀγορᾶς. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>