<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3:40-42</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3:40-42</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3" type="edition" xml:lang="grc"><div subtype="section" type="textpart" n="40"><p rend="indent"><q>διὰ τί τῷ ἱερεῖ τοῦ Διὸς οὐκ ἔξεστιν ἐν ὑπαίθρῳ ἀλείφεσθαι;</q></p><p rend="indent">πότερον ὅτι καὶ παῖδας γυμνοῦσθαι πατρὸς ὁρῶντος καὶ πενθεροῦ γαμβρὸν οὐχ ὅσιον ἦν οὐδὲ καλόν, <milestone unit="stephpage" xml:id="stephpage-274b" n="274b"/> οὐδὲ συνελούοντο τὸ παλαιὸν ἀλλήλοις; πατὴρ δʼ ὁ Ζεὺς καὶ τὸ ἐν ὑπαίθρῳ μάλιστά πως εἶναι δοκεῖ τοῦ Διὸς ἐνώπιον. </p><p rend="indent">ἤ, καθάπερ ἐν ναῷ καὶ ἱερῷ γυμνοῦν ἑαυτὸν ἀθέμιτόν ἐστιν, οὕτω τὸν ὕπαιθρον ἀέρα καὶ τὸν <pb xml:id="v.4.p.68"/> ὑπουράνιον, ὄντα καὶ θεῶν καὶ δαιμόνων μεστόν, ἐξευλαβοῦντο; διὸ καὶ τὰ πολλὰ τῶν ἀναγκαίων ὑπὸ στέγῃ δρῶμεν ἐπικρυπτόμενοι καὶ ἐπικαλυπτόμενοι ταῖς οἰκίαις πρὸς τὸ θεῖον. </p><p rend="indent">ἢ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἢ</foreign> added by Meziriacus (<foreign xml:lang="grc">καὶ</foreign> in E).</note> τὰ μὲν μόνῳ τῷ ἱερεῖ, τὰ δὲ πᾶσιν ὑπὸ τοῦ νόμου προστέτακται διὰ τοῦ ἱερέως; διὸ καὶ παρʼ ἡμῖν τὸ μὲν στεφανηφορεῖν καὶ κομᾶν καὶ μὴ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μὴ</foreign> added by Meziriacus.</note> σιδηροφορεῖν μηδὲ τοῖς Φωκέων ὅροις ἐμβαίνειν <milestone unit="stephpage" xml:id="stephpage-274c" n="274c"/> ἴδια λειτουργήματα τοῦ ἄρχοντός ἐστι· τὸ δʼ ὀπώρας μὴ γεύεσθαι πρὸ ἰσημερίας μετοπωρινῆς μηδʼ ἄμπελον τέμνειν πρὸ ἰσημερίας ἐαρινῆς ὁμοῦ τι πᾶσι δηλοῦται διὰ τοῦ ἄρχοντος· ἑκατέρου γὰρ ὁ καιρὸς ἐκεῖνός ἐστι. </p><p rend="indent">τὸν αὐτὸν οὖν τρόπον, ὡς ἔοικε, καὶ τοῦ παρὰ Ῥωμαίοις ἱερέως ἴδιόν ἐστι τὸ μήθʼ ἵππῳ χρῆσθαι μήτε πλείονας νύκτας ἀποδημεῖν τριῶν μήτʼ ἀποτίθεσθαι τὸν πῖλον, ἀφʼ οὗ καὶ <q>φλᾶμεν</q> κέκληται. <milestone unit="stephpage" xml:id="stephpage-274d" n="274d"/> πολλὰ δʼ ἄλλα δηλοῦται πᾶσι διὰ τοῦ ἱερέως· ὧν ἕν ἐστι καὶ τὸ ἐν ὑπαίθρῳ μὴ ἀλείφεσθαι. τὸ γάρ ξηραλοιφεῖν ὑφεωρῶντο Ῥωμαῖοι σφόδρα, καὶ τοῖς Ἕλλησιν οἴονται μηδὲν οὕτως αἴτιον δουλείας γεγονέναι καὶ μαλακίας ὡς τὰ γυμνάσια καὶ τὰς παλαίστρας πολὺν ἄλυν καὶ σχολὴν ἐντικτούσας <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐντικτούσας</foreign>] <foreign xml:lang="grc">ἐντεκόυσας</foreign> in all mss. except E.</note> ταῖς πόλεσι καὶ κακοσχολίαν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κακοσχολία</foreign>ν] Wyttenbach suggests <foreign xml:lang="grc">ἀδολεσχίαν</foreign>.</note> καὶ τὸ παιδεραστεῖν <pb xml:id="v.4.p.70"/> καὶ τὸ διαφθείρειν τὰ σώματα τῶν νέων ὕπνοις καὶ περιπάτοις καὶ κινήσεσιν εὐρύθμοις καὶ διαίταις ἀκριβέσιν, ὑφʼ ὧν ἔλαθον ἐκρυέντες τῶν ὅπλων καὶ ἀγαπήσαντες ἀνθʼ ὁπλιτῶν καὶ ἱππέων ἀγαθῶν εὐτράπελοι καὶ παλαιστρῖται καλοὶ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καλοὶ</foreign>] all mss. except E have <foreign xml:lang="grc">καὶ καλοὶ</foreign>.</note> λέγεσθαι. ταῦτα <milestone unit="stephpage" xml:id="stephpage-274e" n="274e"/> γοῦν ἔργον ἐστὶν ἀποφυγεῖν εἰς ὕπαιθρον ἀποδυομένους· οἱ δὲ κατʼ οἰκίαν ἀλειφόμενοι καὶ θεραπεύοντες ἑαυτοὺς οὐδὲν ἁμαρτάνουσι.</p></div><div subtype="section" type="textpart" n="41"><p rend="indent"><q>διὰ τί τὸ παλαιὸν νόμισμα πῇ μὲν εἶχεν Ἰανοῦ διπρόσωπον εἰκόνα, πῇ δὲ πλοίου πρύμναν ἢ πρῷραν ἐγκεχαραγμένην;</q></p><p rend="indent">πότερον ὡς οἱ πολλοὶ λέγουσιν ἐπὶ τιμῇ τοῦ Κρόνου πλοίῳ διαπεράσαντος εἰς Ἰταλίαν; </p><p rend="indent">ἢ τοῦτο μὲν ἔστιν ἐπὶ πολλῶν λέγειν, καὶ γὰρ Ἰανὸς καὶ Εὔανδρος καὶ Αἰνείας ἐκ θαλάττης προσεκομίσθησαν, ἐκεῖνο δʼ.ʼ ἄν τις μᾶλλον εἰκάσειεν ὅτι τὰ μὲν καλὰ ταῖς πόλεσίν ἐστι τὰ δʼ ἀναγκαῖα· <milestone unit="stephpage" xml:id="stephpage-274f" n="274f"/> καὶ μέγιστον τῶν μὲν καλῶν ἡ εὐνομία, τῶν δʼ ἀναγκαίων ἡ εὐπορία· ἐπεὶ τοίνυν εὐκοσμίαν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">εὐκοσμίαν</foreign>] <foreign xml:lang="grc">εὐνομίαν</foreign> in some mss.</note> μὲν Ἰανὸς κατέστησεν αὐτοῖς ἐξημερώσας τὸν βίον, ἀφθονίαν δὲ παρέχει, τῶν ἀναγκαίων ὁ ποταμὸς πλόιμος ὢν καὶ τὰ μὲν ἐκ θαλάττης τὰ δʼ ἀπὸ τῆς χώρας κατακομίζων, σύμβολον ἔσχε τὸ νόμισμα τοῦ μὲν νομοθέτου τὸ δίμορφον ὡς εἴρηται διὰ τὴν μεταβολήν, τοῦ δὲ ποταμοῦ τὸ πορθμεῖον. </p><p rend="indent">ἑτέρῳ δʼ ἐχρήσαντο νομίσματι βοῦν ἔχοντι καὶ <pb xml:id="v.4.p.72"/> πρόβατον καὶ ὗν παράσημον, εὐποροῦντες ἀπὸ τῶν θρεμμάτων μάλιστα καὶ τὴν περιουσίαν ἀπὸ τούτων ἔχοντες· διὸ καὶ τῶν ὀνομάτων πολλὰ τοῖς <milestone unit="stephpage" xml:id="stephpage-275a" n="275a"/> παλαιοῖς, Συίλλιοι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Συίλλιοι</foreign> Xylander (cf. Life of Publicola, chap. xi.): <foreign xml:lang="grc">Συέλλιοι</foreign>.</note> καὶ Βουβολκοὶ καὶ Πόρκιοι ἦσαν, ὡς Φενεστέλλας <note resp="editor" xml:lang="eng" n="v.4.p.72.n.2" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Φενεστέλλας</foreign> the proper speeling: <foreign xml:lang="grc">φαινεστέλλας</foreign></note> εἴρηκεν.</p></div><div subtype="section" type="textpart" n="42"><p rend="indent"><q>διὰ τί τῷ τοῦ Κρόνου ναῷ χρῶνται ταμιείῳ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ταμιείῳ</foreign>, the regular form: <foreign xml:lang="grc">ταμείῳ</foreign>.</note> τῶν δημοσίων χρημάτων, ἅμα δὲ καὶ φυλακτηρίῳ τῶν συμβολαίων;</q></p><p rend="indent">πότερον ὅτι δόξα κατεῖχε καὶ λόγος οὐκ εἶναι πλεονεξίαν ἐν ἀνθρώποις οὐδʼ ἀδικίαν Κρόνου βασιλεύοντος, ἀλλὰ πίστιν καὶ δικαιοσύνην; </p><p rend="indent">ἢ ὅτι καρπῶν εὑρετὴς <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">εὑρετὴς</foreign> several mss., as Bücheler had conjectured (<foreign xml:lang="lat">cf</foreign>. 956 A); <foreign xml:lang="grc">ἁγέτης</foreign> Abresch: <foreign xml:lang="grc">ἀρετῆς</foreign>.</note> καὶ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ</foreign> H. Richards: <foreign xml:lang="grc">ἤ</foreign>.</note> γεωργίας ἡγεμὼν ὁ θεός; ἡ γὰρ ἅρπη τοῦτο σημαίνει καὶ οὐχ ὡς γέγραφεν Ἀντίμαχος Ἡσιόδῳ πειθόμενος <quote rend="blockquote"><l>λέχρις <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">λέχρις</foreign> Xylander: <foreign xml:lang="grc">λέχριε</foreign>.</note> δὲ δρεπάνῳ τέμνων ἀπὸ μήδεα πατρὸς </l><l>οὐρανοῦ Ἀκμονίδεω λάσιος Κρόνος ἀντιτέτυκτο.</l></quote> καρπῶν δʼ ἀφθονία καὶ διάθεσις γένεσίς ἐστι νομίσματος·<milestone unit="stephpage" xml:id="stephpage-275b" n="275b"/>· διὸ τὸν αἴτιον καὶ φύλακα ποιοῦνται τῆς εὐδαιμονίας. μαρτυρεῖ δὲ τούτῳ τὸ τὰς ἀγομένας διʼ ἐννέα ἡμερῶν ἐπʼ ἀγορὰν συνόδους, νουνδίνας δὲ καλουμένας, ἱερὰς τοῦ Κρόνου νομίζεσθαι· <pb xml:id="v.4.p.74"/> πράσεως γὰρ καὶ ὠνῆς περιουσία καρπῶν ἀρχὴν παρέσχεν. </p><p rend="indent">ἤ ταῦτα μέν ἐστι παλαιά, πρῶτος δὲ ταμιεῖον ἀπέδειξε τὸ Κρόνιον, τῶν βασιλέων καταλυθέντων, Οὐαλέριος Ποπλικόλας πειθόμενος εὐερκῆ καὶ καταφανῆ καὶ δυσεπιβούλευτον εἶναι τὸν τόπον;</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>