<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3:19-23</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3:19-23</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3" type="edition" xml:lang="grc"><div subtype="section" type="textpart" n="19"><p rend="indent"><q>διὰ τί τὸν Ἰανουάριον μῆνα νέου ἔτους ἀρχὴν λαμβάνουσι;</q></p><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-268a" n="268a"/>τὸ γὰρ παλαιὸν ὁ Μάρτιος ἠριθμεῖτο πρότερος, ὡς ἄλλοις τε πολλοῖς δῆλόν ἐστι τεκμηρίοις καὶ μάλιστα τῷ τὸν πέμπτον ἀπὸ τοῦ Μαρτίου Πέμπτον καὶ τὸν ἕκτον Ἕκτον ὀνομάζεσθαι, καὶ τοὺς <pb xml:id="v.4.p.32"/> ἄλλους ἐφεξῆς ἄχρι τοῦ τελευταίου, ὃν Δεκέμβριον καλοῦσιν ἀπὸ τοῦ Μαρτίου δέκατον ἀριθμούμενον. ἐξ οὗ δὴ καὶ παρέστη τισὶν οἴεσθαι καὶ λέγειν ὡς οὐ δώδεκα μησὶν ἀλλὰ δέκα συνεπλήρουν οἱ τότε Ῥωμαῖοι τὸν ἐνιαυτὸν ἐνίοις <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐνίος</foreign> Wyttenbach: <foreign xml:lang="grc">ἐνίας</foreign>.</note> τῶν μηνῶν ἡμέρας <milestone unit="stephpage" xml:id="stephpage-268b" n="268b"/> πλείονας τῶν τριάκοντα προστιθέντες. ἄλλοι δʼ ἱστοροῦσι τὸν μὲν Δεκέμβριον ἀπὸ τοῦ Μαρτίου δέκατον εἶναι, τὸν δʼ Ἰανουάριον ἑνδέκατον, τὸν δὲ Φεβρουάριον δωδέκατον, ἐν ᾧ καθαρμοῖς τε χρῶνται καὶ τοῖς φθιμένοις ἐναγίζουσι τοῦ ἐνιαυτοῦ τελευτῶντος. μετατεθῆναι δὲ τούτους καὶ γενέσθαι τὸν Ἰανουάριον πρῶτον, ὅτι τῇ νουμηνίᾳ τούτου τοῦ μηνός, ἣν ἡμέραν καλάνδας Ἰανουαρίας καλοῦσιν, οἱ πρῶτοι κατεστάθησαν ὕπατοι, τῶν βασιλέων ἐκπεσόντων. </p><p rend="indent">πιθανώτεροι δʼ εἰσὶν οἱ λέγοντες ὅτι τὸν μὲν Μάρτιον ὁ Ῥωμύλος πολεμικὸς καὶ ἀρειμάνιος ὢν καὶ δοκῶν ἐξ Ἄρεος γεγονέναι προέταξε τῶν μηνῶν ἐπώνυμον ὄντα τοῦ Ἄρεος· Νομᾶς <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Νομᾶς</foreign> the better spelling (<foreign xml:lang="lat">cf</foreign>. 267 c): <foreign xml:lang="grc">νουμᾶς</foreign>.</note> δʼ αὖθις εἰρηνικὸς<milestone unit="stephpage" xml:id="stephpage-268c" n="268c"/> γενόμενος καὶ πρὸς ἔργα τῆς γῆς φιλοτιμούμενος τρέψαι τὴν πόλιν ἀποστῆσαι δὲ τῶν πολεμικῶν, τῷ Ἰανουαρίῳ τὴν ἡγεμονίαν ἔδωκε καὶ τὸν Ἰανὸν εἰς τιμὰς προήγαγε μεγάλας, ὡς πολιτικὸν καὶ γεωργικὸν μᾶλλον ἢ πολεμικὸν γενόμενον. ὅρα δὲ μὴ μᾶλλον ὁ Νομᾶς <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Νομᾶς</foreign> the better spelling (<foreign xml:lang="lat">cf</foreign>. 267 c): <foreign xml:lang="grc">νουμᾶς</foreign>.</note> τῇ φύσει προσήκουσαν ἀρχὴν ἔλαβε τοῦ ἔτους ὡς πρὸς ἡμᾶς. καθόλου μὲν γὰρ οὐδέν ἐστι φύσει τῶν ἐν κύκλῳ περιφερομένων οὔτʼ ἔσχατον οὔτε πρῶτον, νόμῳ <milestone unit="stephpage" xml:id="stephpage-268d" n="268d"/> δʼ ἄλλην ἄλλοι τοῦ χρόνου λαμβάνουσιν ἀρχὴν ἄριστα δʼ οἱ τὴν μετὰ τροπὰς χειμερινὰς <pb xml:id="v.4.p.34"/> λαμβάνοντες, ὁπηνίκα τοῦ πρόσω βαδίζειν πεπαυμένος ὁ ἥλιος ἐπιστρέφει καὶ ἀνακάμπτει πάλιν πρὸς ἡμᾶς· γίγνεται γὰρ ἀνθρώποις <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀνθρώποις</foreign> F.C.B. (<foreign xml:lang="grc">αὕτε</foreign> Helmbold): <foreign xml:lang="grc">αὐτοῖς</foreign>.</note> τρόπον τινὰ κατὰ φύσιν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κατὰ φύσιν</foreign><foreign xml:lang="lat">καὶ φύσει</foreign>.</note> τὸν μὲν τοῦ φωτὸς αὔξουσα χρόνον ἡμῖν, μειοῦσα δὲ τὸν τοῦ σκότους, ἐγγυτέρω δὲ ποιοῦσα τὸν κύριον καὶ ἡγεμόνα τῆς ῥευστῆς οὐσίας ἁπάσης.</p></div><div subtype="section" type="textpart" n="20"><p rend="indent"><q>διὰ τί τῇ γυναικείᾳ θεῷ, ἣν Ἀγαθὴν καλοῦσιν, κοσμοῦσαι σηκὸν αἱ γυναῖκες οἴκοι μυρσίνας οὐκ εἰσφέρουσι, καίτοι πᾶσι φιλοτιμούμεναι χρῆσθαι τοῖς βλαστάνουσι καὶ ἀνθοῦσι;</q></p><p rend="indent">πότερον, ὡς οἱ μυθολογοῦντες ἱστοροῦσι, Φαύνου <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Φαυνοῦ</foreign> Meziriacus: <foreign xml:lang="grc">φαυλίου</foreign>.</note> μὲν ἦν γυνὴ τοῦ μάντεως, οἴνῳ δὲ χρησαμένη <milestone unit="stephpage" xml:id="stephpage-268e" n="268e"/> κρύφα καὶ μὴ λαθοῦσα ῥάβδοις ὑπὸ τοῦ ἀνδρὸς ἐκολάσθη μυρσίνης, ὅθεν μυρσίνην μὲν οὐκ εἰσφέρουσιν, οἶνον δʼ αὐτῇ σπένδουσι, γάλα προσαγορεύουσαι; </p><p rend="indent">ἢ πολλῶν μὲν ἁγναὶ μάλιστα δʼ ἀφροδισίων τὴν ἱερουργίαν ἐκείνην ἐπιτελοῦσιν; οὐ γὰρ μόνον ἐξοικίζουσι τοὺς ἄνδρας, ἀλλὰ καὶ πᾶν ἄρρεν ἐξελαύνουσι τῆς οἰκίας, ὅταν τὰ νενομισμένα τῇ θεῷ ποιῶσι. τὴν οὖν μυρσίνην ὡς ἱερὰν Ἀφροδίτης <note resp="editor" xml:lang="eng" n="v.4.p.34.n.4" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἀφροδίτης</foreign><foreign xml:lang="grc">ἀφροδίτῃ</foreign>.</note> ἀφοσιοῦνται· καὶ γὰρ ἣν νῦν Μουρκίαν Ἀφροδίτην καλοῦσι, Μυρτίαν τὸ παλαιὸν ὡς ἔοικεν ὠνόμαζον.</p></div><div subtype="section" type="textpart" n="21"><p rend="indent"><q>διὰ τί τὸν δρυοκολάπτην οἱ Λατῖνοι σέβονται καὶ ἀπέχονται πάντες ἰσχυρῶς τοῦ ὄρνιθος;</q><pb xml:id="v.4.p.36"/></p><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-268f" n="268f"/>πότερον ὅτι τὸν Πῖκον λέγουσιν ὑπὸ φαρμάκων τῆς γυναικὸς μεταβαλεῖν τὴν φύσιν καὶ γενόμενον δρυοκολάπτην ἀποφθέγγεσθαι λόγια καὶ χρησμῳδεῖν τοῖς ἐρωτῶσιν; </p><p rend="indent">ἤ τοῦτο μὲν ἄπιστόν ἐστιν ὅλως καὶ τερατῶδες, ἅτερος δὲ τῶν μύθων πιθανώτερος, ὡς ἄρα τοῖς περὶ Ῥωμύλον καὶ Ῥῶμον ἐκτεθεῖσιν οὐ μόνον λύκαινα θηλὴν ἐπεῖχεν, ἀλλὰ καὶ δρυοκολάπτης τις ἐπιφοιτῶν ἐψώμιζεν; ἐπιεικῶς γὰρ ἔτι καὶ νῦν ἐν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐν</foreign> added by Bernardarkis</note> τοῖς ὑπωρείοις καὶ δρυμώδεσι τόποις ὅπου φαίνεται δρυοκολάπτης, ἐκεῖ καὶ λύκος, ὡς Νιγίδιος <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Νιγίδιος</foreign> Xylander: <foreign xml:lang="grc">νίγιδος</foreign>.</note> ἱστορεῖ. </p><p rend="indent">ἢ μᾶλλον, ὡς ἄλλον ἄλλου θεοῦ, καὶ τοῦτον Ἄρεος ἱερὸν νομίζουσι τὸν ὄρνιν; καὶ γὰρ εὐθαρσὴς<milestone unit="stephpage" xml:id="stephpage-269a" n="269a"/> καὶ γαῦρός ἐστι καὶ τὸ ῥύγχος οὕτως ἔχει κραταιόν, ὥστε δρῦς ἀνατρέπειν, ὅταν κόπτων πρὸς τὴν ἐντεριώνην ἐξίκηται.</p></div><div subtype="section" type="textpart" n="22"><p rend="indent"><q>διὰ τί τὸν Ἰανὸν διπρόσωπον οἴονται γεγονέναι καὶ γράφουσιν οὕτω καὶ πλάττουσιν;</q></p><p rend="indent">πότερον ὅτι τῷ μὲν γένει Ἕλλην ἐκ Περραιβίας ἦν, ὡς ἱστοροῦσιν, διαβὰς δʼ εἰς Ἰταλίαν καὶ συνοικήσας τοῖς αὐτόθι βαρβάροις μετέβαλε καὶ γλῶτταν καὶ δίαιταν ἢ μᾶλλον ὅτι τοὺς περὶ τὴν Ἰταλίαν φυτοῖς <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">φυτοῖς</foreign> F.C.B. (<foreign xml:lang="grc">σίτοις</foreign> or <foreign xml:lang="grc">σιτίος</foreign> Kronenberg; <foreign xml:lang="grc">ἀνθρώπους</foreign> Abresch):<foreign xml:lang="grc">.</foreign></note> ἀγρίοις καὶ ἀνόμοις χρωμένους ἔθεσιν εἰς ἕτερον βίου σχῆμα, πείσας γεωργεῖν καὶ πολιτεύεσθαι, μετέβαλε καὶ μετεκόσμησεν; </p></div><pb xml:id="v.4.p.38"/><div subtype="section" type="textpart" n="23"><p rend="indent"><q>διὰ τί τὰ πρὸς <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πρός</foreign>]<foreign xml:lang="grc">περί</foreign> in the <title rend="italic">Life of Numa</title>, chap. xxii.</note> τὰς ταφὰς πιπράσκουσιν ἐν <milestone unit="stephpage" xml:id="stephpage-269b" n="269b"/> τῷ τεμένει τῷ Λιβιτίνης νομίζοντες Ἀφροδίτην εἶναι τὴν Λιβιτίνην;</q></p><p rend="indent">πότερον καὶ τοῦτο τῶν Νομᾶ τοῦ βασιλέως φιλοσοφημάτων ἕν ἐστιν, ὅπως μανθάνωσι μὴ δυσχεραίνειν τὰ τοιαῦτα μηδὲ φεύγειν ὡς μιασμόν; </p><p rend="indent">ἢ μᾶλλον ὑπόμνησίς ἐστι τοῦ φθαρτὸν εἶναι τὸ γεννητόν, ὡς μιᾶς θεοῦ τὰς γενέσεις καὶ τὰς τελευτὰς ἐπισκοπούσης; καὶ γὰρ ἐν Δελφοῖς Ἀφροδίτης ἐπιτυμβίας ἀγαλμάτιόν ἐστι πρὸς ὃ <note resp="editor" xml:lang="eng" n="v.4.p.38.n.2" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὅ</foreign>] <foreign xml:lang="grc">ᾦ</foreign> E. Kurtz.</note> τοὺς κατοιχομένους ἐπὶ τὰς χοὰς ἀνακαλοῦνται.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>