<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3" type="edition" xml:lang="grc"><div subtype="section" type="textpart" n="1"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-263a" n="263a"/><q>διὰ τί τὴν γαμουμένην ἅπτεσθαι πυρὸς καὶ <milestone unit="stephpage" xml:id="stephpage-263e" n="263e"/> ὕδατος κελεύουσι;</q></p><p rend="indent">πότερον τούτων ὡς ἐν στοιχείοις καὶ ἀρχαῖς τὸ μὲν ἄρρεν ἐστὶ τὸ δὲ θῆλυ, καὶ τὸ μὲν ἀρχὰς κινήσεως ἐνίησι τὸ δʼ ὑποκειμένου καὶ ὕλης δύναμιν. </p><p rend="indent">ἤ διότι τὸ πῦρ καθαίρει καὶ τὸ ὕδωρ ἁγνίζει, δεῖ δὲ καθαρὰν καὶ ἁγνὴν διαμένειν τὴν γαμηθεῖσαν; </p><p rend="indent">ἢ ὅτι, καθάπερ τὸ πῦρ χωρὶς ὑγρότητος ἄτροφόν ἐστι καὶ ξηρὸν τὸ δὲ ὕδωρ ἄνευ θερμότητος ἄγονον καὶ ἀργόν, οὕτω καὶ τὸ ἄρρεν ἀδρανὲς καὶ τὸ θῆλυ χωρὶς ἀλλήλων, ἡ δὲ σύνοδος ἀμφοῖν ἐπιτελεῖ τοῖς γήμασι τὴν συμβίωσιν; </p><p rend="indent">ἢ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἤ</foreign>] some mss. read <foreign xml:lang="grc">ἤν</foreign>, which may be right.</note> οὐκ ἀπολειπτέον καὶ κοινωνητέον ἁπάσης <milestone unit="stephpage" xml:id="stephpage-263f" n="263f"/> τύχης, κἂν ἄλλου <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἄλλου</foreign>Toup: <foreign xml:lang="grc">καλοῦ</foreign>.</note> μηδενὸς ἢ πυρὸς καὶ ὕδατος μέλλωσι κοινωνεῖν ἀλλήλοις;</p></div><div subtype="section" type="textpart" n="2"><p rend="indent"><q>διὰ τί οὐ πλείονας οὐδʼ ἐλάττονας ἀλλὰ πέντε λαμπάδας ἅπτουσιν ἐν τοῖς γάμοις, ἃς κηρίωνας <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κηρίωνας</foreign>]<foreign xml:lang="grc">κηρίους</foreign> (<foreign xml:lang="lat">i.e. cereos</foreign>) Helmbold; <foreign xml:lang="grc">κηρινοὺς</foreign> Wyttenbach. In 280 E and 288 F also the mss. accuse Plutarch of making a mistake in his Lation inflexions.</note> ὀνομάζουσιν;</q><pb xml:id="v.4.p.8"/></p><p rend="indent">πότερον, ὡς Βάρρων ἔλεγεν, ὅτι τῶν στρατηγῶν τρισὶ χρωμένων, εἰσὶ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">εἰσὶ</foreign> F.C.B.: <foreign xml:lang="grc">εἰσὶ</foreign> <foreign xml:lang="grc">σὺν</foreign>.</note> τοῖς ἀγορανόμοις πλείονας <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πλείονες</foreign> F.C.B.:<foreign xml:lang="grc">πλείονας</foreign> (omitted by E).</note>, παρὰ δὲ τῶν ἀγορανόμων ἅπτουσι τὸ πῦρ οἱ γαμοῦντες; </p><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-264a" n="264a"/>ἤ διότι πλείοσι χρωμένων ἀριθμοῖς, πρός τε τὰ ἄλλα βελτίων καὶ τελειότερος ὁ περιττὸς ἐνομίζετο καὶ πρὸς γάμον ἁρμοδιώτερος; ὁ γὰρ ἄρτιος διάστασίν τε δέχεται καὶ ἴσον αὐτοῦ μάχιμόν ἐστι καὶ ἀντίπαλον, ὁ δὲ περιττὸς οὐ δύναται. διασχισθῆναι παντάπασιν, ἀλλʼ ὑπολείπει τι κοινὸν ἀεὶ μεριζόμενος. τοῦ δὲ περιττοῦ μάλιστα γαμήλιος ἡ πεντάς ἐστι· τὰ γὰρ τρία πρῶτος περιττὸς καὶ τὰ δύο πρῶτος ἄρτιος· ἐκ δὲ τούτων ὥσπερ ἄρρενος καὶ θήλεος ἡ πεντὰς μέμεικται. </p><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-264b" n="264b"/>ἢ μᾶλλον, ἐπεὶ τὸ φῶς γενέσεώς ἐστι σημεῖον, γυνὴ δʼ ἄχρι πέντε τίκτειν ὁμοῦ τὰ πλεῖστα πέφυκε, τοσαύταις χρῶνται λαμπάσιν; </p><p rend="indent">ἢ ὅτι πέντε δεῖσθαι θεῶν τοὺς γαμοῦντας οἴονται, Διὸς τελείου καὶ Ἥρας τελείας καὶ Ἀφροδίτης καὶ Πειθοῦς, ἐπὶ πᾶσι δʼ Ἀρτέμιδος, ἣν ταῖς λοχείαις καὶ ταῖς ὠδῖσιν αἱ γυναῖκες ἐπικαλοῦνται; </p></div><div subtype="section" type="textpart" n="3"><milestone unit="stephpage" xml:id="stephpage-264c" n="264c"/><p rend="indent"><q>διὰ τί, πολλῶν ὄντων ἐν Ῥώμῃ ναῶν Ἀρτέμιδος, εἰς μόνον τὸν ἐν τῷ καλουμένῳ Πατρικίῳ στενωπῷ ἄνδρες οὐκ εἰσίασιν;</q><pb xml:id="v.4.p.10"/></p><p rend="indent">ἢ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἢ</foreign>] Dübner would read <foreign xml:lang="grc">ἦ</foreign> here and elsewhere at the beginning of the first interrogation.</note> διὰ τὸν λεγόμενον μῦθον; γυναῖκα γὰρ αὐτόθι τὴν θεὸν σεβομένην βιαζόμενός τις ὑπὸ τῶν κυνῶν διεσπάσθη, καὶ ἀπὸ τούτου δεισιδαιμονίας γενομένης ἄνδρες οὐκ εἰσίασιν.</p></div><div subtype="section" type="textpart" n="4"><p rend="indent"><q>διὰ τί τοῖς ἄλλοις Ἀρτεμισίοις ἐπιεικῶς ἐλάφων κέρατα προσπατταλεύουσι, τῷ δʼ ἐν Ἀβεντίνῳ βοῶν;</q></p><p rend="indent">ἢ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἢ</foreign>] Dübner would read <foreign xml:lang="grc">ἦ</foreign></note> τοῦ παλαιοῦ συμπτώματος ἀπομνημονεύοντες; λέγεται γὰρ ἐν Σαβίνοις Ἄντρωνι Κορατίῳ βοῦς ἐκπρεπὴς ὄψει καὶ μεγέθει διαφέρουσα τῶν ἄλλων γενέσθαι· μάντεως δέ τινος αὐτῷ φράσαντος, ὅτι τοῦ καθιερεύσαντος Ἀρτέμιδι τὴν βοῦν ἐκείνην ἐν Ἀβεντίνῳ πέπρωται μεγίστην γενέσθαι καὶ βασιλεῦσαι τῆς Ἰταλίας ἁπάσης τὴν πόλιν, ἐλθεῖν <milestone unit="stephpage" xml:id="stephpage-264d" n="264d"/> μὲν εἰς Ῥώμην τὸν ἄνθρωπον ὡς θύσοντα τὴν βοῦν· οἰκέτου δὲ κρύφα τῷ βασιλεῖ Σερουίῳ τὸ μάντευμα φράσαντος, ἐκείνου δὲ Κορνηλίῳ τῷ ἱερεῖ, προστάξαι τὸν Κορνήλιον τῷ Ἄντρωνι λούσασθαι πρὸ τῆς θυσίας ἀπὸ τοῦ Θύμβρεως· νενομίσθαι γὰρ οὕτω τοὺς καλλιεροῦντας. ἐκεῖνον μὲν οὖν ἀπελθόντα λούεσθαι,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">λούεσθαι</foreign>] <foreign xml:lang="grc">λούσαθαι</foreign> Basel ed. of 1574</note> τὸν δὲ Σερούιον φθάσαντα θῦσαι τῇ θεῷ τὴν βοῦν καὶ τῷ ἱερῷ τὰ κέρατα προσπατταλεῦσαι. ταῦτα καὶ ὁ Ἰόβας ἱστόρηκε καὶ Βάρρων, πλὴν ὅτι τοὔνομα τοῦ Ἄντρωνος Βάρρων οὐ γέγραφεν, οὐδʼ ὑπὸ Κορνηλίου φησὶ τοῦ ἱερέως ἀλλʼ ὑπὸ τοῦ νεωκόρου παρακρουσθῆναι τὸν Σαβῖνον.</p></div><div subtype="section" type="textpart" n="5"><p rend="indent"><q>διὰ τί τοὺς τεθνάναι φημισθέντας ἐπὶ ξένης <pb xml:id="v.4.p.12"/> <milestone unit="stephpage" xml:id="stephpage-264e" n="264e"/> ψευδῶς, κἂν ἐπανέλθωσιν, οὐ δέχονται κατὰ θύρας, ἀλλὰ τῷ κεράμῳ προσβαίνοντες εἴσω καθιᾶσιν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καθιᾶσι</foreign>] <foreign xml:lang="grc">καθιμῶσι</foreign></note> αὐτούς;</q></p><p rend="indent">ὁ μὲν γὰρ Βάρρων αἰτίαν μυθικὴν ὅλως ἀποδίδωσι. φησὶ γάρ, ἐν τῷ περὶ Σικελίαν πολέμῳ ναυμαχίας μεγάλης γενομένης καὶ κατὰ πολλῶν φήμης οὐκ ἀληθοῦς ὡς ἀπολωλότων ῥυείσης, ἐπανελθόντας αὐτοὺς ὀλίγῳ χρόνῳ πάντας τελευτῆσαι, ἑνὶ δʼ εἰσιόντι τὰς θύρας ἀπαντῆσαι κλειομένας ἀπʼ αὐτομάτου καὶ μὴ χαλᾶν ἐπιχειροῦντος <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐπιχειροῦντος</foreign> Helmbold: <foreign xml:lang="grc">ἐπιχειρούντων</foreign>.</note> ἀνοίγειν. τὸν δʼ ἄνθρωπον αὐτοῦ καταδαρθόντα πρὸ τῶν θυρῶν ἰδεῖν κατὰ τοὺς ὕπνους ὄψιν ὑφηγουμένην <milestone unit="stephpage" xml:id="stephpage-264f" n="264f"/> αὐτῷ τὴν ὑπὲρ τὸ τέγος εἰς τὴν οἰκίαν καθίμησιν· ποιήσαντα δʼ οὕτως εὐτυχῆ γενέσθαι καὶ γηραιόν· ἐκ δὲ τούτου τὸ ἔθος καταστῆναι τοῖς ὕστερον. </p><p rend="indent">ὅρα δὲ μὴ καὶ ταῦτα τρόπον τινὰ τοῖς Ἑλληνικοῖς ἔοικεν· οὐ γὰρ ἐνόμιζον ἁγνοὺς οὐδὲ κατεμείγνυσαν ἑαυτοῖς οὐδʼ εἴων ἱεροῖς πλησιάζειν, οἷς ἐκφορὰ γεγόνει καὶ τάφος ὡς τεθνηκόσι. λέγεται δέ τινα τῶν ἐνόχων ταύτῃ τῇ δεισιδαιμονίᾳ γεγονότων Ἀριστῖνον εἰς Δελφοὺς ἀποστείλαντα δεῖσθαι τοῦ θεοῦ καὶ παραιτεῖσθαι τὰς παρούσας αὐτῷ διὰ τὸν νόμον ἀπορίας τὴν δὲ Πυθίαν εἰπεῖν <milestone unit="stephpage" xml:id="stephpage-265a" n="265a"/> <quote rend="blockquote"><l>ὅσσαπερ ἐν λεχέεσσι γυνὴ τίκτουσα τελεῖται, </l><l>ταῦτα πάλιν τελέσαντα θύειν μακάρεσσι θεοῖσιν.</l></quote> τὸν οὖν Ἀριστῖνον φρονήσαντα παρασχεῖν ἑαυτὸν <pb xml:id="v.4.p.14"/> ὥσπερ ἐξ ἀρχῆς τικτόμενον ταῖς γυναιξὶν ἀπολοῦσαι καὶ σπαργανῶσαι καὶ θηλὴν ἐπισχεῖν, οὕτω τε δρᾶν καὶ τοὺς ἄλλους ἅπαντας, ὑστεροπότμους προσαγορευομένους. ἔνιοι δὲ καὶ πρὸ τοῦ Ἀριστίνου ταῦτα γενέσθαι περὶ τοὺς ὑστεροπότμους καὶ τὸ ἔθος εἶναι παλαιόν. οὐδὲν οὖν θαυμαστὸν εἰ καὶ Ῥωμαῖοι τοῖς <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τοῖς</foreign>] all mss except E have <foreign xml:lang="grc">τότε</foreign>.</note> δοκοῦσιν ἅπαξ τεθάφθαι καὶ γεγονέναι τῆς τῶν φθιτῶν μερίδος οὐκ ᾤοντο δεῖν παριέναι τὴν <milestone unit="stephpage" xml:id="stephpage-265b" n="265b"/> αὔλειον, ᾗ θύσοντες ἐξίασι καὶ θύσαντες εἰσίασιν, ἀλλʼ ἄνωθεν ἐκέλευον εἰς τὰ ὕπαιθρα καταβαίνειν ἐκ τοῦ περιέχοντος· καὶ γάρ τοὺς καθαρμοὺς ἐπιεικῶς πάντας ἐν ὑπαίθρῳ τελοῦσιν.</p></div><div subtype="section" type="textpart" n="6"><p rend="indent"><q>διὰ τί τοὺς συγγενεῖς τῷ στόματι φιλοῦσιν αἱ γυναῖκες;</q></p><p rend="indent">πότερον, ὡς οἱ πλεῖστοι νομίζουσιν, ἀπειρημένον ἦν πίνειν οἶνον ταῖς γυναιξίν· ὅπως οὖν αἱ πιοῦσαι μὴ λανθάνωσιν ἀλλʼ ἐλέγχωνται περιτυγχάνουσαι τοῖς οἰκείοις, ἐνομίσθη καταφιλεῖν; </p><p rend="indent">ἢ διʼ ἣν Ἀριστοτέλης ὁ φιλόσοφος αἰτίαν ἱστόρηκε; τὸ γὰρ πολυθρύλητον ἐκεῖνο καὶ πολλαχοῦ<milestone unit="stephpage" xml:id="stephpage-265c" n="265c"/> <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πολλαχοῦ</foreign> Wyttenbach: <foreign xml:lang="grc">πολλοῦ</foreign>.</note> γενέσθαι λεγόμενον ὡς ἔοικεν ἐτολμήθη ταῖς Τρῳάσι καὶ περὶ τὴν Ἰταλίαν. τῶν γὰρ ἀνδρῶν, ὡς προσέπλευσαν, ἀποβάντων ἐνέπρησαν τὰ πλοῖα, πάντως ἀπαλλαγῆναι τῆς πλάνης δεόμεναι καὶ τῆς <pb xml:id="v.4.p.16"/> θαλάττης· φοβηθεῖσαι δὲ τοὺς ἄνδρας ἠσπάζοντο τῶν συγγενῶν καὶ οἰκείων μετὰ τοῦ καταφιλεῖν καὶ περιπλέκεσθαι τοὺς προστυγχάνοντας. παυσαμένων δὲ τῆς ὀργῆς καὶ διαλλαγέντων, ἐχρῶντο καὶ τὸ λοιπὸν ταύτῃ τῇ φιλοφροσύνῃ πρὸς αὐτούς. </p><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-265d" n="265d"/>ἢ μᾶλλον ἐδόθη τοῦτο ταῖς γυναιξὶν ὡς τιμὴν ἅμα καὶ δύναμιν αὐταῖς φέρον, εἰ φαίνοιντο πολλοὺς καὶ ἀγαθοὺς ἔχουσαι συγγενεῖς καὶ οἰκείους; </p><p rend="indent">ἤ, μὴ νενομισμένου συγγενίδας γαμεῖν, ἄχρι φιλήματος ἡ φιλοφροσύνη προῆλθεν καὶ τοῦτο μόνον ἀπελείφθη σύμβολον καὶ κοινώνημα τῆς συγγενείας; πρότερον γὰρ οὐκ ἐγάμουν τὰς ἀφʼ αἵματος, ὥσπερ οὐδὲ νῦν τηθίδας <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τηθίδας</foreign> Cobet: <foreign xml:lang="grc">τιτθίδας.</foreign></note> οὐδʼ ἀδελφὰς <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀδελφὰς</foreign>] <foreign xml:lang="grc">ἀδελφιδὰς</foreign> S.A. Naber (<foreign xml:lang="lat">cf.</foreign> Suetonius, <title rend="italic">Claudius</title>, 26).</note> γαμοῦσιν, ἀλλʼ ὀψὲ συνεχώρησαν ἀνεψιαῖς συνοικεῖν ἐκ τοιαύτης αἰτίας ἀνὴρ χρημάτων ἐνδεὴς τὰ δʼ ἄλλα χρηστὸς καὶ παρʼ ὁντινοῦν τῷ δήμῳ τῶν πολιτευομένων ἀρέσκων, ἐπίκληρον ἀνεψιὰν ἔχων <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἔχων</foreign> F.C.B. <foreign xml:lang="grc">ἔχειν</foreign>.</note> <milestone unit="stephpage" xml:id="stephpage-265e" n="265e"/> ἔδοξε καὶ πλουτεῖν ἀπʼ αὐτῆς· ἐπὶ τούτῳ δὲ γενομένης αὐτοῦ κατηγορίας, ὁ δῆμος ἀφεὶς τὴν αἰτίαν ἐλέγχειν ἔλυσε τὸ ἔγκλημα, ψηφισάμενος πᾶσιν ἐξεῖναι γαμεῖν ἄχρι ἀνεψιῶν, τὰ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τὰ</foreign>] <foreign xml:lang="grc">τὰς</foreign> E.</note> δʼ ἀνωτέρω κεκωλῦσθαι.</p></div><div subtype="section" type="textpart" n="7"><p rend="indent"><q>διὰ τί δὲ δῶρον λαβεῖν ἀνδρὶ παρὰ γυναικὸς καὶ γυναικὶ παρʼ ἀνδρὸς ἀπείρηται;</q><pb xml:id="v.4.p.18"/></p><p rend="indent">πότερον, ὡς Σόλων γράψας τὰς δόσεις κυρίας εἶναι τῶν τελευτώντων, πλὴν εἰ μή τις ἀνάγκῃ συνεχόμενος ἢ γυναικὶ πειθόμενος τὴν μὲν ἀνάγκην <milestone unit="stephpage" xml:id="stephpage-265f" n="265f"/> ὡς βιαζομένην ὑπεξείλετο, τὴν δʼ ἡδονὴν ὡς παραλογιζομένην, οὕτως ὑπενοήθησαν αἱ γυναικῶν καὶ ἀνδρῶν δόσεις; </p><p rend="indent">ἢ φαυλότατον ἡγούμενοι σημεῖον εὐνοίας τὸ διδόναι διδόασι γὰρ καὶ ἀλλότριοι καὶ μὴ φιλοῦντες ἐκ τοῦ γάμου τὴν τοιαύτην ἀρέσκειαν ἀνεῖλον, ὅπως ἄμισθον ᾖ καὶ προῖκα καὶ διʼ αὑτὸ μὴ διʼ ἄλλο τὸ φιλεῖσθαι καὶ φιλεῖν; </p><p rend="indent">ἤ, ὅτι τῷ λαμβάνειν διαφθειρόμεναι μάλιστα προσίενται τοὺς ἀλλοτρίους, σεμνὸν ἐφάνη τὸ μὴ διδόντας ἀγαπᾶν τοὺς ἰδίους; </p><p rend="indent">ἢ μᾶλλον ὅτι δεῖ καὶ γυναιξὶ κοινὰ τὰ ἀνδρῶν <milestone unit="stephpage" xml:id="stephpage-266a" n="266a"/> εἶναι καὶ ἀνδράσι τὰ γυναικῶν; μανθάνει γὰρ ὁ λαβὼν τὸ δοθὲν ἀλλότριον ἡγεῖσθαι τὸ μὴ δοθέν, ὥστʼ ὀλίγον διδόντες ἀλλήλοις τὸ πᾶν ἀφαιροῦνται.</p></div><div subtype="section" type="textpart" n="8"><p rend="indent"><q>διὰ τί δὲ παρὰ γαμβροῦ καὶ παρὰ πενθεροῦ λαβεῖν ἐκείνοις κεκώλυται δῶρον;</q></p><p rend="indent">ἢ παρὰ γαμβροῦ μέν, ἵνα μὴ δόξῃ διὰ τοῦ πατρὸς εἰς τὴν γυναῖκα περιχωρεῖν τὸ δῶρον παρὰ πενθεροῦ δέ, ὅτι τὸν μὴ διδόντα δίκαιον ἐφάνη μηδὲ λαμβάνειν; </p></div><div subtype="section" type="textpart" n="9"><pb xml:id="v.4.p.20"/><milestone unit="stephpage" xml:id="stephpage-266b" n="266b"/><p rend="indent"><q>διὰ τί, κἂν ἐξ ἀγροῦ κἂν ἀπὸ ξένης ἐπανίωσιν, ἔχοντες οἴκοι γυναῖκας προπέμπουσι δηλοῦντες αὐταῖς ὅτι παραγίγνονται;</q></p><p rend="indent">πότερον ὅτι τοῦτο πιστεύοντός ἐστι τὴν γυναῖκα μηδὲν ῥᾳδιουργεῖν, τὸ δʼ ἐξαίφνης καὶ ἀπροσδοκήτως οἷον ἐνέδρα καὶ παρατήρησει, καὶ <note resp="editor" xml:lang="eng" n="v.4.p.20.n.1" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ</foreign> added by F.C.B.</note> σπεύδουσιν ὡς ποθούσαις καὶ προσδεχομέναις εὐαγγελίζεσθαι περὶ αὑτῶν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αὑτῶν</foreign> Bernardakis: <foreign xml:lang="grc">αὐτῶν</foreign>.</note>; </p><p rend="indent">ἢ μᾶλλον αὐτοὶ περὶ ἐκείνων πυθέσθαι ποθοῦσιν, εἰ σῳζομένας καὶ ποθούσας ἐπὶ τῆς οἰκίας καταλαμβάνουσιν; ἢ πλείονες ταῖς γυναιξὶν οἰκονομίαι καὶ ἀσχολίαι, τῶν ἀνδρῶν ἀπόντων, τυγχάνουσι καὶ διαφοραὶ καὶ ὁρμαὶ <note resp="editor" xml:lang="eng" n="v.4.p.20.n.3" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὁρμαὶ</foreign>] <foreign xml:lang="grc">ὀρμαὶ</foreign> Wyttenbach.</note> πρὸς τοὺς ἔνδον· ἵνʼ οὖν ἀπαλλαγεῖσα τούτων ἀθόρυβον τῷ ἀνδρὶ παρέχῃ τὴν ὑποδοχὴν καὶ ἡδεῖαν, ἡ προδήλωσις γίγνεται, </p></div><div subtype="section" type="textpart" n="10"><milestone unit="stephpage" xml:id="stephpage-266c" n="266c"/><p rend="indent"><q>διὰ τί τοὺς θεοὺς προσκυνοῦντες ἐπικαλύπτονται τὴν κεφαλήν, τῶν δʼ ἀνθρώπων τοῖς ἀξίοις τιμῆς ἀπαντῶντες, κἂν τύχωσιν ἐπὶ τῆς κεφαλῆς ἔχοντες τὸ ἱμάτιον, ἀποκαλύπτονται;</q></p><p rend="indent">τοῦτο γὰρ ἔοικε κἀκείνην ἐπιτείνειν τὴν ἀπορίαν. εἰ μὲν οὖν ὁ περὶ Αἰνείου λεγόμενος λόγος ἀληθής ἐστιν, ὅτι <note resp="editor" xml:lang="eng" n="v.4.p.20.n.4" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὅτι</foreign> in E. only; <foreign xml:lang="grc">καὶ</foreign> in other mss.</note> τοῦ Διομήδους παρεξιόντος ἐπικαλυψάμενος τὴν θυσίαν ἐπετέλεσε, λόγον ἔχει καὶ ἀκολουθεῖ τῷ συγκαλύπτεσθαι πρὸς τοὺς πολεμίους τὸ <pb xml:id="v.4.p.22"/> τοῖς φίλοις καὶ ἀγαθοῖς ἐντυγχάνοντας ἀποκαλύπτεσθαι· τὸ γὰρ πρὸς τοὺς θεοὺς οὐκ ἴδιόν ἐστιν ἀλλὰ κατὰ συμβεβηκός, καὶ ἀπʼ ἐκείνου μεμένηκε τηρούμενον. </p><p rend="indent">εἰ δʼ ἄλλο τι λέγειν χρή, σκόπει μὴ μόνον ἐκεῖνο δεῖ ζητεῖν, διʼ ὃ τοὺς θεοὺς προσκυνοῦντες ἐπικαλύπτονται, θάτερον δʼ ἀκόλουθόν ἐστι. τῶν γὰρ <milestone unit="stephpage" xml:id="stephpage-266d" n="266d"/> ἀνθρώπων ἀποκαλύπτονται τοῖς δυνατωτέροις, οὐ τιμὴν αὐτοῖς προστιθέντες, ἀλλὰ τὸν φθόνον αὐτῶν μᾶλλον ἀφαιροῦντες, ἵνα μὴ δόξωσι τὰς αὐτὰς τοῖς θεοῖς τιμὰς ἀπαιτεῖν μηδʼ ὑπομένειν μηδὲ χαίρειν θεραπευόμενοι παραπλησίως ἐκείνοις. τοὺς δὲ θεοὺς οὕτω προσεκύνουν ἢ ταπεινοῦντες ἑαυτοὺς τῇ ἐπικρύψει τῆς κεφαλῆς, ἢ μᾶλλον εὐλαβούμενοί τινα φωνὴν προσπεσεῖν αὐτοῖς ἔξωθεν εὐχομένοις ἀπαίσιον καὶ δύσφημον ἄχρι τῶν ὤτων ἀνελάμβανον τὸ ἱμάτιον· ὅτι γὰρ ἰσχυρῶς ἐφυλάττοντο ταῦτα, δῆλόν ἐστι τῷ προσιόντας ἐπὶ μαντείαν χαλκωμάτων πατάγῳ περιψοφεῖσθαι. </p><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-266e" n="266e"/>ἢ ὡς Κάστωρ λέγει τὰ Ῥωμαϊκὰ τοῖς Πυθαγορικοῖς συνοικειῶν, τὸν ἐν ἡμῖν δαίμονα δεῖσθαι τῶν ἐκτὸς θεῶν καὶ ἱκετεύειν, τῇ τῆς κεφαλῆς ἐπικαλύψει τὴν τῆς ψυχῆς αἰνιττόμενος <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αἰνιττόμενος</foreign> F.C.B.: <foreign xml:lang="grc">αἰνιττόμενον</foreign>.</note> ὑπὸ τοῦ σώματος ἐγκάλυψιν καὶ ἀπόκρυψιν.</p></div><div subtype="section" type="textpart" n="11"><p rend="indent"><q>διὰ τί τῷ Κρόνῳ θύουσιν ἀπαρακαλύπτῳ τῇ κεφαλῇ;</q><pb xml:id="v.4.p.24"/></p><p rend="indent">πότερον ὅτι τὴν ἐγκάλυψιν Αἰνείας παρέδωκεν, ἡ δὲ τοῦ Κρόνου θυσία παμπάλαιός ἐστιν, </p><p rend="indent">ἢ ὅτι τοῖς οὐρανίοις ἐπικαλύπτονται, τὸν δὲ Κρόνον ἡγοῦνται θεὸν ὑπουδαῖον καὶ χθόνιον; ἢ ὅτι τῆς ἀληθείας οὐδὲν ἀπόκρυφον <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀπόκρυφον</foreign>] all mss. but one have <foreign xml:lang="grc">ἐπίκρυφον</foreign>.</note> ἢ ἐπίσκιον, ἀληθείας δὲ νομίζουσι Ῥωμαῖοι πατέρα τὸν Κρόνον εἶναι;</p></div><div subtype="section" type="textpart" n="12"><p rend="indent"><q>διὰ τί δὲ τὸν Κρόνον πατέρα τῆς ἀληθείας νομίζουσι;</q></p><p rend="indent">πότερον, ὥσπερ ἔνιοι τῶν φιλοσόφων, χρόνον <milestone unit="stephpage" xml:id="stephpage-266f" n="266f"/> οἴονται τὸν Κρόνον εἶναι, τὸ δʼ ἀληθὲς εὑρίσκει χρόνος· ἢ τὸν μυθολογούμενον ἐπὶ Κρόνου βίον, εἰ δικαιότατος ἦν, εἰκός ἐστι μάλιστα μετέχειν ἀληθείας;</p></div><div subtype="section" type="textpart" n="13"><p rend="indent"><q>διὰ τί καὶ τῷ λεγομένῳ Ὁνώρει θύουσιν ἀπαρακαλύπτῳ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀπαρακαλύπτῳ</foreign> E, as above at the beginning of no. 11: <foreign xml:lang="grc">ἀκαλύπτῳ</foreign>.</note> τῇ κεφαλῇ; τὸν δὲ Ὁνῶρεμ δόξαν ἄν τις ἢ τιμὴν μεθερμηνεύσειε.</q></p><p rend="indent">πότερον διότι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">διότι</foreign> Wyttenbach: <foreign xml:lang="grc">δὲ ὅτι</foreign>.</note> λαμπρὸν ἡ δόξα καὶ περιφανὲς καὶ ἀναπεπταμένον, διʼ ἣν αἰτίαν τοῖς ἀγαθοῖς καὶ <milestone unit="stephpage" xml:id="stephpage-267a" n="267a"/> τιμωμένοις ἀνδράσιν ἀποκαλύπτονται, διὰ ταύτην καὶ τὸν ἐπώνυμον τῆς τιμῆς θεὸν οὕτω προσκυνοῦσιν;</p></div><div subtype="section" type="textpart" n="14"><p rend="indent"><q>διὰ τί τοὺς γονεῖς ἐκκομίζουσιν οἱ μὲν υἱοὶ συγκεκαλυμμένοι, <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">συγκεκαλυμμένοι</foreign> some mss., as Petavius conjectured: <foreign xml:lang="grc">συγκεκαλυμμέναις</foreign>.</note> αἱ δὲ θυγατέρες γυμναῖς ταῖς κεφαλαῖς καὶ ταῖς κόμαις λελυμέναις;</q></p><p rend="indent">πότερον ὅτι τιμᾶσθαι μὲν ὑπὸ τῶν ἀρρένων δεῖ <pb xml:id="v.4.p.26"/> τοὺς πατέρας ὡς θεούς, πενθεῖσθαι δʼ ὑπὸ τῶν θυγατέρων ὡς τεθνηκότας, ἑκατέρῳ τὸ οἰκεῖον ὁ νόμος ἀποδοὺς ἐξ ἀμφοτέρων ἐποίησε τὸ ἁρμόττον; </p><p rend="indent">ἢ πένθους μὲν οἰκεῖον τὸ μὴ σύνηθες, συνηθέστερον δὲ ταῖς μὲν γυναιξὶν ἐγκεκαλυμμέναις, τοῖς <milestone unit="stephpage" xml:id="stephpage-267b" n="267b"/> δʼ ἀνδράσιν ἀκαλύπτοις εἰς τὸ δημόσιον προϊέναι; καὶ γὰρ παρʼ Ἕλλησιν ὅταν δυστυχία τις γένηται, κείρονται μὲν αἱ γυναῖκες κομῶσι δʼ οἱ ἄνδρες, ὅτι τοῖς μὲν τὸ κείρεσθαι ταῖς δὲ τὸ κομᾶν σύνηθὲς ἐστιν. </p><p rend="indent">ἢ τοὺς μὲν υἱοὺς ἐπικαλύπτεσθαι διʼ ἣν εἰρήκαμεν αἰτίαν ἐνομίσθη; καὶ γὰρ ἐπὶ τῶν τάφων, ὥς φησι Βάρρων, περιστρέφονται, καθάπερ θεῶν ἱερὰ τιμῶντες τὰ τῶν πατέρων μνήματα, καὶ καύσαντες τοὺς γονεῖς, ὅταν ὀστέῳ πρῶτον ἐντύχωσι, θεὸν γεγονέναι τὸν τεθνηκότα λέγουσι. </p><p rend="indent">ταῖς δὲ γυναιξὶν οὐδʼ ὅλως ἐξῆν ἐπικαλύπτεσθαι τὴν κεφαλήν· ἱστορεῖται γοῦν ὅτι πρῶτος μὲν <milestone unit="stephpage" xml:id="stephpage-267c" n="267c"/> ἐξέβαλε γυναῖκα Σπόριος Καρβίλιος <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καρβὶλιος</foreign> Reiske: <foreign xml:lang="grc">καρβήλιος</foreign></note> ἐπʼ ἀτεκνίᾳ, δεύτερος δὲ Σουλπίκιος Γάλλος ἐφελκυσαμένην ἰδὼν κατὰ κεφαλῆς τὸ ἱμάτιον, τρίτος δὲ Πόπλιος Σεμπρώνιος ἀγῶνα θεωρήσασαν ἐπιτάφιον.</p></div><div subtype="section" type="textpart" n="15"><p rend="indent"><q>διὰ τί τὸν Τέρμινον, ᾧ τὰ Τερμινάλια ποιοῦσι, θεὸν νομίζοντες οὐδὲν ἔθυον αὐτῷ ζῷον;</q><pb xml:id="v.4.p.28"/></p><p rend="indent">ἢ Ῥωμύλος μὲν ὅρους οὐκ ἔθηκε τῆς χώρας, ὅπως ἐξῇ προϊέναι καὶ ἀποτέμνεσθαι καὶ νομίζειν πᾶσαν ἰδίαν, ὥσπερ ὁ Λάκων εἶπεν, ἧς ἂν τὸ δόρυ ἐφικνῆται, Νομᾶς <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Νομᾶς</foreign>] <foreign xml:lang="grc">Νουμᾶς</foreign> in some mss.</note> δὲ Πομπίλιος, ἀνὴρ δίκαιος καὶ πολιτικὸς ὢν καὶ φιλόσοφος γενόμενος, τήν τε χώραν ὡρίσατο πρὸς τοὺς γειτνιῶντας καὶ τοῖς ὅροις ἐπιφημίσας τὸν Τέρμινον ὡς ἐπίσκοπον καὶ φύλακα φιλίας καὶ εἰρήνης ᾤετο δεῖν αἵματος καὶ φόνου καθαρὸν καὶ ἀμίαντον διαφυλάττειν; </p></div><div subtype="section" type="textpart" n="16"><milestone unit="stephpage" xml:id="stephpage-267d" n="267d"/><p rend="indent"><q>διὰ τί δούλαις τὸ τῆς Λευκοθέας ἱερὸν ἄβατόν ἐστι, μίαν δὲ μόνην αἱ γυναῖκες εἰσάγουσαι παίουσιν ἐπὶ κόρρης καὶ ῥαπίζουσιν;</q></p><p rend="indent">ἢ τὸ μὲν ταύτην ῥαπίζεσθαι σύμβολόν ἐστι τοῦ μὴ ἐξεῖναι, κωλύουσι δὲ τὰς ἄλλας διὰ τὸν μῦθον; ἡ γὰρ Ἰνὼ ζηλοτυπήσασα δούλην ἐπὶ τῷ ἀνδρὶ λέγεται περὶ τὸν υἱὸν ἐκμανῆναι· τὴν δὲ δούλην Ἕλληνες Αἰτωλίδα γένει φασὶν εἶναι, καλεῖσθαι δʼ Ἀντιφέραν. διὸ καὶ παρʼ ἡμῖν ἐν Χαιρωνείᾳ πρὸ τοῦ σηκοῦ τῆς Λευκοθέας ὁ νεωκόρος λαβὼν μάστιγα κηρύττει, <q>μὴ δοῦλον εἰσιέναι μὴ δούλαν, μὴ Αἰτωλὸν μὴ Αἰτωλάν.</q> </p></div><div subtype="section" type="textpart" n="17"><milestone unit="stephpage" xml:id="stephpage-267e" n="267e"/><p rend="indent"><q>διὰ τί παρὰ τῇ θεῷ ταύτῃ τοῖς μὲν ἰδίοις τέκνοις οὐκ εὔχονται τἀγαθὰ τοῖς δὲ τῶν ἀδελφῶν;</q><pb xml:id="v.4.p.30"/></p><p rend="indent">πότερον ὅτι φιλάδελφος μέν τις ἡ Ἰνὼ καὶ τὸν ἐκ τῆς ἀδελφῆς ἐτιθηνήσατο, αὐτὴ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αὐτή</foreign> Patzig: <foreign xml:lang="grc">ἡ</foreign>.</note> δὲ περὶ τοὺς ἑαυτῆς παῖδας ἐδυστύχησεν ἢ καὶ ἄλλως ἠθικὸν καὶ καλὸν τὸ ἔθος καὶ πολλὴν παρασκευάζον εὔνοιαν ταῖς οἰκειότησι;</p></div><div subtype="section" type="textpart" n="18"><p rend="indent"><q>διὰ τί τῷ Ἡρακλεῖ πολλοὶ τῶν πλουσίων ἐδεκάτευον τὰς οὐσίας;</q></p><p rend="indent">πότερον ὅτι κἀκεῖνος ἐν Ῥώμῃ τῶν Γηρυόνου <milestone unit="stephpage" xml:id="stephpage-267f" n="267f"/> βοῶν ἀπέθυσε τὴν δεκάτην, ἢ ὅτι Ῥωμαίους ὑπὸ Τυρρηνῶν δεκατευομένους ἀπήλλαξεν; </p><p rend="indent">ἢ ταῦτα μὲν οὐκ ἔχει <note resp="editor" xml:lang="eng" n="v.4.p.30.n.2" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἔχει</foreign>] <foreign xml:lang="grc">εἶχε</foreign> in some mss.</note> τὴν ἱστορίαν ἀξιόπιστον, ὡς δʼ ἀδηφάγῳ τινὶ τῷ Ἡρακλεῖ καὶ εὐθοίνῳ δαψιλῶς καὶ ἀφθόνως ἀπέθυον; </p><p rend="indent">ἢ μᾶλλον ὡς ἐπαχθῆ τοῖς πολίταις τὸν ὑπερβάλλοντα πλοῦτον κολούοντες καὶ καθάπερ εὐεξίας ἐπʼ ἄκρον εὐσωματούσης ἀφαιροῦντες, ᾤοντο μάλιστα τιμᾶσθαι τὸν Ἡρακλέα καὶ χαίρειν ταῖς τοιαύταις ἀποχρήσεσι καὶ συστολαῖς τῶν περιττῶν, εὐτελῆ καὶ αὐτάρκη καὶ ἀπέριττον τῷ βίῳ γενόμενον;</p></div><div subtype="section" type="textpart" n="19"><p rend="indent"><q>διὰ τί τὸν Ἰανουάριον μῆνα νέου ἔτους ἀρχὴν λαμβάνουσι;</q></p><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-268a" n="268a"/>τὸ γὰρ παλαιὸν ὁ Μάρτιος ἠριθμεῖτο πρότερος, ὡς ἄλλοις τε πολλοῖς δῆλόν ἐστι τεκμηρίοις καὶ μάλιστα τῷ τὸν πέμπτον ἀπὸ τοῦ Μαρτίου Πέμπτον καὶ τὸν ἕκτον Ἕκτον ὀνομάζεσθαι, καὶ τοὺς <pb xml:id="v.4.p.32"/> ἄλλους ἐφεξῆς ἄχρι τοῦ τελευταίου, ὃν Δεκέμβριον καλοῦσιν ἀπὸ τοῦ Μαρτίου δέκατον ἀριθμούμενον. ἐξ οὗ δὴ καὶ παρέστη τισὶν οἴεσθαι καὶ λέγειν ὡς οὐ δώδεκα μησὶν ἀλλὰ δέκα συνεπλήρουν οἱ τότε Ῥωμαῖοι τὸν ἐνιαυτὸν ἐνίοις <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐνίος</foreign> Wyttenbach: <foreign xml:lang="grc">ἐνίας</foreign>.</note> τῶν μηνῶν ἡμέρας <milestone unit="stephpage" xml:id="stephpage-268b" n="268b"/> πλείονας τῶν τριάκοντα προστιθέντες. ἄλλοι δʼ ἱστοροῦσι τὸν μὲν Δεκέμβριον ἀπὸ τοῦ Μαρτίου δέκατον εἶναι, τὸν δʼ Ἰανουάριον ἑνδέκατον, τὸν δὲ Φεβρουάριον δωδέκατον, ἐν ᾧ καθαρμοῖς τε χρῶνται καὶ τοῖς φθιμένοις ἐναγίζουσι τοῦ ἐνιαυτοῦ τελευτῶντος. μετατεθῆναι δὲ τούτους καὶ γενέσθαι τὸν Ἰανουάριον πρῶτον, ὅτι τῇ νουμηνίᾳ τούτου τοῦ μηνός, ἣν ἡμέραν καλάνδας Ἰανουαρίας καλοῦσιν, οἱ πρῶτοι κατεστάθησαν ὕπατοι, τῶν βασιλέων ἐκπεσόντων. </p><p rend="indent">πιθανώτεροι δʼ εἰσὶν οἱ λέγοντες ὅτι τὸν μὲν Μάρτιον ὁ Ῥωμύλος πολεμικὸς καὶ ἀρειμάνιος ὢν καὶ δοκῶν ἐξ Ἄρεος γεγονέναι προέταξε τῶν μηνῶν ἐπώνυμον ὄντα τοῦ Ἄρεος· Νομᾶς <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Νομᾶς</foreign> the better spelling (<foreign xml:lang="lat">cf</foreign>. 267 c): <foreign xml:lang="grc">νουμᾶς</foreign>.</note> δʼ αὖθις εἰρηνικὸς<milestone unit="stephpage" xml:id="stephpage-268c" n="268c"/> γενόμενος καὶ πρὸς ἔργα τῆς γῆς φιλοτιμούμενος τρέψαι τὴν πόλιν ἀποστῆσαι δὲ τῶν πολεμικῶν, τῷ Ἰανουαρίῳ τὴν ἡγεμονίαν ἔδωκε καὶ τὸν Ἰανὸν εἰς τιμὰς προήγαγε μεγάλας, ὡς πολιτικὸν καὶ γεωργικὸν μᾶλλον ἢ πολεμικὸν γενόμενον. ὅρα δὲ μὴ μᾶλλον ὁ Νομᾶς <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Νομᾶς</foreign> the better spelling (<foreign xml:lang="lat">cf</foreign>. 267 c): <foreign xml:lang="grc">νουμᾶς</foreign>.</note> τῇ φύσει προσήκουσαν ἀρχὴν ἔλαβε τοῦ ἔτους ὡς πρὸς ἡμᾶς. καθόλου μὲν γὰρ οὐδέν ἐστι φύσει τῶν ἐν κύκλῳ περιφερομένων οὔτʼ ἔσχατον οὔτε πρῶτον, νόμῳ <milestone unit="stephpage" xml:id="stephpage-268d" n="268d"/> δʼ ἄλλην ἄλλοι τοῦ χρόνου λαμβάνουσιν ἀρχὴν ἄριστα δʼ οἱ τὴν μετὰ τροπὰς χειμερινὰς <pb xml:id="v.4.p.34"/> λαμβάνοντες, ὁπηνίκα τοῦ πρόσω βαδίζειν πεπαυμένος ὁ ἥλιος ἐπιστρέφει καὶ ἀνακάμπτει πάλιν πρὸς ἡμᾶς· γίγνεται γὰρ ἀνθρώποις <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀνθρώποις</foreign> F.C.B. (<foreign xml:lang="grc">αὕτε</foreign> Helmbold): <foreign xml:lang="grc">αὐτοῖς</foreign>.</note> τρόπον τινὰ κατὰ φύσιν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κατὰ φύσιν</foreign><foreign xml:lang="lat">καὶ φύσει</foreign>.</note> τὸν μὲν τοῦ φωτὸς αὔξουσα χρόνον ἡμῖν, μειοῦσα δὲ τὸν τοῦ σκότους, ἐγγυτέρω δὲ ποιοῦσα τὸν κύριον καὶ ἡγεμόνα τῆς ῥευστῆς οὐσίας ἁπάσης.</p></div><div subtype="section" type="textpart" n="20"><p rend="indent"><q>διὰ τί τῇ γυναικείᾳ θεῷ, ἣν Ἀγαθὴν καλοῦσιν, κοσμοῦσαι σηκὸν αἱ γυναῖκες οἴκοι μυρσίνας οὐκ εἰσφέρουσι, καίτοι πᾶσι φιλοτιμούμεναι χρῆσθαι τοῖς βλαστάνουσι καὶ ἀνθοῦσι;</q></p><p rend="indent">πότερον, ὡς οἱ μυθολογοῦντες ἱστοροῦσι, Φαύνου <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Φαυνοῦ</foreign> Meziriacus: <foreign xml:lang="grc">φαυλίου</foreign>.</note> μὲν ἦν γυνὴ τοῦ μάντεως, οἴνῳ δὲ χρησαμένη <milestone unit="stephpage" xml:id="stephpage-268e" n="268e"/> κρύφα καὶ μὴ λαθοῦσα ῥάβδοις ὑπὸ τοῦ ἀνδρὸς ἐκολάσθη μυρσίνης, ὅθεν μυρσίνην μὲν οὐκ εἰσφέρουσιν, οἶνον δʼ αὐτῇ σπένδουσι, γάλα προσαγορεύουσαι; </p><p rend="indent">ἢ πολλῶν μὲν ἁγναὶ μάλιστα δʼ ἀφροδισίων τὴν ἱερουργίαν ἐκείνην ἐπιτελοῦσιν; οὐ γὰρ μόνον ἐξοικίζουσι τοὺς ἄνδρας, ἀλλὰ καὶ πᾶν ἄρρεν ἐξελαύνουσι τῆς οἰκίας, ὅταν τὰ νενομισμένα τῇ θεῷ ποιῶσι. τὴν οὖν μυρσίνην ὡς ἱερὰν Ἀφροδίτης <note resp="editor" xml:lang="eng" n="v.4.p.34.n.4" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἀφροδίτης</foreign><foreign xml:lang="grc">ἀφροδίτῃ</foreign>.</note> ἀφοσιοῦνται· καὶ γὰρ ἣν νῦν Μουρκίαν Ἀφροδίτην καλοῦσι, Μυρτίαν τὸ παλαιὸν ὡς ἔοικεν ὠνόμαζον.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>