<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg083.perseus-grc4:24-27</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg083.perseus-grc4:24-27</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg083.perseus-grc4" type="edition" xml:lang="grc"><div n="24" subtype="section" type="textpart"><milestone n="10" unit="tlnum"/><head>Τιμοκλεία</head><p rend="indent">Θεαγένης ὁ Θηβαῖος, Ἐπαμεινώνδᾳ καὶ Πελοπίδᾳ καὶ τοῖς ἀρίστοις ἀνδράσι τὴν αὐτὴν
ὑπὲρ τῆς πόλεως λαβὼν διάνοιαν, ἔπταισε περὶ τὴν κοινὴν τύχην τῆς Ἑλλάδος ἐν Χαιρωνείᾳ, κρατῶν ἤδη
καὶ διώκων τοὺς κατʼ αὐτὸν ἀντιτεταγμένους. ἐκεῖνος <milestone n="15" unit="tlnum"/>
<milestone n="259e" unit="stephpage" xml:id="stephpage-259e"/> γὰρ ἦν ὁ πρὸς τὸν ἐμβοήσαντα <q>μέχρι
ποῦ διώκεις;ʼ</q> ἀποκρινάμενος <q>μέχρι Μακεδονίας.</q> ἀποθανόντι δʼ αὐτῷ περιῆν ἀδελφὴ μαρτυροῦσα
κἀκεῖνον ἀρετῇ γένους καὶ φύσει μέγαν ἄνδρα καὶ λαμπρὸν γενέσθαι· πλὴν ταύτῃ γε καὶ χρηστὸν
ἀπολαῦσαί τι τῆς <milestone n="20" unit="tlnum"/> ἀρετῆς ὑπῆρξεν, ὥστε κουφότερον, ὅσον τῶν κοινῶν
ἀτυχημάτων εἰς αὐτὴν ἦλθεν, ἐνεγκεῖν. ἐπεὶ γὰρ ἐκράτησε Θηβαίων Ἀλέξανδρος, ἄλλοι δʼ ἄλλα τῆς πόλεως
ἐπόρθουν ἐπιόντες, ἔτυχε τὴν Τιμοκλείας οἰκίαν καταλαβὼν ἄνθρωπος οὐκ ἐπιεικὴς οὐδʼ ἥμερος
<milestone n="25" unit="tlnum"/> ἀλλʼ ὑβριστὴς καὶ ἀνόητος· ἦρχε δὲ Θρᾳκίου τινὸς <milestone n="259f" unit="stephpage" xml:id="stephpage-259f"/> ἴλης <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἴλης</foreign> X: <foreign xml:lang="grc">εἴλης</foreign>
</note> καὶ ὁμώνυμος ἦν τοῦ βασιλέως οὐδὲν δʼ ὅμοιος. <pb xml:id="v.2.p.240"/> οὔτε γὰρ τὸ γένος
οὔτε τὸν βίον αἰδεσθεὶς τῆς γυναικός, ὡς ἐνέπλησεν ἑαυτὸν οἴνου, μετὰ δεῖπνον ἐκάλει
συναναπαυσομένην. καὶ τοῦτο <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοῦτο</foreign> M: <foreign xml:lang="grc">τούτου</foreign>
</note> πέρας οὐκ ἦν· ἀλλὰ καὶ χρυσὸν ἐζήτει καὶ ἄργυρον, εἴ τις εἴη <milestone n="5" unit="tlnum"/>
κεκρυμμένος ὑπʼ αὐτῆς, τὰ μὲν ὡς ἀπολῶν τὰ δʼ ὡς ἕξων διὰ παντὸς ἐν τάξει γυναικός. ἡ δὲ δεξαμένη
λαβὴν αὐτοῦ διδόντος <q>ὤφελον μέν</q> εἶπε <q>τεθνάναι πρὸ ταύτης ἐγὼ τῆς νυκτὸς ἢ ζῆν· <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἢ ζῆν</foreign>] fort. supplendum: <foreign xml:lang="grc">ἢ ζῆν· καὶ γὰρ ἂν
ἐξῆν τὸ γοῦν σῶμα κέ</foreign></note> τὸ γοῦν σῶμα <milestone n="260a" unit="stephpage" xml:id="stephpage-260a"/> πάντων
ἀπολλυμένων <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀπολλυμένων</foreign>] <foreign xml:lang="grc">ἀπολομένων</foreign>
Cobetus</note> ἀπείρατον <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀπείρατον</foreign>] add. <foreign xml:lang="grc">ἂν</foreign> idem</note>
ὕβρεως διαφυλάξαι· <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">διαφυλάξαι</foreign>] <foreign xml:lang="grc">διεφύλαξα</foreign>
Turnebus</note>
<milestone n="10" unit="tlnum"/> πεπραγμένων δʼ οὕτως, εἴ σε κηδεμόνα καὶ δεσπότην καὶ ἄνδρα δεῖ
νομίζειν, τοῦ δαίμονος διδόντος, οὐκ ἀποστερήσω σε τῶν σῶν· ἐμαυτὴν γάρ, ὅ τι βούλει σύ, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">βούλει σύ</foreign> *: <foreign xml:lang="grc">βουλήσῃ</foreign>
</note> ὁρῶ γεγενημένην. ἐμοὶ περὶ σῶμα κόσμος ἦν καὶ ἄργυρος ἐν ἐκπώμασιν, ἦν τι καὶ χρυσοῦ καὶ
<milestone n="15" unit="tlnum"/> νομίσματος. ὡς δʼ ἡ πόλις ἡλίσκετο, πάντα συλλαβεῖν κελεύσασα τὰς
θεραπαινίδας ἔρριψα, μᾶλλον δὲ κατεθέμην εἰς φρέαρ ὕδωρ οὐκ ἔχον· οὐδʼ ἴσασιν <milestone n="260b" unit="stephpage" xml:id="stephpage-260b"/> αὐτὸ πολλοί· πῶμα γὰρ ἔπεστι καὶ κύκλῳ περιπέφυκεν ὕλη
σύσκιος. ταῦτα σὺ μὲν εὐτυχοίης λαβών, <milestone n="20" unit="tlnum"/> ἐμοὶ δʼ ἔσται πρός σε
μαρτύρια καὶ γνωρίσματα τῆς περὶ τὸν οἶκον εὐτυχίας καὶ λαμπρότητος.</q> ἀκούσας οὖν ὁ Μακεδὼν οὐ
περιέμεινε τὴν ἡμέραν, ἀλλʼ εὐθὺς ἐβάδιζεν ἐπὶ τὸν τόπον, ἡγουμένης τῆς Τιμοκλείας· καὶ τὸν κῆπον
ἀποκλεῖσαι κελεύσας, ὅπως <milestone n="25" unit="tlnum"/> αἴσθοιτο μηδείς, κατέβαινεν ἐν τῷ χιτῶνι.
στυγερὰ <pb xml:id="v.2.p.241"/> δʼ ἡγεῖτο Κλωθὼ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Κλωθὼ</foreign>] cf. Hes. Scut. 258</note> τιμωρὸς ὑπὸ τῆς Τιμοκλείας
ἐφεστώσης ἄνωθεν. ὡς δʼ ᾔσθετο τῇ φωνῇ κάτω γεγονότος, <milestone n="260c" unit="stephpage" xml:id="stephpage-260c"/> πολλοὺς μὲν αὐτὴ τῶν λίθων ἐπέφερε πολλοὺς δὲ καὶ μεγάλους αἱ θεραπαινίδες
ἐπεκυλίνδουν, ἄχρι <milestone n="5" unit="tlnum"/> οὗ κατέκοψαν αὐτὸν καὶ κατέχωσαν. ὡς δʼ ἔγνωσαν
οἱ Μακεδόνες καὶ τὸν νεκρὸν ἀνείλοντο κηρύγματος ἤδη γεγονότος μηδένα κτείνειν Θηβαίων, ἦγον αὐτὴν
συλλαβόντες ἐπὶ τὸν βασιλέα καὶ προσήγγειλαν τὸ τετολμημένον. ὁ δὲ καὶ τῇ καταστάσει τοῦ προσώπου
<milestone n="10" unit="tlnum"/> καὶ τῷ σχολαίῳ τοῦ βαδίσματος ἀξιωματικόν. τι καὶ γενναῖον ἐνιδὼν
πρῶτον ἀνέκρινεν αὐτὴν τίς εἴη γυναικῶν. ἡ δʼ ἀνεκπλήκτως πάνυ καὶ, τεθαρρηκότως εἶπεν <q>ἐμοὶ
Θεαγένης ἦν ἀδελφός, ὃς ἐν Χαιρωνείᾳ στρατηγῶν καὶ μαχόμενος πρὸς <milestone n="15" unit="tlnum"/>
ὑμᾶς; ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας; ἔπεσεν, ὅπως; ἡμεῖς μηδὲν τοιοῦτον πάθωμεν· ἐπεὶ δὲ
πεπόνθαμεν <milestone n="260d" unit="stephpage" xml:id="stephpage-260d"/> ἀνάξια τοῦ γένους,
ἀποθανεῖν οὐ φεύγομεν· οὐδὲ γὰρ ἄμεινον ἴσως ζῶσαν ἑτέρας πειρᾶσθαι νυκτός, εἰ σὺ τοῦτο μὴ
κωλύσεις.</q> οἱ μὲν οὖν <milestone n="20" unit="tlnum"/> ἐπιεικέστατοι τῶν παρόντων ἐδάκρυσαν,
Ἀλεξάνδρῳ δʼ οἰκτίρειν μὲν οὐκ ἐπῄει τὴν ἄνθρωπον ὡς μείζονα, θαυμάσας δὲ τὴν ἀρετὴν καὶ τὸν λόγον
εὖ μάλα καθαψάμενον αὐτοῦ, τοῖς μὲν ἡγεμόσι παρήγγειλε προσέχειν καὶ φυλάττειν, μὴ πάλιν ὕβρισμα
<milestone n="25" unit="tlnum"/> τοιοῦτον εἰς οἰκίαν ἔνδοξον γένηται· τὴν δὲ Τιμόκλειαν ἀφῆκεν αὐτήν
τε καὶ πάντας, ὅσοι κατὰ γένος αὐτῇ προσήκοντες εὑρέθησαν. <pb xml:id="v.2.p.242"/>
</p></div><div n="25" subtype="section" type="textpart"><head>Ἐρύξω</head><p rend="indent">Βάττου τοῦ ἐπικληθέντος Εὐδαίμονος υἱὸς Ἀρκεσίλαος <milestone n="260e" unit="stephpage" xml:id="stephpage-260e"/> ἦν οὐδὲν ὅμοιος τῷ πατρὶ τοὺς,· τρόπους· καὶ γὰρ ζῶντος
ἔτι περὶ τὴν οἰκίαν περιθεὶς ἐπάλξεις ὑπὸ τοῦ πατρὸς ἐζημιώθη ταλάντῳ καὶ τελευτήσαντος <milestone n="5" unit="tlnum"/> ἐκείνου, τοῦτο μὲν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μὲν</foreign> Herwerdenus: <foreign xml:lang="grc">μὲν οὔ</foreign>
</note> φύσει χαλεπὸς ὤν ὅπερ καὶ ἐπεκλήθη, τοῦτο δὲ φίλῳ πονηρῷ, Λαάρχῳ, χρώμενος ἀντὶ βασιλέως
ἐγεγόνει τύραννος;. ὁ δὲ Λάαρχος· <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ʽἁλίαρχος</foreign> vel <foreign xml:lang="grc">Λέαρχος</foreign> Herod. 4,
160</note> ἐπιβουλεύων τῇ τυραννίδι καὶ τοὺς ἀρίστους τῶν Κυρηναίων ἐξελαύνων ἢ φονεύων, ἐπὶ
<milestone n="10" unit="tlnum"/> τὸν Ἀρκεσίλαον τὰς αἰτίας ἔτρεπε· καὶ τέλος ἐκεῖνον <milestone n="260f" unit="stephpage" xml:id="stephpage-260f"/> μὲν εἰς νόσον ἐμβαλὼν φθινάδα καὶ χαλεπὴν λαγὼν
πιόντα θαλάσσιον διέφθειρεν, αὐτὸς δὲ τὴν ἀρχὴν εἶχεν ὡς τῷ παιδὶ τῷ ἐκείνου Βάττῳ διαφυλάττων. ὁ
μὲν οὖν παῖς καὶ διὰ τὴν χωλότητα καὶ διὰ τὴν <milestone n="15" unit="tlnum"/> ἡλικίαν κατεφρονεῖτο,
τῇ δὲ μητρὶ πολλοὶ προσεῖχον αὐτοῦ· σώφρων τε γὰρ ἦν καὶ φιλάνθρωπος οἰκείους τε πολλοὺς καὶ
δυνατοὺς εἶχε.· διὸ καὶ θεραπεύων αὐτὴν ὁ Λάαρχος ἐμνηστεύετο, καὶ τὸν Βάττον ἠξίου παῖδα θέσθαι
γήμας ἐκείνην, καὶ κοινωνὸν <milestone n="20" unit="tlnum"/> ἀποδεῖξαι <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀποδεὶξαι</foreign> *: <foreign xml:lang="grc">ἀποδείξας</foreign>
</note> τῆς ἀρχῆς ἡ δʼ Ἐρυξὼ τοῦτο γὰρ ἦν ὄνομα τῇ γυναικὶ βουλευσαμένη μετὰ τῶν ἀδελφῶν, <milestone n="261a" unit="stephpage" xml:id="stephpage-261a"/> ἐκέλευε τὸν Λάαρχον ἐντυγχάνειν ʼ ἐκείνοις, ὡς
αὐτῆς προσιεμένης τὸν γάμον. ἐπεὶ δʼ ὁ Λάαρχος; ἐνετύγχανε τοῖς ἀδελφοῖς, ἐκεῖνοι δʼ ἐπίτηδες
παρῆγον καὶ <milestone n="25" unit="tlnum"/> ἀνεβάλλοντο, πέμπει πρὸς αὐτὸν ἡ Ἐρυξὼ θεραπαινίδα παρʼ
αὑτῆς παραγγέλλουσαν, ὅτι νῦν μὲν <pb xml:id="v.2.p.243"/> ἀντιλέγουσιν οἱ ἀδελφοί, γενομένης δὲ
τῆς· συνόδου παύσονται διαφερόμενοι καὶ συγχωρήσουσι· δεῖν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δεῖν</foreign> Benselerus: <foreign xml:lang="grc">δεῖ</foreign>
</note> οὖν αὐτόν, εἰ βούλεται, νύκτωρ ἀφικέσθαι πρὸς αὐτήν· καλῶς γὰρ ἕξειν καὶ τὰ λοιπὰ τῆς ἀρχῆς;
γενομένης <milestone n="5" unit="tlnum"/> ἦν οὖν ταῦτα καθʼ ἡδονὴν τῷ Λαάρχῳ, καὶ παντάπασιν
ἀναπτοηθεὶς <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀναπτοηθεὶς</foreign>] <foreign xml:lang="grc">ἀναπτερωθεὶς</foreign>
Cobetus</note> πρὸς τὴν φιλοφροσύνην τῆς <milestone n="261b" unit="stephpage" xml:id="stephpage-261b"/> γυναικὸς ὡμολόγησεν ἥξειν, ὅταν ἐκείνη κελεύῃ. ταῦτα δʼ ἔπραττεν ἡ Ἐρυξὼ
μετὰ Πολυάρχου τοῦ πρεσβυτάτου τῶν ἀδελφῶν. ὁρισθέντος δὲ καιροῦ <milestone n="10" unit="tlnum"/>
πρὸς τὴν σύνοδον, ὁ Πολύαρχος εἰς τὸ δωμάτιον τῆς ἀδελφῆς παρεισήχθη κρύφα, νεανίσκους ἔχων δύο σὺν
αὑτῷ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὑτῷ</foreign> *: <foreign xml:lang="grc">αὐτῷ</foreign>
</note> ξιφήρεις φόνῳ πατρὸς ἐπεξιόντας, ὃν ὁ Λάαρχος ἐτύγχανεν ἀπεκτονὼς· νεωστί. μεταπεμψαμένης δὲ
τῆς Ἐρυξοῦς αὐτὸν, ἄνευ δορυφόρων <milestone n="15" unit="tlnum"/> εἰσῆλθε, καὶ τῶν νεανίσκων αὐτῷ
προσπεσόντων τυπτόμενος τοῖς· ξίφεσιν ἀπέθανε. τὸν μὲν οὖν νεκρὸν ἔρριψαν ὑπὲρ τὸ τεῖχος, τὸν δὲ
Βάττον προαγαγόντες <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προαγαγόντες</foreign> Herwerdenus: <foreign xml:lang="grc">προσαγαγόντες</foreign>
</note> ἀνέδειξαν ἐπὶ τοῖς πατρίοις βασιλέα, καὶ τὴν ἀπʼ ἀρχῆς πολιτείαν ὁ Πολύαρχος, ἀπέδωκε
<milestone n="20" unit="tlnum"/>
<milestone n="261c" unit="stephpage" xml:id="stephpage-261c"/> τοῖς Κυρηναίοις. ἐτύγχανον δʼ
Ἀμάσιδος τοῦ Αἰγυπτίων βασιλέως στρατιῶται συχνοὶ παρόντες, οἷς ὁ Λάαρχος ἐχρῆτο πιστοῖς, καὶ
φοβερὸς ἦν οὐχ ἥκιστα διʼ ἐκείνων τοῖς πολίταις. οὗτοι πρὸς Ἄμασιν ἔπεμψαν τοὺς· κατηγορήσοντας τοῦ
τε Πολυάρχου καὶ τῆς <milestone n="25" unit="tlnum"/>Ἐρυξοῦς. χαλεπαίνοντος δʼ ἐκείνου καὶ
διανοουμένου πολεμεῖν τοῖς Κυρηναίοις, συνέβη τὴν μητέρα <pb xml:id="v.2.p.244"/> τελευτῆσαι, καὶ
ταφὰς αὐτῆς ἐπιτελοῦντος, ἀναγγέλλοντας ἐλθεῖν παρὰ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">παρὰ</foreign>] <foreign xml:lang="grc">τὰ παρὰ</foreign>?</note> τοῦ
Ἀμάσιδος;. ἔδοξεν οὖν τῷ Πολυάρχῳ <milestone n="261d" unit="stephpage" xml:id="stephpage-261d"/>
βαδίζειν ἀπολογησομένῳ· τῆς δʼ Ἐρυξοῦς μὴ ἀπολειπομένης ἀλλʼ ἕπεσθαι καὶ συγκινδυνεύειν <milestone n="5" unit="tlnum"/> βουλομένης, οὐδʼ ἡ μήτηρ Κριτόλα, καίπερ οὖσα πρεσβῦτις, ἀπελείπετο. μέγιστον
δʼ αὐτῆς ἦν ἀξίωμα, Βάττου γεγενημένης ἀδελφῆς τοῦ Εὐδαίμονος. ὡς οὖν ἦλθον εἰς Αἴγυπτον, οἳ τʼ
ἄλλοι θαυμαστῶς ἀπεδέξαντο τὴν πρᾶξιν αὐτῶν, καὶ ὁ Ἄμασις οὐ <milestone n="10" unit="tlnum"/>
μετρίως ἀπεδέξατο τήν τε σωφροσύνην καὶ τὴν ἀνδρείαν· τῆς γυναικός· δώροις δὲ τιμήσας καὶ θεραπείᾳ
βασιλικῇ τόν τε Πολύαρχον καὶ τὰς γυναῖκας εἰς Κυρήνην ἀπέστειλεν. </p></div><div n="26" subtype="section" type="textpart"><head>Ξενοκρίτη.</head><p rend="indent"><milestone n="261e" unit="stephpage" xml:id="stephpage-261e"/> οὐχ ἧττον δʼ ἄν τις ἀγάσαιτο τὴν
Κυμαίαν <milestone n="15" unit="tlnum"/>Ξενοκρίτην ἐπὶ τοῖς πραχθεῖσι περὶ Ἀριστόδημον τὸν τύραννον,
ᾧ τινες; μαλακὸν ἐπίκλησιν οἴονται γεγονέναι; τἀληθὲς <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τἀληθὲς</foreign> *: <foreign xml:lang="grc">τὸ ἀληθὲς</foreign>
</note> ἀγνοοῦντες. ἐπεκλήθη γὰρ ὑπὸ τῶν βαρβάρων Μαλακός, ὅπερ ἐστὶν ἀντίπαις, ὅτι μειράκιον ὢν
παντάπασι μετὰ τῶν ἡλίκων ἔτι κομώντων <milestone n="20" unit="tlnum"/> ʽ οὓς κορωνιστὰς ὡς ἔοικεν
ἀπὸ τῆς κόμης ὠνόμαζον’ ἐν τοῖς πρὸς τοὺς βαρβάρους πολέμοις ἐπιφανὴς ἦν καὶ λαμπρὸς; οὐ τόλμῃ μόνον
οὐδὲ χειρὸς ἔργοις, ἀλλὰ καὶ συνέσει καὶ προνοίᾳ φανεὶς περιττός. ὅθεν εἰς τὰς μεγίστας προῆλθεν
ἀρχὰς <milestone n="25" unit="tlnum"/> θαυμαζόμενος ὑπὸ τῶν πολιτῶν, καὶ Ῥωμαίοις ἐπικουρίαν
<milestone n="261f" unit="stephpage" xml:id="stephpage-261f"/> ἄγων ἐπέμφθη πολεμουμένοις ὑπὸ τῶν
<pb xml:id="v.2.p.245"/> Τυρρηνῶν, Ταρκύνιον Σούπερβον ἐπὶ τὴν βασιλείαν καταγόντων. ἐν ταύτῃ δὲ τῇ
στρατείᾳ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">στρατείᾳ</foreign> *: <foreign xml:lang="grc">στρατιᾷ</foreign>
</note> μακρᾷ γενομένῃ πάντῃ πρὸς χάριν ἐνδιδοὺς τοῖς· στρατευομένοις τῶν πολιτῶν καὶ δημαγωγῶν
μᾶλλον ἢ στρατηγῶν <milestone n="5" unit="tlnum"/> ἔπεισεν αὐτοὺς συνεπιθέσθαι τῇ βουλῇ καὶ
συνεκβαλεῖν τοὺς ἀρίστους καὶ δυνατωτάτους. ἐκ δὲ τούτου γενόμενος τύραννος, ἦν μὲν ἐν ταῖς περὶ
γυναῖκας καὶ παῖδας ἐλευθέρους ἀδικίαις αὐτὸς ἑαυτοῦ μοχθηρότερος. <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μοχθηρότερος</foreign> Herwerdenus: <foreign xml:lang="grc">μοχθηρ́τατος</foreign>
</note> ἱστόρηται γάρ, ὅτι τοὺς· μὲν <milestone n="10" unit="tlnum"/> ἄρρενας παῖδας ἤσκει κόμαις
<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κόμαις</foreign>] <foreign xml:lang="grc">κομᾶν</foreign> M</note> καὶ
χρυσοφορεῖν, τὰς δὲ θηλείας ἠνάγκαζε περιτρόχαλα κείρεσθαι καὶ <milestone n="262a" unit="stephpage" xml:id="stephpage-262a"/> φορεῖν ἐφηβικὰς χλαμύδας καὶ τῶν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ τῶν</foreign>] <foreign xml:lang="grc">κατὰ τῶν</foreign>
Salmasius</note> ἀνακώλων χιτωνίσκων. οὐ μὴν ἀλλʼ ἐξαιρέτως ἐρασθεὶς τῆς Ξενοκρίτης εἶχεν αὐτὴν
φυγάδος οὖσαν πατρός, οὐ <milestone n="15" unit="tlnum"/> καταγαγὼν οὐδὲ πείσας ἐκεῖνον, ἀλλʼ
ὁπωσοῦν ἡγούμενος· ἀγαπᾶν συνοῦσαν αὐτῷ τὴν κόρην, ἅτε δὴ ζηλουμένην καὶ μακαριζομένην ὑπὸ τῶν
πολιτῶν. τὴν δὲ ταῦτα μὲν οὐκ ἐξέπληττεν ἀχθομένη δʼ ἐπὶ τῷ συνοικεῖν ἀνέκδοτος καὶ ἀνέγγυος οὐδὲν
ἧττον <milestone n="20" unit="tlnum"/> ἐπόθει τῶν μισουμένων ὑπὸ τοῦ τυράννου τὴν τῆς πατρίδος
ἐλευθερίαν. ἔτυχε δὲ κατʼ ἐκεῖνο καιροῦ <milestone n="262b" unit="stephpage" xml:id="stephpage-262b"/> τάφρον ἄγων κύκλῳ περὶ τὴν χώραν ὁ Ἀριστόδημος, οὔτʼ ἀναγκαῖον ἔργον οὔτε χρήσιμον, ἄλλως δὲ
τρίβειν καὶ ἀποκναίειν πόνοις καὶ ἀσχολίαις τοὺς <milestone n="25" unit="tlnum"/> πολίτας
βουλόμενος· ἦν γὰρ προστεταγμένον ἑκάστῳ μέτρων τινῶν ἀριθμὸν ἐκφέρειν τῆς γῆς. <gap reason="lost"/>
<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">lacunam add. W, quam supplet
verbis: <foreign xml:lang="grc">ἐν τούτοις δὲ καὶ γυνή τις</foreign>
</note> ὡς εἶδεν <pb xml:id="v.2.p.246"/> ἐπιόντα <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπιόντα</foreign> X: <foreign xml:lang="grc">ἀπιόντα</foreign>
</note> τὸν Ἀριστόδημον, ἐξέκλινε καὶ παρεκαλύψατο τῷ χιτωνίσκῳ τὸ πρόσωπον. ἀπελθόντος οὖν τοῦ
Ἀριστοδήμου, σκώπτοντες οἱ νεανίσκοι καὶ παίζοντες ἠρώτων, ὅ τι <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὅ τι</foreign> *: <foreign xml:lang="grc">ὅτι</foreign>
</note> δὴ μόνον ὑπʼ αἰδοῦς φύγοι τὸν <milestone n="5" unit="tlnum"/>Ἀριστόδημον, πρὸς δὲ τοὺς
ἄλλους οὐδὲν πάθοι τοιοῦτον· ἡ δὲ καὶ μάλα μετὰ σπουδῆς ἀπεκρίνατο <q>μόνος γάρ</q> ἔφη <q>Κυμαίων
Ἀριστόδημος ἀνήρ ἐστι.</q> τοῦτο γὰρ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γὰρ</foreign>] <foreign xml:lang="grc">γοῦν</foreign> M</note> λεχθὲν τὸ
ῥῆμα πάντων μὲν ἥψατο, τοὺς <milestone n="262c" unit="stephpage" xml:id="stephpage-262c"/> δὲ
γενναίους καὶ παρώξυνεν αἰσχύνῃ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αἰσχύνῃ</foreign>] <foreign xml:lang="grc">αἰσχύνη</foreign> Dinsius</note>
τῆς· ἐλευθερίας <milestone n="10" unit="tlnum"/> ἀντέχεσθαι. λέγεται δὲ καὶ Ξενοκρίτην ἀκούσασαν
εἰπεῖν, ὡς ἐβούλετʼ ἂν καὶ αὐτὴ γῆν ὑπὲρ τοῦ πατρὸς φέρειν παρόντος ἢ τρυφῆς συμμετέχειν Ἀριστοδήμῳ
καὶ δυνάμεως τοσαύτης. ἐπέρρωσεν οὖν ταῦτα τοὺς <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοὺς</foreign> Patzigius</note> συνισταμένους ἐπὶ τὸν Ἀριστόδημον, ὧν
<milestone n="15" unit="tlnum"/> ἡγεῖτο Θυμοτέλης καὶ τῆς Ξενοκρίτης εἰσόδου παρεχούσης αὐτοῖς
ἄδειαν καὶ τὸν Ἀριστόδημον ἄοπλον καὶ ἀφύλακτον, οὐ χαλεπῶς παρεισπεσόντες διαφθείρουσιν αὐτόν. οὕτω
μὲν ἡ Κυμαίων πόλις ἠλευθερώθη· δυεῖν ἀρετῇ γυναικῶν, τῆς μὲν ἐπίνοιαν <milestone n="20" unit="tlnum"/> αὐτοῖς καὶ ὁρμὴν ἐμβαλούσης τοῦ ἔργου, τῆς δὲ πρὸς τὸ τέλος συλλαβομένης. τιμῶν δὲ
καὶ δωρεῶν, μεγάλων Ξενοκρίτῃ προτεινομένων ἐάσασα πάσας <milestone n="262d" unit="stephpage" xml:id="stephpage-262d"/> ἓν ᾐτήσατο, θάψαι τὸ σῶμα τοῦ Ἀριστοδήμου· καὶ τοῦτʼ οὖν ἔδοσαν αὐτῇ καὶ
Δήμητρος ἱέρειαν αὐτὴν <milestone n="25" unit="tlnum"/> εἵλοντο, οὐχ ἧττον οἰόμενοι τῇ θεῷ
κεχαρισμένην ἢ πρέπουσαν ἐκείνῃ τιμὴν ἔσεσθαι. <pb xml:id="v.2.p.247"/>
</p></div><div n="27" subtype="section" type="textpart"><head>Πυθέω γυνή</head><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πυθεω γυνη</foreign> X</note><p rend="indent">λέγεται δὲ καὶ τὴν Πύθεω τοῦ κατὰ Ξέρξην γυναῖκα σοφὴν γενέσθαι καὶ χρηστήν. αὐτὸς,
μὲν γὰρ ὁ Πύθης ὡς ἔοικε χρυσείοις ἐντυχὼν μετάλλοις καὶ ἀγαπήσας τὸν ἐξ αὐτῶν πλοῦτον οὐ μετρίως
<milestone n="5" unit="tlnum"/> ἀλλʼ ἀπλήστως καὶ περιττῶς, αὐτός τε περὶ ταῦτα διέτριβε καὶ τοὺς
πολίτας καταβιβάζων ἅπαντας ὁμαλῶς ὀρύττειν ἢ φορεῖν ἢ καθαίρειν ἠνάγκαζε <milestone n="262e" unit="stephpage" xml:id="stephpage-262e"/> τὸ χρυσίον, ἄλλο μηδὲν ἐργαζομένους τὸ παράπαν μηδὲ
πράττοντας. ἀπολλυμένων δὲ πολλῶν πάντων <milestone n="10" unit="tlnum"/> δʼ ἀπαγορευόντων, αἱ
γυναῖκες ἱκετηρίαν ἔθεσαν ἐπὶ τὰς· θύρας ἐλθοῦσαι τῆς τοῦ Πύθεω γυναικός. ἡ δʼ ἐκείνας μὲν ἀπιέναι
καὶ θαρρεῖν ἐκέλευσεν; αὐτὴ δὲ τῶν περὶ τὸ χρυσίον τεχνιτῶν οἷς ἐπίστευε· μάλιστα καλέσασα καὶ
καθείρξασα, ποιεῖν ἐκέλευεν <milestone n="15" unit="tlnum"/> ἄρτους τε χρυσοῦς καὶ πέμματα παντοδαπὰ
καὶ <milestone n="262f" unit="stephpage" xml:id="stephpage-262f"/> ὀπώρας, καὶ ὅσοις δὴ μάλιστα τὸν
Πύθην ἐγίνωσκεν ἡδόμενον ὄψοις καὶ βρώμασι. ποιηθέντων δὲ πάντων, ὁ μὲν Πύθης ἧκεν ἀπὸ · τῆς ξένης·
ἐτύγχανε γὰρ ἀποδημῶν· ἡ δὲ γυνὴ δεῖπνον αἰτοῦντι παρέθηκε <milestone n="20" unit="tlnum"/> χρυσῆν
τράπεζαν οὐδὲν ἐδώδιμον ἔχουσαν ἀλλὰ πάντα χρυσᾶ. τὸ μὲν οὖν πρῶτον ἔχαιρε Πύθης τοῖς· μιμήμασιν,
ἐμπλησθεὶς δὲ τῆς ὄψεως φαγεῖν ἡ δὲ χρυσοῦν ὅ τι τύχοι ποθήσας προσέφερε. δυσχεραίνοντος δʼ αὐτοῦ
καὶ πεινῆν βοῶντος, <q>ἀλλὰ σύ γε <milestone n="25" unit="tlnum"/> τούτων</q> εἶπεν <q>ἄλλου δʼ οὐδενὸς
εὐπορίαν πεποίηκας <pb xml:id="v.2.p.248"/>
<milestone n="263a" unit="stephpage" xml:id="stephpage-263a"/> ἡμῖν καὶ γὰρ ἐμπειρία καὶ τέχνη πᾶσα
φροῦδος, γεωργεῖ δʼ οὐδείς, ἀλλὰ τὰ σπειρόμενα καὶ φυτευόμενα καὶ τρέφοντα τῆς γῆς ὀπίσω
καταλιπόντες ὀρύσσομεν ἄχρηστα καὶ ζητοῦμεν, ἀποκναίοντες <milestone n="5" unit="tlnum"/> αὑτοὺς καὶ
τοὺς πολίτας.</q> ἐκίνησε ταῦτα τὸν Πύθην, καὶ πᾶσαν μὲν οὐ κατέλυσε τὴν περὶ τὰ μέταλλα πραγματείαν,
ἀνὰ μέρος δὲ τὸ πέμπτον ἐργάξεσθαι κελεύσας τῶν πολιτῶν, τοὺς· λοιποὺς ἐπὶ γεωργίαν καὶ τὰς τέχνας
ἔτρεψε. Ξέρξου δὲ καταβαίνοντος <milestone n="10" unit="tlnum"/> ἐπὶ τὴν Ἑλλάδα, λαμπρότατος ἐν
ταῖς· ὑποδοχαῖς καὶ ταῖς δωρεαῖς γενόμενος χάριν ᾐτήσατο παρὰ τοῦ βασιλέως, πλειόνων αὐτῷ παίδων
ὄντων, ἕνα <milestone n="263b" unit="stephpage" xml:id="stephpage-263b"/> παρεῖναι τῆς στρατείας καὶ
καταλιπεῖν αὐτῷ γηροβοσκεῖν. <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γηροβοσκεῖν</foreign>] <foreign xml:lang="grc">γηροβοσκόν</foreign>
Cobetus</note> ὁ δὲ Ξέρξης ὑπʼ ὀργῆς τοῦτον μόνον, ὃν <milestone n="15" unit="tlnum"/> ἐξῃτήσατο,
σφάξας καὶ διατεμὼν ἐκέλευσε τὸν στρατὸν διελθεῖν, τοὺς δʼ ἄλλους ἐπηγάγετο, καὶ πάντες ἀπώλοντο
κατὰ τὰς μάχας. ἐφʼ οἷς ὁ Πύθης ἀθυμήσας ἔπαθεν ὅμοια πολλοῖς τῶν κακῶν καὶ ἀνοήτων τὸν μὲν γὰρ
θάνατον ἐφοβεῖτο, τῷ βίῳ δʼ <milestone n="20" unit="tlnum"/> ἤχθετο. βουλόμενος δὲ μὴ ζῆν, προέσθαι
δὲ τὸ ζῆν δυνάμενος, χώματος ὄντος ἐν τῇ πόλει μεγάλου καὶ ποταμοῦ διαρρέοντος, ὃν Πυθοπολίτην
<milestone n="263c" unit="stephpage" xml:id="stephpage-263c"/> ὠνόμαζον, ἐν μὲν τῷ χώματι
κατεσκεύασε μνημεῖον, ἐκτρέψας δὲ τὸ ῥεῖθρον, ὥστε διὰ τοῦ χώματος; <milestone n="25" unit="tlnum"/>
φέρεσθαι ψαύοντα τοῦ τάφου τὸν ποταμόν· ἐπὶ τούτοις συντελεσθεῖσιν αὐτὸς μὲν εἰς τὸ μνημεῖον
κατῆλθε, τῇ δὲ γυναικὶ τὴν ἀρχὴν καὶ τὴν πόλιν <pb xml:id="v.2.p.249"/> ἀναθεὶς ἅπασαν ἐκέλευσε μὴ
προσιέναι , πέμπειν δὲ τὸ δεῖπνον αὐτῷ καθʼ ἑκάστην ἡμέραν εἰς βᾶριν ἐντιθεῖσαν, ἄχρι οὗ τὸν τάφον ἡ
βᾶρις παρέλθῃ τὸ δεῖπνον ἀκέραιον ἔχουσα, τότε δὲ παύσασθαι <milestone n="5" unit="tlnum"/>
πέμπουσαν, ὡς αὐτοῦ τεθνηκότος. ἐκεῖνος μὲν οὕτω τὸν λοιπὸν βίον διῆγεν, ἡ δὲ γυνὴ τῆς ἀρχῆς καλῶς
ἐπεμελήθη καὶ μεταβολὴν κακῶν τοῖς ἀνθρώποις παρέσχε.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>