<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg083.perseus-grc3:8-11</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg083.perseus-grc3:8-11</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg083.perseus-grc3" type="edition" xml:lang="grc"><div n="8" subtype="section" type="textpart"><head>Τυρρηνίδες</head><p rend="indent">Τυρρηνῶν τοίνυν τῶν Λῆμνον καὶ Ἴμβρον κατασχόντων, ἁρπασάντων δὲ Βραυρωνόθεν τὰς Ἀθηναίων
γυναῖκας, ἐγένοντο παῖδες, οὓς ἐξήλασαν Ἀθηναῖοι μιξοβαρβάρους ὄντας ἐκ τῶν νήσων. οἱ δʼ εἰς
Ταίναρον κατάραντες ἐγένοντο χρήσιμοι Σπαρτιάταις περὶ τὸν εἱλωτικὸν πόλεμον, καὶ διὰ <milestone n="247b" unit="stephpage" xml:id="stephpage-247b"/> τοῦτο πολιτείας καὶ γάμων τυχόντες, οὐκ
ἀξιούμενοι δὲ ἀρχείων καὶ βουλῆς, ὑπόνοιαν ἔσχον ὡς ἐπὶ νεωτερισμῷ συνερχόμενοι καὶ διανοούμενοι τὰ
καθεστῶτα κινεῖν. συλλαβόντες οὖν αὐτοὺς οἱ Λακεδαιμόνιοι. οἱ καὶ καθείρξαντες ἐφύλαττον <pb xml:id="v.3.p.498"/> ἰσχυρῶς, ζητοῦντες ἑλεῖν σαφέσι καὶ βεβαίοις ἐλέγχοις· αἱ δὲ τῶν καθειργμένων
γυναῖκες ἐπὶ τὴν εἱρκτὴν παραγενόμεναι, πολλαῖς ἱκεσίαις.ς καὶ δεήσεσι παρείθησαν ὑπὸ τῶν φυλάκων
ὅσον ἀσπάσασθαι καὶ προσειπεῖν τοὺς ἄνδρας. ἐπεὶ δʼ εἰσῆλθον, ἐκέλευον αὐτοὺς μεταμφιέννυσθαι ταχὺ
τὰ ἱμάτια καὶ τὰ μὲν αὑτῶν<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">αὐτῶν</foreign>] <foreign xml:lang="grc">αὑτῶν</foreign> E. Kurtz.</note>
ἐκείναις ἀπολιπεῖν, τὰ <milestone n="247c" unit="stephpage" xml:id="stephpage-247c"/> δʼ ἐκείνων
ἐνδύντας αὐτοὺς ἀπιέναι περικαλυψαμένους. γενομένων δὲ τούτων, αἱ μὲν ὑπέμειναν αὐτοῦ παραταξάμεναι
πρὸς πάντα τὰ δεινά, τοὺς δʼ ἄνδρας ἐξαπατηθέντες οἱ φύλακες παρῆκαν ὡς δὴ γυναῖκας. </p><p rend="indent">ἐκ δὴ τούτου καταλαβομένων αὐτῶν τὰ Ταΰγετα, καὶ τὸ εἱλωτικὸν ἀφιστάντων καὶ προσδεχομένων, οἱ
Σπαρτιᾶται εἰς πολὺν φόβον καταστάντες ἐπεκηρυκεύσαντο καὶ διηλλάγησαν ἐπὶ τῷ κομίσασθαι μὲν αὐτοὺς
τὰς γυναῖκας, χρήματα δὲ καὶ ναῦς λαβόντας ἐκπλεῦσαι καὶ γῆς τυχόντας <milestone n="247d" unit="stephpage" xml:id="stephpage-247d"/> ἀλλαχόσε<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἀλλαχόσε</foreign>] <foreign xml:lang="grc">ἀλλαχόθι</foreign> Dinse.</note>
καὶ πόλεως ἀποίκους Λακεδαιμονίων καὶ συγγενεῖς νομίζεσθαι. ταῦτα ἔπραττον οἱ Πελασγοὶ Πόλλιν
ἡγεμόνα καὶ Δελφὸν καὶ Κραταΐδαν<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">Δελφὸν καὶ Κραταΐδαν</foreign> Meursius, presumably from Photius, <title xml:lang="lat" rend="italic">Bibliotheca</title>, ed. Bekker, p. 137 b 21, and 141 a 7 (=Conon,
<title rend="italic">Narrat.</title> 36 and 47): <foreign xml:lang="grc">ἀδελφὸν καὶ
κραταΐδα</foreign>. <foreign xml:lang="lat">Cf.</foreign> Müller, <title rend="italic">F.H.G.</title> i. p. 356.</note> Λακεδαιμονίους λαβόντες· καὶ μέρος μὲν αὐτῶν ἐν Μήλῳ κατῴκησαν
τοὺς δὲ πλείστους οἱ περὶ Πόλλιν ἔχοντες εἰς Κρήτην ἔπλευσαν, ἀποπειρώμενοι τῶν λογίων. ἐχρήσθη γὰρ
αὐτοῖς, ὅταν τὴν θεὸν καὶ τὴν ἄγκυραν ἀπολέσωσι, παύσασθαι πλάνης καὶ πόλιν ἐκεῖ συνοικίζειν.
ὁρμισθεῖσιν οὖν πρὸς τῇ λεγομένῃ Χερρονήσῳ θόρυβοι πανικοὶ <pb xml:id="v.3.p.500"/> προσέπεσον
νύκτωρ, ὑφʼ ὧν διαπτοηθέντες ἐνεπήδησαν <milestone n="247e" unit="stephpage" xml:id="stephpage-247e"/> εἰς τὰς ναῦς ἀκόσμως, ἀπολιπόντες ἐν τῇ γῇ ξόανον τῆς Ἀρτέμιδος, ὃ πατρῷον ἦν αὐτοῖς εἰς Λῆμνον
ἐκ Βραύρωνος κομισθέν, ἐκ δὲ Λήμνου πανταχοῦ συμπεριαγόμενον. ἐπεὶ δὲ τοῦ θορύβου λήξαντος ἐπόθησαν
αὐτὸ κατὰ πλοῦν, ἅμα δʼ ὁ Πόλλις κατέμαθε τῇ ἀγκύρᾳ τὸν ὄνυχα μὴ προσόντα βίᾳ γὰρ ἑλκομένης ὡς
ἔοικεν ἐν τόποις ὑποπέτροις ἀποσπασθεὶς ἔλαθε, περαίνεσθαι τὰ πυθόχρηστα φήσας ἐσήμαινεν ἀναστρέφειν
καὶ <milestone n="247f" unit="stephpage" xml:id="stephpage-247f"/> κατέσχε τὴν χώραν, καὶ μάχαις
πολλαῖς τῶν ἀντιταξαμένων ἐπικρατήσας Λύκτον ᾤκησε καὶ πόλεις ἄλλας ὑποχειρίους ἔλαβε. διὸ καὶ
νομίζουσιν αὑτοὺς Ἀθηναίοις τε διὰ τὰς μητέρας κατὰ γένος προσήκειν καὶ Σπαρτιατῶν ἀποίκους
εἶναι.</p></div><div n="9" subtype="section" type="textpart"><head>Λύκιαι</head><p rend="indent">τὸ δʼ ἐν Λυκίᾳ γενέσθαι λεγόμενον μυθῶδες μέν ἐστιν, ἔχει δέ τινα φήμην ὁμοῦ<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ὁμοῦ</foreign>] <foreign xml:lang="grc">ὅμως</foreign> Meziriacus.</note>
μαρτυροῦσαν. Ἀμισώδαρος γάρ, ὥς φασιν, ὃν Ἰσάραν Λύκιοι καλοῦσιν, ἧκεν ἐκ τῆς περὶ Ζέλειαν ἀποικίας
Λυκίων, λῃστρίδας ἄγων ναῦς, ὧν Χίμαρρος ἡγεῖτο, πολεμιστὴς μὲν ἀνὴρ ὠμὸς δὲ καὶ θηριώδης.
<milestone n="248a" unit="stephpage" xml:id="stephpage-248a"/> ἔπλει δὲ πλοίῳ λέοντα μὲν ἔχοντι
πρῴραθεν ἐπίσημον, ἐκ δὲ πρύμνης δράκοντα, καὶ πολλὰ κακὰ <pb xml:id="v.3.p.502"/> τοὺς Λυκίους
ἐποίει, καὶ πλεῦσαι τὴν θάλατταν οὐκ ἦν οὐδὲ τὰς ἐγγὺς θαλάττης πόλεις οἰκεῖν. </p><p rend="indent">τοῦτον οὖν ἀποκτείνας ὁ Βελλεροφόντης φεύγοντα τῷ Πηγάσῳ διώξας, ἐκβαλὼν δὲ καὶ τὰς Ἀμαζόνας,
οὐδενὸς ἐτύγχανε τῶν δικαίων, ἀλλʼ ἦν ἀδικώτατος περὶ αὐτὸν Ἰοβάτης· ὅθεν εἰς τὴν θάλατταν ἐμβὰς
εὔξατο κατʼ αὐτοῦ τῷ Ποσειδῶνι τὴν χώραν ἄκαρπον γενέσθαι καὶ ἀνόνητον. εἶθʼ ὁ μὲν ἀπῄει
κατευξάμενος, κῦμα δὲ διαρθὲν ἐπέκλυζε τὴν γῆν· καὶ θέαμα δεινὸν ἦν, ἑπομένης μετεώρου τῆς θαλάττης
καὶ ἀποκρυπτούσης τὸ <milestone n="248b" unit="stephpage" xml:id="stephpage-248b"/> πεδίον. ἐπεὶ δέ,
τῶν ἀνδρῶν δεομένων τὸν Βελλεροφόντην ἐπισχεῖν, οὐδὲν ἔπειθον, αἱ γυναῖκες ἀνασυράμεναι τοὺς
χιτωνίσκους ἀπήντησαν αὐτῷ· πάλιν οὖν ὑπʼ αἰσχύνης ἀναχωροῦντος ὀπίσω καὶ τὸ κῦμα λέγεται
συνυποχωρῆσαι. </p><p rend="indent">τινὲς δὲ τοῦ λόγου τούτου παραμυθούμενοι τὸ μυθῶδες οὔ φασι κατάραις ὑπαγαγέσθαι τὴν θάλατταν
αὐτόν, ἀλλὰ τοῦ πεδίου τὸ πιότατον ὑποκεῖσθαι τῇ θαλάττῃ ταπεινότερον· ὀφρὺν δὲ παρατείνουσαν ἀκτῆς,
ἣ διεῖργε τὴν θάλατταν, <milestone n="248c" unit="stephpage" xml:id="stephpage-248c"/> ἐκρῆξαι τὸν
Βελλεροφόντην, καὶ βίᾳ τοῦ πελάγους ἐπιφερομένου καὶ κατακλύζοντος τὸ πεδίον, τοὺς μὲν ἄνδρας οὐδὲν
περαίνειν δεομένους αὐτοῦ, τὰς δὲ γυναῖκας ἀθρόας περιχυθείσας αἰδοῦς τυχεῖν καὶ ἀποπαῦσαι τὴν
ὀργήν. </p><p rend="indent">οἱ δʼ ὅλως τὴν λεγομένην Χίμαιραν ὄρος ἀντήλιον γεγονέναι φασὶ καὶ ποιεῖν ἀνακλάσεις ἐν τῷ θέρει
χαλεπὰς καὶ πυρώδεις, ὑφʼ ὧν ἀνὰ τὸ πεδίον <pb xml:id="v.3.p.504"/> σκεδαννυμένων μαραίνεσθαι τοὺς
καρπούς. τὸν δὲ Βελλεροφόντην συμφρονήσαντα διακόψαι τοῦ κρημνοῦ τὸ λειότατον καὶ μάλιστα τὰς
ἀνακλάσεις<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἀνακλάσεις καὶ ἀνακαύσεις</foreign>, <quote>burning reflexions,</quote> in
some mss.</note> ἀνταποστέλλον ἐπεὶ δʼ οὐκ ἐτύγχανε χάριτος, ὀργῇ πρὸς ἄμυναν τραπέσθαι τῶν Λυκίων,
πεισθῆναι δʼ ὑπὸ τῶν γυναικῶν. </p><p rend="indent"><milestone n="248d" unit="stephpage" xml:id="stephpage-248d"/>ἣν δὲ Νύμφις ἐν τῷ τετάρτῳ περὶ
Ἡρακλείας αἰτίαν εἴρηκεν, ἥκιστα μυθώδης ἐστί· λέγει γάρ, ὅτι σῦν ἄγριον ἐν τῇ Ξανθίων χώρᾳ καὶ ζῷα
καὶ καρποὺς λυμαινόμενον ἀνελὼν ὁ Βελλεροφόντης οὐδεμιᾶς ἐτύγχανεν ἀμοιβῆς· καταρασαμένου δὲ τῶν
Ξανθίων αὐτοῦ πρὸς τὸν Ποσειδῶνα, πᾶν τὸ πεδίον ἐξήνθησεν ἁλμυρίδα καὶ διέφθαρτο παντάπασι, τῆς γῆς
πικρᾶς γενομένης· μέχρι οὗ τὰς γυναῖκας αἰδεσθεὶς δεομένας εὔξατο τῷ Ποσειδῶνι τὴν ὀργὴν ἀφεῖναι.
διὸ καὶ νόμος ἦν τοῖς Ξανθίοις μὴ πατρόθεν ἀλλʼ ἀπὸ μητέρων χρηματίζειν.</p></div><div n="10" subtype="section" type="textpart"><head>Σαλματίδες</head><p rend="indent"><milestone n="248e" unit="stephpage" xml:id="stephpage-248e"/>Ἀννίβα δὲ τοῦ Βάρκα, πρὶν ἐπὶ Ῥωμαίους
στρατεύειν, ἐν Ἰβηρίᾳ πόλει μεγάλῃ Σαλματικῇ προσμαχομένου, πρῶτον μὲν ἔδεισαν οἱ πολιορκούμενοι καὶ
συνέθεντο ποιήσειν τὸ προσταττόμενον, Ἀννίβᾳ τριακόσια δόντες ἀργυρίου τάλαντα καὶ τριακοσίους
ὁμήρους. ἀνέντος δὲ τὴν πολιορκίαν ἐκείνου, μεταγνόντες οὐδὲν ἔπραττον ὧν <pb xml:id="v.3.p.506"/>
ὡμολόγησαν <milestone n="248f" unit="stephpage" xml:id="stephpage-248f"/>. αὖθις οὖν ἐπιστρέψαντος
αὐτοῦ καὶ τοὺς στρατιώτας ἐπὶ διαρπαγῇ χρημάτων κελεύσαντος ἐπιχειρεῖν τῇ πόλει, παντάπασι
καταπλαγέντες οἱ βάρβαροι συνεχώρησαν ἐξελθεῖν ἐν<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἐν</foreign>] <foreign xml:lang="grc">ἑνὶ</foreign> Polyaenus, <title rend="italic">Strategemata</title>, vii. 48: <foreign xml:lang="grc">ἐν ἑνὶ</foreign> van Herwerden;
but <foreign xml:lang="lat">cf</foreign>.<title xml:lang="lat" rend="italic"> Moralia</title>, 276
d, and Polyaenus, <title rend="italic">Strategemata</title>, v. 19 and viii. 64, all of which have
<foreign xml:lang="grc">ἐν</foreign> only.</note> ἱματίῳ τοὺς ἐλευθέρους, ὅπλα καὶ χρήματα καὶ
ἀνδράποδα καὶ τὴν πόλιν καταλιπόντας, αἱ δὲ γυναῖκες οἰόμεναι τῶν μὲν ἀνδρῶν φωράσειν ἕκαστον
ἐξιόντα τοὺς πολεμίους, αὐτῶν δʼ οὐκ ἂν ἅψασθαι, ξίφη λαβοῦσαι καὶ ἀποκρύψασαι συνεξέπιπτον τοῖς
ἀνδράσιν. ἐξελθόντων δὲ πάντων ὁ Ἀννίβας φρουρὰν Μασαισυλίων ἐπιστήσας ἐν τῷ προαστείῳ συνεῖχεν
αὐτούς, οἱ δʼ ἄλλοι τὴν πόλιν ἀτάκτως ἐμπεσόντες διήρπαζον. πολλῶν δʼ ἀγομένων, οἱ Μασαισύλιοι
καρτερεῖν οὐκ ἐδύναντο<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἐδύναντο</foreign> the preferable form: <foreign xml:lang="grc">ἠδύναντο</foreign>.</note>
<milestone n="249a" unit="stephpage" xml:id="stephpage-249a"/> βλέποντες οὐδὲ τῇ φυλακῇ τὸν νοῦν
προσεῖχον, ἀλλʼ ἠγανάκτουν καὶ ἀπεχώρουν ὡς μεθέξοντες τῆς ὠφελείας. ἐν τούτῳ δʼ αἱ γυναῖκες
ἐμβοήσασαι τοῖς ἀνδράσι τὰ ξίφη παρέδοσαν, ἔνιαι δὲ καὶ διʼ ἑαυτῶν ἐπετίθεντο τοῖς φρουροῦσι· μία δὲ
καὶ λόγχην ἐξαρπάσασα Βάνωνος τοῦ ἑρμηνέως αὐτὸν ἐκεῖνον ἔπαισεν ἔτυχε δὲ τεθωρακισμένος· τῶν δʼ
ἄλλων τοὺς μὲν καταβαλόντες, τοὺς δὲ τρεψάμενοι, διεξέπεσον ἀθρόοι μετὰ τῶν γυναικῶν. πυθόμενος δʼ ὁ
Ἀννίβας καὶ διώξας τοὺς μὲν καταλειφθέντας εἷλεν<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">καταλειφθέντας εἷλεν</foreign>] <foreign xml:lang="grc">καταληφθέντας</foreign> Hatzidakis, <foreign xml:lang="grc">ἀνεῖλεν</foreign> van Herwerden, would
perhaps make Hannibal too bloodthirsty.</note>· οἱ δὲ τῶν ὀρῶν ἐπιλαβόμενοι <milestone n="249b" unit="stephpage" xml:id="stephpage-249b"/> παραχρῆμα μὲν διέφυγον, ὕστερον δὲ πέμψαντες ἱκετηρίαν
εἰς τὴν πόλιν ὑπʼ αὐτοῦ κατήχθησαν, ἀδείας καὶ φιλανθρωπίας τυχόντες. <pb xml:id="v.3.p.508"/>
</p></div><div n="11" subtype="section" type="textpart"><head>Μιλήσιαι</head><p rend="indent">τὰς Μιλησίων ποτὲ παρθένους δεινὸν πάθος καὶ ἀλλόκοτον κατέσχεν, ἐκ δή τινος αἰτίας ἀδήλου·
μάλιστα δʼ εἰκάζετο κρᾶσιν ἐκστατικὴν καὶ φαρμακώδη λαβὼν ὁ ἀὴρ τροπὴν αὐταῖς καὶ παραφορὰν τῆς
διανοίας ἐνεργάσασθαι. πάσαις μὲν γὰρ ἐξαίφνης ἐπιθυμία θανάτου καὶ πρὸς ἀγχόνην ὁρμὴ περιμανὴς
ἐνέπιπτε, πολλαὶ δʼ ἀπήγχοντο λανθάνουσαι·<milestone n="249c" unit="stephpage" xml:id="stephpage-249c"/>· λόγοι δὲ καὶ δάκρυα γονέων καὶ παρηγορίαι φίλων οὐδὲν ἐπέραινον, ἀλλὰ
περιῆσαν ἐπινοίας καὶ πανουργίας ἁπάσης τῶν φυλαττόντων, ἑαυτὰς διαχρώμεναι. καὶ τὸ κακὸν ἐδόκει
δαιμόνιον εἶναι καὶ κρεῖττον ἀνθρωπίνης βοηθείας, ἄχρι οὗ γνώμῃ νοῦν ἔχοντος ἀνδρὸς ἐγράφη
προβούλευμα τὰς ἀπαγχομένας γυμνὰς ἐκκομίζεσθαι διὰ τῆς ἀγορᾶς· καὶ τοῦτο κυρωθὲν οὐ μόνον ἐπέσχεν,
ἀλλὰ καὶ παντελῶς ἔπαυσε θανατώσας τὰς παρθένους. μέγα δὴ τεκμήριον εὐφυΐας καὶ ἀρετῆς ἡ τῆς ἀδοξίας
εὐλάβεια καὶ τὸ πρὸς τὰ <milestone n="249d" unit="stephpage" xml:id="stephpage-249d"/> δεινότατα τῶν
ὄντων, θάνατον καὶ πόνον, ἀδεῶς ἐχούσας αἰσχροῦ φαντασίαν μὴ ὑπομεῖναι μηδʼ ἐνεγκεῖν αἰσχύνης μετὰ
θάνατον ἐσομένης,,</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>