<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2:6</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2:6</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2"><div type="textpart" subtype="section" n="6"><p rend="indent">γενομένης δὲ σιωπῆς ὁ Περίανδρος ὁρῶν βουλόμενον μὲν ὀκνοῦντα δʼ ἄρξασθαι τοῦ λόγου τὸν 
<milestone unit="stephpage" xml:id="stephpage-151a" n="151a"/>Νειλόξενον <q>ἐγώ τοι</q> εἶπεν <q>ὦ ἄνδρες ἐπαινῶ καὶ 
<milestone unit="tlnum" n="10"/> πόλεις καὶ ἄρχοντας, ὅσοι ξένοις πρῶτον εἶτα πολίταις χρηματίζουσι· καὶ νῦν δοκεῖ μοι τοὺς μὲν ἡμετέρους λόγους οἷον ἐπιχωρίους καὶ συνήθεις βραχὺν χρόνον ἐπισχεῖν, πρόσοδον δʼ ὥσπερ ἐν ἐκκλησίᾳ δοῦναι τοῖς Αἰγυπτίοις ἐκείνοις καὶ βασιλικοῖς, 
<milestone unit="tlnum" n="15"/> οὓς ὁ βέλτιστος ἥκει κομίζων Νειλόξενος Βίαντι, Βίας δὲ βούλεται κοινῇ σκέψασθαι μεθʼ ὑμῶν</q><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὑμῶν</foreign> Meziriacus: <foreign xml:lang="grc">ἡμῶν</foreign> </note> Καὶ ὁ Βίας <q>ποῦ γὰρ ἢ μετὰ τίνων</q> ἔφη <q>προθυμότερον ἄν τις ἀποκινδυνεύσειεν, εἰ δεῖ,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">εἰ δέοι</foreign> H</note> πρὸς τοιαύτας ἀποκρίσεις, ἄλλως τε τοῦ βασιλέως κελεύσαντος 
<milestone unit="tlnum" n="20"/> ἄρξασθαι μὲν ἀπʼ ἐμοῦ, περιελθεῖν δʼ εἰς 
<milestone unit="stephpage" xml:id="stephpage-151b" n="151b"/> ἅπαντας ὑμᾶς τὸν λόγον;</q> Οὕτω δὴ παρεδίδου μὲν αὐτῷ τὸ γραμματεῖον ὁ Νειλόξενος, ὁ δʼ αὐτὸν ἐκέλευσε λύσαντα πάντα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πάντα</foreign> del. R</note> πᾶσιν ἐς μέσον ἀναγνῶναι. διάνοιαν δὲ τοιαύτην εἶχε τὰ γεγραμμένα. 
<milestone unit="tlnum" n="25"/> <q>βασιλεὺς Αἰγυπτίων Ἄμασις λέγει Βίαντι σοφωτάτῳ Ἑλλήνων. βασιλεὺς Αἰθιόπων ἔχει πρὸς ἐμὲ σοφίας ἅμιλλαν. ἡττώμενος δὲ τοῖς ἄλλοις ἐπὶ πᾶσι συντέθεικεν ἄτοπον ἐπίταγμα καὶ δεινόν, ἐκπιεῖν με <pb xml:id="v.1.p.370"/> κελεύων τὴν θάλασσαν. ἔστι δὲ λύσαντι μὲν ἔχειν κώμας τε πολλὰς καὶ πόλεις τῶν ἐκείνου, μὴ λύσαντι 
<milestone unit="stephpage" xml:id="stephpage-151c" n="151c"/> δʼ ἄστεων τῶν περὶ Ἐλεφαντίνην ἀποστῆναι. σκεψάμενος οὖν εὐθὺς ἀπόπεμπε Νειλόξενον. ἃ δὲ 
<milestone unit="tlnum" n="5"/> δεῖ φίλοις σοῖς ἢ πολίταις γενέσθαι παρʼ ἡμῶν οὐ τἀμὰ κωλύσει.</q> Τούτων ἀναγνωσθέντων οὐ πολὺν χρόνον ἐπισχὼν ὁ Βίας, ἀλλὰ μικρὰ μὲν αὐτὸς πρὸς αὑτῷ γενόμενος μικρὰ δὲ τῷ Κλεοβούλῳ προσομιλήσας 
<milestone unit="tlnum" n="10"/> ἐγγὺς κατακειμένῳ <q>τί λέγεις</q> εἶπεν ὦ <q>Ναυκρατῖτα; βασιλεύων ἀνθρώπων τοσούτων Ἄμασις, κεκτημένος δὲ χώραν ἀρίστην τοσαύτην ἐθελήσει<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐθελήσειεν ἂν</foreign>?</note> ἐπὶ κώμαις ἀδόξοις καὶ λυπραῖς ἐκπιεῖν θάλασσαν;</q> Καὶ ὁ Νειλόξενος γελάσας <q>ὡς θελήσοντος</q><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">θελήσοντος</foreign> Pflugkius: <foreign xml:lang="grc">θελήσαντος</foreign> </note> εἶπεν <q>ὦ Βία σκόπει 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-151d" n="151d"/> τὸ δυνατόν.</q> <q>φραζέτω τοίνυν</q> ἔφη <q>τῷ Αἰθίοπι τοὺς ἐμβάλλοντας εἰς τὰ πελάγη ποταμοὺς ἐπισχεῖν, ἕως αὐτὸς ἐκπίνει τὴν νῦν οὖσαν θάλασσαν· περὶ ταύτης γὰρ τὸ ἐπίταγμα γέγονεν, οὐ τῆς ὕστερον ἐσομένης.</q> ὡς δὲ ταῦτʼ εἶπεν ὁ Βίας, ὁ μὲν Νειλόξενος 
<milestone unit="tlnum" n="20"/> ὑφʼ ἡδονῆς ὥρμησε περιβαλεῖν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">περιβαλεῖν</foreign> H: <foreign xml:lang="grc">περιβάλλειν</foreign> </note> τὸν Βίαντα καὶ φιλῆσαι· τῶν δʼ ἄλλων ἐπαινεσάντων καὶ ἀποδεξαμένων γελάσας ὁ Χίλων <q>ὦ Ναυκρατῖτα</q> ἔφη <q>ξένε, πρὶν ἀπολέσθαι τὴν θάλασσαν ἐκποθεῖσαν ἀπάγγελλε πλεύσας Ἀμάσιδι μὴ ζητεῖν ὅπως ἅλμην 
<milestone unit="tlnum" n="25"/> ἀναλώσει τοσαύτην, ἀλλὰ μᾶλλον ὅπως πότιμον καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-151e" n="151e"/> γλυκεῖαν τοῖς ὑπηκόοις τὴν βασιλείαν παρέξει· περὶ ταῦτα γὰρ δεινότατος Βίας καὶ διδάσκαλος τούτων <pb xml:id="v.1.p.371"/> ἄριστος, ἃ μαθὼν Ἄμασις οὐδὲν ἔτι τοῦ χρυσοῦ δεήσεται ποδανιπτῆρος ἐπὶ τοὺς Αἰγυπτίους, ἀλλὰ θεραπεύσουσι πάντες αὐτὸν καὶ ἀγαπήσουσι χρηστὸν ὄντα, κἂν μυριάκις ἢ νῦν ἀναφανῇ δυσγενέστερος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">δυσγενέστερος</foreign> R: <foreign xml:lang="grc">δυσγενέστατος</foreign> </note></q> 
<milestone unit="tlnum" n="5"/> <q>καὶ μήν</q> ἔφη ὁ Περίανδρος <q>ἄξιόν γε τοιαύτας ἀπαρχὰς τῷ βασιλεῖ συνεισενεγκεῖν ἅπαντας <q>ἀνδρακάς,</q> ὥσπερ ἔφησεν Ὅμηρος·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ὅμηρος</foreign>] <foreign xml:lang="grc">ν</foreign> 14</note> ἐκείνῳ τε γὰρ ἂν γένοιτο πλείονος ἀξία τῆς ἐμπορίας ἡ παρενθήκη, καὶ ἡμῖν ἀντὶ πάντων ὠφέλιμος</q> 
<milestone unit="tlnum" n="10"/> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>