<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2:4</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2:4</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2"><div type="textpart" subtype="section" n="4"><p rend="indent">ἐπεὶ δʼ εἰσήλθομεν, ἤδη μεῖζον ὁ Θαλῆς φθεγξάμενος <q>ποῦ δʼ</q> εἶπεν <q>ὁ ἀνὴρ κατακλινάμενος ἐδυσχέρανεν;</q> ἀποδειχθείσης δὲ τῆς χώρας περιελθὼν ἐκεῖ κατέκλινεν ἑαυτὸν καὶ ἡμᾶς <q>ἀλλὰ κἂν ἐπριάμην</q> 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-150a" n="150a"/> εἰπών <q>Ἀρδάλῳ κοινωνεῖν μιᾶς τραπέζης.</q> ἦν δὲ Τροιζήνιος ὁ Ἄρδαλος, αὐλῳδὸς καὶ ἱερεὺς τῶν Ἀρδαλίων Μουσῶν, ἃς ὁ παλαιὸς Ἄρδαλος ἱδρύσατο ὁ Τροιζήνιος. ὁ δʼ Αἴσωπος ἐτύγχανε γὰρ ὑπὸ <pb xml:id="v.1.p.367"/> Κροίσου νεωστὶ πρός τε Περίανδρον ἅμα καὶ πρὸς τὸν θεὸν εἰς Δελφοὺς ἀπεσταλμένος, καὶ παρῆν ἐπὶ δίφρου τινὸς χαμαιζήλου παρὰ τὸν Σόλωνα καθήμενος ἄνω κατακείμενον <q>ἡμίονος δʼ</q> ἔφη <q>Λυδὸς 
<milestone unit="tlnum" n="5"/> ἐν ποταμῷ τῆς ὄψεως ἑαυτοῦ κατιδὼν εἰκόνα καὶ θαυμάσας τὸ κάλλος καὶ τὸ μέγεθος τοῦ σώματος ὥρμησε θεῖν ὥσπερ ἵππος ἀναχαιτίσας. εἶτα μέντοι συμφρονήσας ὡς ὄνου υἱὸς εἴη, κατέπαυσε ταχὺ 
<milestone unit="stephpage" xml:id="stephpage-150b" n="150b"/> τὸν δρόμον καὶ ἀφῆκε τὸ φρύαγμα καὶ τὸν θυμόν</q> 
<milestone unit="tlnum" n="10"/> ὁ δὲ Χίλων λακωνίσας τῇ φωνῇ <q>καὶ τύνη</q> ἔφη , <q>βραδὺς καὶ τρέχεις τὸν ἡμίονον.</q> ἐκ τούτου παρῆλθε μὲν ἡ Μέλισσα καὶ κατεκλίθη παρὰ τὸν Περίανδρον, ἡ δʼ Εὔμητις ἐκάθισε παρὰ τὸ δεῖπνον. καὶ ὁ Θαλῆς ἐμὲ προσαγορεύσας ἐπάνω τοῦ Βίαντος 
<milestone unit="tlnum" n="15"/> κατακείμενον <q>τί οὐκ ἔφρασας</q> εἶπεν <q>ὦ Διόκλεις Βίαντι τὸν Ναυκρατίτην ξένον ἥκοντα μετὰ προβλημάτων βασιλικῶν αὖθις ἐπʼ αὐτόν, ὅπως νήφων καὶ προσέχων ἑαυτῷ τὸν λόγον δέχηται;</q> Καὶ ὁ Βίας <q>ἀλλʼ οὗτος μέν</q> ἔφη <q>πάλαι δεδίττεται ταῦτα παρακελευόμενος, 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-150c" n="150c"/> ἐγὼ δὲ τὸν Διόνυσον οἶδα τὰ τʼ ἄλλα δεινὸν ὄντα καὶ Λύσιον ἀπὸ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀπὸ</foreign> H: <foreign xml:lang="grc">ὑπὸ</foreign> </note> σοφίας προσαγορευόμενον, ὥστʼ οὐ δέδια τοῦ θεοῦ μεστὸς γενόμενος μὴ ἀθαρσέστερον ἀγωνίσωμαι</q> Τοιαῦτα μὲν ἐκεῖνοι πρὸς ἀλλήλους ἅμα δειπνοῦντες ἔπαιζον ἐμοὶ δὲ τὸ 
<milestone unit="tlnum" n="25"/> δεῖπνον εὐτελέστερον ὁρῶντι τοῦ συνήθους ἐννοεῖν ἐπῄει πρὸς ἐμαυτὸν ὡς σοφῶν κἀγαθῶν ἀνδρῶν ὑποδοχὴ καὶ κλῆσις οὐδεμίαν προστίθησι δαπάνην ἀλλὰ συστέλλει μᾶλλον, ἀφαιροῦσα περιεργίας ὄψων <pb xml:id="v.1.p.368"/> καὶ μύρα ξενικὰ καὶ πέμματα καὶ πολυτελῶν οἴνων διαχύσεις, οἷς καθʼ ἡμέραν χρώμενος ἐπιεικῶς ὁ 
<milestone unit="stephpage" xml:id="stephpage-150d" n="150d"/>Περίανδρος ἐν τυραννίδι καὶ πλούτῳ καὶ πράγμασι, τότε πρὸς τοὺς ἄνδρας ἐκαλλωπίζετο λιτότητι καὶ 
<milestone unit="tlnum" n="5"/> σωφροσύνῃ δαπάνης. οὐ γὰρ μόνον τῶν ἄλλων ἀλλὰ καὶ τῆς γυναικὸς ἀφελὼν καὶ ἀποκρύψας τὸν συνήθη κόσμον ἐπεδείκνυε σὺν εὐτελείᾳ καὶ μετριότητι κεκοσμημένην. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>