<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2:3</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2:3</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2"><div type="textpart" subtype="section" n="3"><p rend="indent">ἐν τοιούτοις λόγοις γενόμενοι κατὰ τὴν ὁδὸν ἀφικόμεθα πρὸς τὴν οἰκίαν, καὶ λούσασθαι μὲν ὁ 
<milestone unit="tlnum" n="25"/>Θαλῆς οὐκ ἠθέλησεν, ἀληλιμμένοι γὰρ ἦμεν· ἐπιὼν δὲ τούς τε δρόμους ἐθεᾶτο καὶ τὰς παλαίστρας καὶ τὸ ἄλσος τὸ παρὰ τὴν θάλασσαν ἱκανῶς διακεκοσμημένον, ὑπʼ οὐδενὸς ἐκπληττόμενος τῶν τοιούτων, 
<milestone unit="stephpage" xml:id="stephpage-148c" n="148c"/> ἀλλʼ ὅπως μὴ καταφρονεῖν δοκοίη μηδʼ ὑπερορᾶν <pb xml:id="v.1.p.363"/> τοῦ Περιάνδρου τῆς φιλοτιμίας. τῶν δʼ ἄλλων τὸν ἀλειψάμενον ἢ λουσάμενον οἱ θεράποντες εἰσῆγον εἰς τὸν ἀνδρῶνα διὰ τῆς στοᾶς. ὁ δʼ Ἀνάχαρσις ἐν τῇ στοᾷ καθῆστο, καὶ παιδίσκη προειστήκει τὴν 
<milestone unit="tlnum" n="5"/> κόμην ταῖς χερσὶ διακρίνουσα. ταύτην ὁ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὁ</foreign> H</note> Θαλῆς ἐλευθεριώτατά πως αὐτῷ προσδραμοῦσαν ἐφίλησε καὶ γελάσας <q>οὕτως</q> ἔφη <q>ποίει καλὸν τὸν ξένον, ὅπως ἡμερώτατος ὢν μὴ φοβερὸς ᾖ τὴν ὄψιν ἡμῖν μηδʼ ἄγριος.</q> ἐμοῦ δʼ ἐρομένου περὶ τῆς παιδὸς 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-148d" n="148d"/> ἥτις εἴη, <q>τὴν σοφήν</q> ἔφη <q>καὶ περιβόητον ἀγνοεῖς Εὔμητιν; οὕτω γὰρ ταύτην ὁ πατὴρ αὐτός, οἱ δὲ πολλοὶ πατρόθεν ὀνομάζουσι Κλεοβουλίνην.</q> Καὶ ὁ Νειλόξενος εἶπεν <q>ἦ που τὴν περὶ τὰ αἰνίγματα δεινότητα καὶ σοφίαν</q> ἔφη <q>τῆς κόρης ἐπαινεῖς· καὶ 
<milestone unit="tlnum" n="15"/> γὰρ εἰς Αἴγυπτον ἔνια τῶν προβαλλομένων ὑπʼ αὐτῆς διῖκται.</q> <q>οὐκ ἔγωγʼ</q> εἶπεν ὁ Θαλῆς· <q>τούτοις γὰρ ὥσπερ ἀστραγάλοις, ὅταν τύχῃ, παίζουσα χρῆται καὶ διαβάλλεται πρὸς τοὺς ἐντυχόντας. ἀλλὰ καὶ φρόνημα θαυμαστὸν καὶ νοῦς ἔνεστι πολιτικὸς καὶ 
<milestone unit="tlnum" n="20"/> φιλάνθρωπον ἦθος, καὶ τὸν πατέρα τοῖς πολίταις πραότερον ἄρχοντα παρέχει καὶ δημοτικώτερον.</q> <q>εἶεν</q> ὁ Νειλόξενος 
<milestone unit="stephpage" xml:id="stephpage-148e" n="148e"/> ἔφη, <q>καὶ φαίνεται βλέποντι πρὸς τὴν λιτότητα καὶ ἀφέλειαν αὐτῆς· Ἀνάχαρσιν δὲ πόθεν οὕτω τημελεῖ φιλοστόργως;</q> <q>ὅτι</q> ἔφη 
<milestone unit="tlnum" n="25"/> <q>σώφρων ἀνήρ ἐστι καὶ πολυμαθής, καὶ τὴν δίαιταν αὐτῇ καὶ τὸν καθαρμόν, ᾧ χρῶνται Σκύθαι περὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">περὶ</foreign>] <foreign xml:lang="grc">πρὸς</foreign> H</note> τοὺς κάμνοντας, ἀφθόνως καὶ προθύμως παραδέδωκε. καὶ νῦν οἶμαι περιέπειν αὐτὴν τὸν ἄνδρα <pb xml:id="v.1.p.364"/> καὶ φιλοφρονεῖσθαι, μανθάνουσάν τι καὶ προσδιαλεγομένην.</q> ἤδη δὲ πλησίον οὖσιν ἡμῖν τοῦ ἀνδρῶνος ἀπήντησεν Ἀλεξίδημος ὁ Μιλήσιος (ἦν δὲ Θρασυβούλου τοῦ τυράννου νόθος) καὶ ἐξῄει τεταραγμένος 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-148f" n="148f"/> καὶ σὺν ὀργῇ τινι πρὸς αὑτὸν οὐδὲν ἡμῖν γε σαφὲς διαλεγόμενος. ὡς δὲ τὸν Θαλῆν εἶδε, μικρὸν ἀνενεγκὼν καὶ καταστὰς <q>οἵαν ὕβριν</q> εἶπεν <q>εἰς ἡμᾶς Περίανδρος ὕβρικεν, ἐκπλεῦσαι μὲν οὐκ ἐάσας ὡρμημένον ἀλλὰ προσμεῖναι δεηθεὶς τῷ δείπνῳ, 
<milestone unit="tlnum" n="10"/> ἐλθόντι δὲ νέμων κλισίαν ἄτιμον, Αἰολεῖς δὲ καὶ νησιώτας (καὶ τίνας γὰρ οὐχί;) Θρασυβούλου προτιμῶν· Θρασύβουλον γὰρ ἐν ἐμοὶ τὸν πέμψαντα προπηλακίσαι βουλόμενος καὶ καταβαλεῖν ὡς δὴ 
<milestone unit="stephpage" xml:id="stephpage-149a" n="149a"/> περιορῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὡς δὴ περιορῶν</foreign> del. H</note> δῆλός ἐστιν.</q> <q>εἶτʼ</q> ἔφη <q>σὺ δέδιας μὴ 
<milestone unit="tlnum" n="15"/> καθάπερ Αἰγύπτιοι τοὺς ἀστέρας ὑψώματα καὶ ταπεινώματα λαμβάνοντας ἐν τοῖς τόποις οὓς διεξίασι γίγνεσθαι βελτίονας ἢ χείρονας ἑαυτῶν λέγουσιν, οὕτω<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὕτω</foreign> W: <foreign xml:lang="grc">οὕτως ἡ ζητοῦντες</foreign> R: <foreign xml:lang="grc">ζηλοῦντες</foreign> </note> περὶ σὲ διὰ τὸν τόπον ἀμαύρωσις ἢ ταπείνωσις γένηται; καὶ τοῦ Λάκωνος ἔσῃ φαυλότερος, ὃς 
<milestone unit="tlnum" n="20"/> ἐν χορῷ τινι κατασταθεὶς εἰς τὴν ἐσχάτην χώραν ὑπὸ τοῦ ἄρχοντος <q>εὖ γʼ</q> εἶπεν <q>ἐξεῦρες, ὡς καὶ αὐτὰ ἔντιμος γένηται.</q> οὐ καταλαβόντας</q> ἔφη <q>τόπον μετὰ τίνας κατακείμεθα δεῖ ζητεῖν, μᾶλλον δʼ ὅπως εὐάρμοστοι τοῖς συγκατακειμένοις ὦμεν, ἀρχὴν 
<milestone unit="tlnum" n="25"/> καὶ λαβὴν φιλίας εὐθὺς ἐν αὐτοῖς ζητοῦντες, μᾶλλον 
<milestone unit="stephpage" xml:id="stephpage-149b" n="149b"/> δʼ ἔχοντες τὸ μὴ δυσκολαίνειν ἀλλʼ ἐπαινεῖν ὅτι τοιούτοις συγκατεκλίθημεν· ὡς ὅ γε τόπῳ κλισίας <pb xml:id="v.1.p.365"/> δυσχεραίνων δυσχεραίνει τῷ συγκλίτῃ μᾶλλον ἢ τῷ κεκληκότι, καὶ πρὸς ἀμφοτέρους ἀπεχθάνεται</q> <q>λόγος</q> ἔφη <q>ταῦτʼ ἄλλως ἐστίν</q> Ἀλεξίδημος, ἔργῳ <q>δὲ καὶ τοὺς σοφοὺς ὑμᾶς ὁρῶ τὸ τιμᾶσθαι διώκοντας,</q> 
<milestone unit="tlnum" n="5"/> καὶ ἅμα παραμειψάμενος ἡμᾶς ἀπῆλθε. καὶ ὁ Θαλῆς πρὸς ἡμᾶς τὴν ἀτοπίαν τοῦ ἀνθρώπου θαυμάζοντας <q>ἔμπληκτος</q> ἔφη, <q>καὶ ἀλλόκοτος φύσει, ἐπεὶ καὶ μειράκιον ὢν ἔτι, μύρου σπουδαίου Θρασυβούλῳ κομισθέντος, εἰς ψυκτῆρα κατεράσας μέγαν 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-149c" n="149c"/> καὶ προσεγχέας ἄκρατον ἐξέπιεν, ἔχθραν ἀντὶ φιλίας Θρασυβούλῳ διαπεπραγμένος.</q> ἐκ τούτου παρελθὼν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">παρελθὼν</foreign> idem: <foreign xml:lang="grc">περιελθών</foreign> </note> ὑπηρέτης <q>κελεύει σε Περίανδρος</q> ἔφη <q>καὶ Θαλῆν παραλαβόντας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">παραλαβόντας</foreign> R: <foreign xml:lang="grc">παραλαβόντα</foreign> </note> τοῦτον ἐπισκέψασθαι τὸ κεκομισμένον ἀρτίως αὐτῷ πότερον ἄλλως γέγονεν ἤ τι σημεῖόν 
<milestone unit="tlnum" n="15"/> ἐστι καί τέρας αὐτὸς μὲν γὰρ ἔοικε τεταράχθαι σφόδρα, μίασμα καὶ κηλῖδα τῆς θυσίας ἡγούμενος.</q> ἅμα δʼ ἀπῆγεν ἡμᾶς εἴς τι οἴκημα τῶν περὶ τὸν κῆπον. ἐνταῦθα νεανίσκος ὡς ἐφαίνετο νομευτικός, οὔπω γενειῶν ἄλλως τε τὸ εἶδος οὐκ ἀγεννής, ἀναπτύξας 
<milestone unit="tlnum" n="20"/> τινὰ διφθέραν ἔδειξεν ἡμῖν βρέφος ὡς ἔφη γεγονὸς ἐξ ἵππου, τὰ μὲν ἄνω μέχρι τοῦ τραχήλου 
<milestone unit="stephpage" xml:id="stephpage-149d" n="149d"/> καὶ τῶν χειρῶν ἀνθρωπόμορφον, τὰ λοιπὰ δʼ ἔχον ἵππου, τῇ δὲ φωνῇ καθάπερ τὰ νεογνὰ παιδάρια κλαυθμυριζόμενον. ὁ μὲν οὖν Νειλόξενος <q>Ἀλεξίκακε</q> 
<milestone unit="tlnum" n="25"/> εἰπών ἀπεστράφη τὴν ὄψιν, ὁ δὲ Θαλῆς προσέβλεπε τῷ νεανίσκῳ πολὺν χρόνον, εἶτα μειδιάσας εἰώθει δʼ ἀεὶ παίζειν πρὸς ἐμὲ περὶ τῆς τέχνης; <pb xml:id="v.1.p.366"/> <q>ἦ που τὸν καθαρμὸν ὦ Διόκλεις</q> ἔφη <q>κινεῖν διανοῇ καὶ παρέχειν πράγματα τοῖς ἀποτροπαίοις, ὥς τινος δεινοῦ καὶ μεγάλου συμβάντος;</q> <q>τί δʼ</q> εἶπον <q>οὐ μέλλω; στάσεως γάρ, ὦ Θαλῆ, καὶ διαφορᾶς τὸ 
<milestone unit="tlnum" n="5"/> σημεῖόν ἐστι, καὶ δέδια μὴ μέχρι γάμου καὶ γενεᾶς ἐξίκηται, πρὶν ἢ τὸ πρῶτον ἐξιλάσασθαι μήνιμα, τῆς θεοῦ δεύτερον ὡς ὁρᾷς προφαινούσης.</q> πρὸς 
<milestone unit="stephpage" xml:id="stephpage-149e" n="149e"/> τοῦτο μηδὲν ἀποκρινάμενος ὁ Θαλῆς ἀλλὰ γελῶν ἀπηλλάττετο. καὶ τοῦ Περιάνδρου πρὸς ταῖς θύραις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ταῖς θύραις</foreign> H: <foreign xml:lang="grc">τὰς θύρας</foreign> </note> ἀπαντήσαντος ἡμῖν καὶ διαπυθομένου περὶ ὧν εἴδομεν, 
<milestone unit="tlnum" n="10"/> ἀφεὶς ὁ Θαλῆς με καὶ λαβόμενος τῆς ἐκείνου χειρὸς ἔφη <q>ἅ μὲν Διοκλῆς κελεύει δράσεις καθʼ ἡσυχίαν ἐγὼ δέ σοι παραινῶ νέοις οὕτω μὴ χρῆσθαι νομεῦσιν ἵππων, ἢ διδόναι γυναῖκας αὐτοῖς.</q> 
<milestone unit="tlnum" n="15"/> ἔδοξε μὲν οὖν μοι τῶν λόγων ἀκούσας ὁ Περίανδρος ἡσθῆναι σφόδρα· καὶ γὰρ ἐξεγέλασε καὶ τὸν Θαλῆν περιβαλὼν κατησπάσατο. κἀκεῖνος <q>οἶμαι δʼ</q> εἶπεν <q>ὦ Διόκλεις, καὶ πέρας εἶχε τὸ σημεῖον ὁρᾷς 
<milestone unit="stephpage" xml:id="stephpage-149f" n="149f"/> γὰρ ἡλίκον κακὸν γέγονεν ἡμῖν, Ἀλεξιδήμου συνδειπνεῖν 
<milestone unit="tlnum" n="20"/> μὴ θελήσαντος.</q></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>