<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2:21</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2:21</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2"><div type="textpart" subtype="section" n="21"><p rend="indent">μετὰ δὲ τοῦτον ὁ Ἀνάχαρσις εἶπεν ὅτι τοῦ Θαλέω καλῶς ὑπολαμβάνοντος ἐν πᾶσιν εἶναι τοῖς 
<milestone unit="stephpage" xml:id="stephpage-163e" n="163e"/> κυριωτάτοις μέρεσι τοῦ κόσμου καὶ μεγίστοις ψυχήν, 
<milestone unit="tlnum" n="20"/> οὐκ ἄξιόν ἐστι θαυμάζειν εἰ τὰ κάλλιστα περαίνεται θεοῦ γνώμῃ. <q>ψυχῆς γὰρ ὄργανον τὸ σῶμα, θεοῦ δʼ ἡ ψυχή· καὶ καθάπερ σῶμα πολλὰς μὲν ἐξ αὑτοῦ κινήσεις ἔχει, τὰς δὲ πλείστας καὶ καλλίστας ὑπὸ ψυχῆς, οὕτως αὖ πάλιν ἡ ψυχὴ τὰ μὲν ὑφʼ ἑαυτῆς 
<milestone unit="tlnum" n="25"/> κινουμένη πράττει, τὰ δὲ τῷ θεῷ παρέχει χρωμένῳ <pb xml:id="v.1.p.401"/> κατευθύνειν καὶ τρέπειν αὐτὴν ᾗ βούλοιτο ,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">βούλεται</foreign> H</note> πάντων ὀργάνων εὐτρεπέστατον οὖσα. δεινὸν γάρ</q> εἶπεν <q>εἰ πῦρ μὲν ὄργανόν ἐστι θεοῦ καὶ πνεῦμα καὶ ὕδωρ 
<milestone unit="stephpage" xml:id="stephpage-163f" n="163f"/> καὶ νέφη καὶ ὄμβροι, διʼ ὧν πολλὰ μὲν σῴζει τε 
<milestone unit="tlnum" n="5"/> καὶ τρέφει, πολλὰ δʼ ἀπόλλυσι καὶ ἀναιρεῖ, ζῴοις δὲ χρῆται πρὸς; οὐδὲν ἁπλῶς οὐδέπω τῶν ὑπʼ αὐτοῦ γιγνομένων. ἀλλὰ μᾶλλον εἰκὸς ἐξηρτημένα τῆς τοῦ θεοῦ δυνάμεως ὑπουργεῖν, καὶ συμπαθεῖν ταῖς τοῦ θεοῦ κινήσεσιν ἢ Σκύθαις τόξα λύραι δʼ Ἕλλησι 
<milestone unit="tlnum" n="10"/> καὶ αὐλοὶ συμπαθοῦσιν.</q> ἐπὶ δὲ τούτοις ὁ ποιητὴς Χερσίας ἄλλων τε σωθέντων ἀνελπίστως ἐμέμνητο καὶ Κυψέλου τοῦ Περιάνδρου πατρός, ὃν οἱ πεμφθέντες ἀνελεῖν νεογνὸν ὄντα προσμειδιάσαντʼ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">προσμειδιάσαντα</foreign> R: <foreign xml:lang="grc">προσομιλήσαντ</foreign> </note> αὐτοῖς ἀπετράποντο· καὶ πάλιν μετανοήσαντες ἐζήτουν 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-164a" n="164a"/> καὶ οὐχ εὗρον, εἰς κυψέλην ὑπὸ τῆς μητρὸς ἀποτεθέντα. διὸ καὶ τὸν οἶκον ἐν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐν</foreign>] <foreign xml:lang="grc">τὸν ἐν</foreign> H</note> Δελφοῖς κατεσκεύασεν ὁ Κύψελος, ὥσπερ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὥσπερ</foreign> ὡς τοῦ  id.</note> θεοῦ τότε τὸν κλαυθμυρισμὸν ἐπισχόντος, ὅπως διαλάθοι τοὺς ζητοῦντας. καὶ ὁ Πιττακὸς προσαγορεύσας τὸν Περίανδρον <q>εὖ γʼ</q> 
<milestone unit="tlnum" n="20"/> ἔφη <q>Περίανδρε Χερσίας ἐποίησε μνησθεὶς τοῦ οἴκου· πολλάκις γὰρ ἐβουλόμην ἐρέσθαι σε τῶν βατράχων τὴν αἰτίαν ἐκείνων, τί βούλονται περὶ τὸν πυθμένα τοῦ φοίνικος ἐντετορευμένοι τοσοῦτοι, καί τίνα πρὸς τὸν θεὸν ἢ τὸν ἀναθέντα λόγον ἔχουσι.</q> 
<milestone unit="tlnum" n="25"/> τοῦ δὲ Περιάνδρου τὸν Χερσίαν ἐρωτᾶν κελεύσαντος, εἰδέναι γὰρ ἐκεῖνον καὶ παρεῖναι τῷ Κυψέλῳ 
<milestone unit="stephpage" xml:id="stephpage-164b" n="164b"/> καθιεροῦντι τὸν οἶκον, ὁ Χερσίας μειδιάσας <q>ἀλλʼ <pb xml:id="v.1.p.402"/> οὐκ ἄν</q> ἔφη <q>φράσαιμι πρότερον ἢ πυθέσθαι παρὰ τούτων ὅ τι βούλεται τὸ <q>μηδὲν ἄγαν</q> αὐτοῖς καὶ τὸ <q>γνῶθι σαυτόν,</q> καὶ τοῦτο δὴ τὸ πολλοὺς μὲν ἀγάμους πολλοὺς δʼ ἀπίστους ἐνίους δὲ καὶ ἀφώνους 
<milestone unit="tlnum" n="5"/> πεποιηκὸς <q>ἐγγύα πάρα δʼ ἄτα.</q> <q>τί δʼ</q> εἶπεν ὁ Πιττακὸς <q>ἡμῶν δέῃ ταῦτα φραζόντων; πάλαι γὰρ Αἰσώπου λόγον εἰς ἕκαστον ὡς ἔοικε τούτων συντεθεικότος ἐπαινεῖς.</q> Καὶ ὁ Αἴσωπος <q>ὅταν γε παίζῃ πρὸς ἐμὲ Χερσίας</q> εἶπε σπουδάζων δὲ τούτων Ὅμηρον 
<milestone unit="tlnum" n="10"/> εὑρετὴν ἀποδείκνυσι καί φησι τὸν μὲν Ἕκτορα 
<milestone unit="stephpage" xml:id="stephpage-164c" n="164c"/> γιγνώσκειν ἑαυτόν, τοῖς γὰρ ἄλλοις ἐπιτιθέμενος <quote rend="blockquote"><l>Αἴαντος ἀλέεινε μάχην Τελαμωνιάδαο</l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Homer. <foreign xml:lang="grc">Λ</foreign> 542</note></quote> τὸν δʼ Ὀδυσσέα τοῦ <q>μηδὲν ἄγαν</q> ἐπαινέτην τῷ Διομήδει παρακελεύεσθαι 
<milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"><l>Τυδεΐδη, μήτʼ ἄρʼ με μάλʼ αἴνεε μήτε τι νείκει</l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">K 249</note></quote> τὴν δʼ ἐγγύην οἱ μὲν ἄλλοι λοιδορεῖν αὐτὸν ὡς πρᾶγμα δείλαιον καὶ μάταιον οἴονται λέγοντα <quote rend="blockquote"><l>δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι,</l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">θ</foreign> 351</note></quote> Χερσίας δʼ οὑτοσί φησι τὴν Ἄτην ὑπὸ τοῦ Διὸς 
<milestone unit="tlnum" n="20"/> ῥιφῆναι τῇ ἐγγύῃ παραγιγνομένην ἣν ἐγγυησάμενος 
<milestone unit="stephpage" xml:id="stephpage-164d" n="164d"/> ὁ Ζεὺς ἐσφάλη περὶ τῆς τοῦ Ἡρακλέους γενέσεως.</q> ὑπολαβὼν δʼ ὁ Σόλων <q>οὐκοῦν</q> ἔφη <q>καὶ τῷ σοφωτάτῳ πιστευτέον Ὁμήρῳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ὁμήρῳ</foreign>] H 282. 293</note> <quote rend="blockquote"><l>νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.</l></quote> 
<milestone unit="tlnum" n="25"/> σπείσαντες οὖν Μούσαις καὶ Ποσειδῶνι καὶ Ἀμφιτρίτῃ διαλύωμεν εἰ δοκεῖ τὸ συμπόσιον.</q> <quote rend="blockquote"><l>τοῦτʼ ἔσχεν, ὦ Νίκαρχε, πέρας ἡ τότε συνουσία.</l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τοῦτʼ</foreign>] <foreign xml:lang="grc">τοιοῦτο</foreign> R</note></quote> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>