<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2:2</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2:2</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2"><div type="textpart" subtype="section" n="2"><p rend="indent">παρεσκευάκει μὲν γὰρ οὐκ ἐν τῇ πόλει τὴν ὑποδοχὴν ὁ Περίανδρος, ἀλλʼ ἐν τῷ περὶ τὸ Λέχαιον ἑστιατορίῳ παρὰ τὸ τῆς Ἀφροδίτης ἱερόν, ἧς ἦν καὶ ἡ θυσία. μετὰ γὰρ τὸν ἔρωτα τῆς μητρὸς αὐτοῦ προεμένης τὸν βίον ἑκουσίως, οὐ τεθυκὼς τῇ Ἀφροδίτῃ 
<milestone unit="tlnum" n="20"/> τότε πρῶτον ἔκ τινων ἐνυπνίων τῆς Μελίσσης ὥρμησε τιμᾶν καὶ θεραπεύειν τὴν θεόν. τῶν δὲ <pb xml:id="v.1.p.359"/> κεκλημένων ἑκάστῳ συνωρὶς ἱκανῶς κεκοσμημένη προσήχθη· καὶ γὰρ ὥρα θέρους ἦν, καὶ τὴν ὁδὸν ἅπασαν ὑπὸ πλήθους ἁμαξῶν καὶ ἀνθρώπων ἄχρι θαλάττης κονιορτὸς καὶ θόρυβος κατεῖχεν. ὁ μέντοι 
<milestone unit="tlnum" n="5"/>Θαλῆς τὸ ζεῦγος ἐπὶ ταῖς θύραις ἰδὼν καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ</foreign> del. Hertlinus</note> μειδιάσας 
<milestone unit="stephpage" xml:id="stephpage-146e" n="146e"/> ἀφῆκεν. ἐβαδίζομεν οὖν ἐκτραπόμενοι διὰ τῶν χωρίων, καθʼ ἡσυχίαν, καὶ μεθʼ ἡμῶν τρίτος ὁ Ναυκρατίτης Νειλόξενος, ἀνὴρ ἐπιεικὴς καὶ τοῖς περὶ Σόλωνα καὶ Θαλῆν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Θαλῆν</foreign> H: <foreign xml:lang="grc">θάλητα</foreign> </note> γεγονὼς ἐν Αἰγύπτῳ συνήθης 
<milestone unit="tlnum" n="10"/> ἐτύγχανε δὲ πρὸς Βίαντα πάλιν ἀπεσταλμένος· ὧν δὲ χάριν οὐδʼ αὐτὸς ᾔδει, πλὴν ὑπενόει πρόβλημα δεύτερον αὐτῷ κομίζειν ἐν βιβλίῳ κατασεσημασμένον· εἴρητο γάρ, εἰ Βίας ἀπαγορεύσειεν, ἐπιδεῖξαι τοῖς σοφωτάτοις Ἑλλήνων τὸ βιβλίον. <q>ἕρμαιον</q> ὁ 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-146f" n="146f"/>Νειλόξενος ἔφη <q>μοι γέγονεν ἐνταῦθα λαβεῖν ἅπαντας ὑμᾶς, καὶ κομίζω τὸ βιβλίον ὡς ὁρᾷς ἐπὶ τὸ δεῖπνον.</q> ἅμα δʼ ἡμῖν ἐπεδείκνυε, Καὶ ὁ Θαλῆς γελάσας <q>εἴ τι κακόν</q> εἶπεν, <q>αὖθις εἰς Πριήνην διαλύσει γὰρ ὁ Βίας, ὡς διέλυσεν αὐτὸς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αὐτὸς</foreign> del. H</note> τὸ πρῶτον.</q> 
<milestone unit="tlnum" n="20"/> <q>τί δʼ ἦν</q> ἔφην ἐγὼ <q>τὸ πρῶτον;</q> <q>ἱερεῖον</q> εἶπεν <q>ἔπεμψεν αὐτῷ, κελεύσας τὸ πονηρότατον ἐξελόντα καὶ χρηστότατον ἀποπέμψαι κρέας. ὁ δʼ ἡμέτερος εὖ· καὶ καλῶς τὴν γλῶτταν ἐξελὼν ἐξέπεμψεν·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐξέπεμψεν</foreign> scripsi: <foreign xml:lang="grc">ἔπεμψεν</foreign> </note> ὅθεν 
<milestone unit="stephpage" xml:id="stephpage-147a" n="147a"/> εὐδοκιμῶν δῆλός ἐστι καὶ θαυμαζόμενος.</q> <q>οὐ διὰ 
<milestone unit="tlnum" n="25"/> ταῦτʼ</q> ἔφη <q>μόνον</q> ὁ Νειλόξενος, <q>ἀλλʼ οὐ φεύγει τὸ φίλος εἶναι καὶ λέγεσθαι βασιλέων καθάπερ ὑμεῖς, ἐπεὶ σοῦ γε καὶ τἄλλα θαυμάζει, καὶ τῆς <pb xml:id="v.1.p.360"/> πυραμίδος τὴν μέτρησιν ὑπερφυῶς ἠγάπησεν, ὅτι πάσης ἄνευ πραγματείας καὶ μηδενὸς ὀργάνου δεηθεὶς ἀλλὰ τὴν βακτηρίαν στήσας ἐπὶ τῷ πέρατι τῆς σκιᾶς ἣν ἡ πυραμὶς ἐποίει, γενομένων τῇ ἐπαφῇ 
<milestone unit="tlnum" n="5"/> τῆς ἀκτῖνος δυεῖν τριγώνων, ἔδειξας ὃν ἡ σκιὰ πρὸς τὴν σκιὰν λόγον εἶχε τὴν πυραμίδα πρὸς τὴν βακτηρίαν ἔχουσαν. ἀλλʼ, ὅπερ ἔφην, διεβλήθης 
<milestone unit="stephpage" xml:id="stephpage-147b" n="147b"/> μισοβασιλεὺς εἶναι, καί τινες ὑβριστικαί σου περὶ τυράννων ἀποφάσεις ἀνεφέροντο πρὸς αὐτόν , ὡς 
<milestone unit="tlnum" n="10"/> ἐρωτηθεὶς ὑπὸ Μολπαγόρου τοῦ Ἴωνος τί παραδοξότατον εἴης ἑωρακώς, ἀποκρίναιο τύραννον γέροντα, καὶ πάλιν ἔν τινι πότῳ, περὶ τῶν θηρίων λόγου γενομένου, φαίης κάκιστον εἶναι τῶν μὲν ἀγρίων θηρίων τὸν τύραννον, τῶν δʼ ἡμέρων τὸν κόλακα· 
<milestone unit="tlnum" n="15"/> ταῦτα γάρ, εἰ καὶ πάνυ προσποιοῦνται διαφέρειν οἱ βασιλεῖς; τῶν τυράννων, οὐκ εὐμενῶς ἀκούουσιν.</q> <q>ἀλλὰ τοῦτο μέν</q> εἶπεν ὁ Θαλῆς Πιττακοῦ ἐστιν, εἰρημένον ἐν παιδιᾷ ποτε πρὸς Μυρσίλον ἐγὼ δὲ 
<milestone unit="stephpage" xml:id="stephpage-147c" n="147c"/> <q>θαυμάσαιμʼ ἄν</q> ἔφη <q>οὐ τύραννον ἀλλὰ κυβερνήτην 
<milestone unit="tlnum" n="20"/> γέροντα θεασάμενος</q>. πρὸς δὲ τὴν μετάθεσιν τὸ τοῦ νεανίσκου πέπονθα τοῦ βαλόντος μὲν ἐπὶ τὴν κύνα πατάξαντος δὲ τὴν μητρυιὰν καὶ εἰπόντος <q>οὐδʼ οὕτω κακῶς.</q> διὸ καὶ Σόλωνα σοφώτατον ἡγησάμην οὐ δεξάμενον τυραννεῖν. καὶ Πιττακὸς 
<milestone unit="tlnum" n="25"/> οὗτος εἰ μοναρχίᾳ μὴ προσῆλθεν, οὐκ ἂν εἶπεν ὡς <q>χαλεπὸν ἐσθλὸν ἔμμεναι.</q> Περίανδρος δʼ ἔοικεν ὥσπερ ἐν νοσήματι πατρῴῳ τῇ τυραννίδι ι κατειλημμένος οὐ φαύλως ἐξαναφέρειν χρώμενος ὁμιλίαις ὑγιειναῖς ἄχρι γε νῦν καὶ συνουσίας ἀνδρῶν νοῦν <pb xml:id="v.1.p.361"/> 
<milestone unit="stephpage" xml:id="stephpage-147d" n="147d"/> ἐχόντων ἐπαγόμενος, ἃς δὲ Θρασύβουλος αὐτῷ κολούσεις τῶν ἄκρων οὑμὸς πολίτης ὑφηγεῖται μὴ προσιέμενος. γεωργοῦ γὰρ αἴρας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αἴρας</foreign> W: <foreign xml:lang="grc">ἄγρας</foreign> </note> καὶ ὀνωνίδας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὀνωνίδας</foreign> Doehnerus: <foreign xml:lang="grc">ὄρνιθας</foreign> </note> ἀντὶ πυρῶν καὶ κριθῶν συγκομίζειν ἐθέλοντος οὐδὲν διαφέρει 
<milestone unit="tlnum" n="5"/> τύραννος ἀνδραπόδων μᾶλλον ἄρχειν ἢ ἀνδρῶν βουλόμενος· ἓν γὰρ ἀντὶ πολλῶν κακῶν ἀγαθὸν αἱ δυναστεῖαι τὴν τιμὴν ἔχουσι καὶ τὴν δόξαν, ἄνπερ ἀγαθῶν ὡς κρείττονες ἄρχωσι καὶ μεγάλων μείζονες εἶναι δοκῶσι· τὴν δʼ ἀσφάλειαν ἀγαπῶντας 
<milestone unit="tlnum" n="10"/> ἄνευ τοῦ καλοῦ προβάτων ἔδει πολλῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πολλῶν</foreign> del. H</note> καὶ ἵππων καὶ βοῶν ἄρχειν, μὴ ἀνθρώπων. ἀλλὰ γὰρ εἰς 
            <milestone unit="stephpage" xml:id="stephpage-147e" n="147e"/> οὐδὲν προσήκοντας ἐμβέβληκεν ἡμᾶς ἔφη <q>ὁ ξένος οὑτοσὶ λόγους, ἀμελήσας λέγειν τε καὶ ζητεῖν ἃ ἁρμόττει ἐπὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐπὶ</foreign>] <foreign xml:lang="grc">τοῖς ἐπὶ</foreign></note> δεῖπνον βαδίζουσιν. ἦ γὰρ οὐκ οἴει, 
<milestone unit="tlnum" n="15"/> καθάπερ ἑστιάσοντος ἔστι τις παρασκευή, καὶ δειπνήσοντος εἶναι; Συβαρῖται μὲν γὰρ ὡς ἔοικε πρὸ ἐνιαυτοῦ τὰς κλήσεις ποιοῦνται τῶν γυναικῶν, ὅπως ἐκγένοιτο κατὰ σχολὴν παρασκευασαμέναις ἐσθῆτι καὶ χρυσῷ φοιτᾶν ἐπὶ τὸ δεῖπνον· ἐγὼ δὲ πλείονος 
<milestone unit="tlnum" n="20"/> οἶμαι χρόνου δεῖσθαι τὴν ἀληθινὴν τοῦ δειπνήσοντος ὀρθῶς παρασκευήν, ὅτι χαλεπώτερόν ἐστιν ἤθει τὸν πρέποντα κόσμον ἢ σώματι τὸν περιττὸν ἐξευρεῖν 
<milestone unit="stephpage" xml:id="stephpage-147f" n="147f"/> καὶ ἄχρηστον. οὐ γὰρ ὡς ἀγγεῖον ἥκει κομίζων ἑαυτὸν ἐμπλῆσαι πρὸς τὸ δεῖπνον ὁ νοῦν ἔχων, 
<milestone unit="tlnum" n="25"/> ἀλλὰ καὶ σπουδάσαι τι καὶ παῖξαι καὶ ἀκοῦσαι καὶ εἰπεῖν ὧν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὧν</foreign> W: <foreign xml:lang="grc">ὃ</foreign> </note> ὁ καιρὸς παρακαλεῖ τοὺς συνόντας, εἰ μέλλουσι μετʼ ἀλλήλων ἡδέως ἔσεσθαι. καὶ γὰρ καὶ <pb xml:id="v.1.p.362"/> ὄψον πονηρὸν ἔστι παρώσασθαι, κἂν οἶνος ᾖ φαῦλος, ἐπὶ τὰς νύμφας καταφυγεῖν σύνδειπνος δὲ κεφαλαλγὴς καὶ βαρὺς καὶ ἀνάγωγος παντὸς μὲν οἴνου καὶ ὄψου πάσης δὲ μουσουργοῦ χάριν ἀπόλλυσι 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-148a" n="148a"/> καὶ λυμαίνεται, καὶ οὐδʼ ἀπεμέσαι τὴν τοιαύτην ἀηδίαν ἕτοιμόν ἐστιν, ἀλλʼ ἐνίοις εἰς ἅπαντα τὸν βίον ἐμμένει τὸ πρὸς ἀλλήλους δυσάρεστον, ὥσπερ ἑωλοκρασία τις ὕβρεως ἢ ὀργῆς ἐν οἴνῳ γενομένης. ὅθεν ἄριστα Χίλων, καλούμενος ἐχθές, οὐ 
<milestone unit="tlnum" n="10"/> πρότερον ὡμολόγησεν ἢ πυθέσθαι τῶν κεκλημένων ἕκαστον. ἔφη γὰρ ὅτι σύμπλουν ἀγνώμονα δεῖ φέρειν καὶ σύσκηνον οἷς πλεῖν ἀνάγκη καὶ στρατεύεσθαι· τὸ δὲ συμπόταις ἑαυτὸν ὡς ἔτυχε καταμιγνύειν οὐ νοῦν ἔχοντος ἀνδρός ἐστιν. ὁ δʼ Αἰγύπτιος 
<milestone unit="tlnum" n="15"/> σκελετός, ὃν ἐπιεικῶς εἰσφέροντες εἰς τὰ συμπόσια προτίθενται καὶ παρακαλοῦσι μεμνῆσθαι 
<milestone unit="stephpage" xml:id="stephpage-148b" n="148b"/> τάχα δὴ τοιούτους ἐσομένους, καίπερ ἄχαρις καὶ ἄωρος ἐπίκωμος ἥκων, ὅμως ἔχει τινὰ καιρόν, καὶ εἰ μὴ πρὸς τὸ πίνειν καὶ ἡδυπαθεῖν ἀλλὰ πρὸς 
<milestone unit="tlnum" n="20"/> φιλίαν καὶ ἀγάπησιν ἀλλήλων προτρέπεται, καὶ παρακαλεῖ τὸν βίον μὴ τῷ χρόνῳ βραχὺν ὄντα πράγμασι κακοῖς μακρὸν ποιεῖν.</q> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>