<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2:19</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2:19</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2"><div type="textpart" subtype="section" n="19"><p rend="indent">ὁ μὲν οὖν Περίανδρος ἐκέλευσεν εὐθὺς ἐξαναστάντα τὸν Γόργον εἰς φυλακὴν ἀποθέσθαι τοὺς ἄνδρας οἷ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οἷ</foreign> scripsi: <foreign xml:lang="grc">οὗ</foreign> </note> μηδεὶς αὐτοῖς πρόσεισι μηδὲ φράσει τὸν Ἀρίονα σεσωσμένον· ὁ δʼ Αἴσωπος <q>ἀλλʼ ὑμεῖς</q> ἔφη 
<milestone unit="tlnum" n="5"/> <q>τοὺς ἐμοὺς χλευάζετε κολοιοὺς καὶ κόρακας εἰ διαλέγονται δελφῖνες δὲ τοιαῦτα νεανιεύονται</q> Κἀγὼ πρὸς αὐτὸν <q>ἄλλο τι λέγωμεν</q> ἔφην <q>ὦ Αἴσωπε· 
<milestone unit="stephpage" xml:id="stephpage-162c" n="162c"/> τούτῳ δὲ τῷ λόγῳ πιστευομένῳ καὶ γραφομένῳ παρʼ ἡμῖν πλέον ἢ χίλιʼ ἔτη διαγέγονεν ἀπὸ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀπὸ</foreign> R: <foreign xml:lang="grc">καὶ ἀπὸ</foreign> </note> τῶν Ἰνοῦς 
<milestone unit="tlnum" n="10"/> καὶ Ἀθάμαντος χρόνων</q> ὁ δὲ Σόλων ὑπολαβών ἀλλὰ <q>ταῦτα μέν, ὦ Διόκλεις, ἐγγὺς θεῶν ἔστω καὶ ὑπὲρ ἡμᾶς ἀνθρώπινον δὲ καὶ πρὸς ἡμᾶς τὸ τοῦ Ἡσιόδου πάθος· ἀκήκοας γὰρ ἴσως τὸν λόγον.</q> <q>οὐκ ἔγωγʼ</q> εἶπον.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">εἶπον</foreign> R: <foreign xml:lang="grc">εἶπεν</foreign> </note> <q>ἀλλὰ μὴν ἄξιον πυθέσθαι. Μιλησίου 
<milestone unit="tlnum" n="15"/> γάρ, ὡς ἔοικεν, ἀνδρός, ᾧ ξενίας ἐκοινώνει ὁ 
<milestone unit="stephpage" xml:id="stephpage-162d" n="162d"/>Ἡσίοδος καὶ διαίτης ἐν Λοκροῖς, τῇ τοῦ ξένου θυγατρὶ κρύφα συγγενομένου καὶ φωραθέντος ὑποψίαν ἔσχεν ὡς γνοὺς ἀπʼ ἀρχῆς καὶ συνεπικρύψας τὸ ἀδίκημα, μηδενὸς ὢν αἴτιος, ὀργῆς;<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὀργῇ δʼ ἀκαίρῳ</foreign> H</note> δὲ καιρῷ καὶ διαβολῆς 
<milestone unit="tlnum" n="20"/> περιπεσὼν ἀδίκως. ἀπέκτειναν γὰρ αὐτὸν οἱ τῆς παιδίσκης ἀδελφοὶ περὶ τὸ Λοκρικὸν Νέμειον ἐνεδρεύσαντες, καὶ μετʼ αὐτοῦ τὸν ἀκόλουθον, ᾧ Τρωίλος ἦν ὄνομα. τῶν δὲ σωμάτων εἰς τὴν θάλασσαν ὠσθέντων τὸ μὲν τοῦ Τρωίλου, εἰς τὸν Δάφνον ποταμὸν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">εἰς τὸν Δάφνον ποταμὸν</foreign> del. H</note> 
<milestone unit="tlnum" n="25"/> ἔξω φορούμενον, ἐπεσχέθη περικλύστῳ χοιράδι μικρὸν ὑπὲρ τὴν θάλασσαν ἀνεχούσῃ· καὶ μέχρι νῦν <pb xml:id="v.1.p.398"/> Τρωίλος ἡ χοιρὰς καλεῖται· τοῦ δʼ Ἡσιόδου τὸν 
<milestone unit="stephpage" xml:id="stephpage-162e" n="162e"/> νεκρὸν εὐθὺς ἀπὸ γῆς ὑπολαβοῦσα δελφίνων ἀγέλη πρὸς τὸ Ῥίον κατὰ τὴν Μολύκρειαν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κατὰ τὴν Μολύκρειαν</foreign> scripsi cum Palmerio: <foreign xml:lang="grc">καψ̀ τὴν μολύκριαν</foreign> </note> ἐκόμιζε. ἐτύγχανε δὲ Λοκροῖς ἡ τῶν Ῥίων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ῥιείων</foreign> R</note> καθεστῶσα θυσία καὶ 
<milestone unit="tlnum" n="5"/> πανήγυρις, ἣν ἄγουσιν ἔτι νῦν ἐπιφανῶς περὶ τὸν τόπον ἐκεῖνον· ὡς δʼ ὤφθη προσφερόμενον τὸ σῶμα , θαυμάσαντες ὡς εἰκὸς ἐπὶ τὴν ἀκτὴν κατέδραμον, καὶ γνωρίσαντες ἔτι πρόσφατον τὸν νεκρὸν ἅπαντα δεύτερα τοῦ ζητεῖν τὸν φόνον ἐποιοῦντο 
<milestone unit="tlnum" n="10"/> διὰ τὴν δόξαν τοῦ Ἡσιόδου. καὶ τοῦτο μὲν ταχέως ἔπραξαν, εὑρόντες τοὺς φονεῖς· αὐτούς τε γὰρ κατεπόντισαν ζῶντας καὶ τὴν οἰκίαν κατέσκαψαν. ἐτάφη δʼ ὁ Ἡσίοδος πρὸς τῷ Νεμείῳ· τὸν δὲ τάφον οἱ πολλοὶ τῶν ξένων οὐκ ἴσασιν, ἀλλʼ ἀποκέκρυπται 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-162f" n="162f"/> ζητούμενος ὑπʼ Ὀρχομενίων, ὥς φασι, βουλομένων κατὰ χρησμὸν ἀνελέσθαι τὰ λείψανα καὶ θάψαι παρʼ αὑτοῖς. εἴπερ οὖν οὕτως ἔχουσιν οἰκείως καὶ φιλανθρώπως πρὸς τοὺς ἀποθανόντας, ἔτι μᾶλλον εἰκός ἐστι τοῖς ζῶσι βοηθεῖν, καὶ μάλιστα κηληθέντας 
<milestone unit="tlnum" n="20"/> αὐλοῖς ἤ τισι μέλεσι. τουτὶ γὰρ ἤδη πάντες ἴσμεν, ὅτι μουσικῇ τὰ ζῷα ταῦτα χαίρει καὶ διώκει, καὶ παρανήχεται τοῖς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τοῖς</foreign>] <foreign xml:lang="grc">πλοίοις</foreign> Pflugkius, sed <foreign xml:lang="grc">ἐλαυνομένοις</foreign> h. l. fere = <foreign xml:lang="grc">πλέουσι</foreign> </note> ἐλαυνομένοις πρὸς ᾠδὴν καὶ αὐλὸν ἐν εὐδίᾳ χορείαις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">χορείαις</foreign> W: <foreign xml:lang="grc">πορείαις</foreign> </note> τερπόμενα. χαίρει δὲ καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-163a" n="163a"/> νήξεσι παίδων καὶ κολύμβοις ἁμιλλᾶται. διὸ καὶ 
<milestone unit="tlnum" n="25"/> νόμος ἀδείας ἄγραφός ἐστιν αὐτοῖς· θηρᾷ γὰρ οὐδεὶς οὐδὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὐδὲ</foreign> H: <foreign xml:lang="grc">οὔτε</foreign> </note> λυμαίνεται, πλὴν ὅταν ἐν δικτύοις γενόμενοι <pb xml:id="v.1.p.399"/> κακουργῶσι περὶ τὴν ἄγραν, πληγαῖς κολάζονται καθάπερ παῖδες ἁμαρτάνοντες. μέμνημαι δὲ καὶ παρὰ Λεσβίων ἀνδρῶν ἀκούσας σωτηρίαν τινὸς κόρης ὑπὸ δελφῖνος ἐκ θαλάττης γενέσθαι· ἀλλʼ 
<milestone unit="tlnum" n="5"/> ἐγὼ μὲν οὐκ ἀκριβῶ τἄλλα, ὁ δὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀλλ́ ἐγὼ μὲν - ὁ δὲ</foreign> scripsi: <foreign xml:lang="grc">λεγόμενον ἀκριβῶς ἀλλʼ ὁ</foreign> </note> Πιττακὸς ἐπεὶ γιγνώσκει,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐπεὶ γιγνώσκει</foreign> W: <foreign xml:lang="grc">ἐπιγιγώσκει</foreign> </note> δίκαιός ἐστι περὶ τούτων διελθεῖν.</q></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>