<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2:17</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2:17</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2"><div type="textpart" subtype="section" n="17"><p rend="indent">ἔτι δὲ τοῦ Σόλωνος λέγοντος εἰσῆλθε Γόργος ὁ Περιάνδρου ἀδελφός· ἐτύγχανε γὰρ εἰς 
<milestone unit="stephpage" xml:id="stephpage-160d" n="160d"/>Ταίναρον ἀπεσταλμένος ἔκ τινων χρησμῶν, τῷ Ποσειδῶνι θυσίαν καὶ θεωρίαν ἀπάγων.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">malim <foreign xml:lang="grc">ἀπάξων</foreign> </note> ἀσπασαμένων 
<milestone unit="tlnum" n="25"/> δʼ αὐτὸν ἡμῶν καὶ τοῦ Περιάνδρου προσαγαγομένου καὶ φιλήσαντος καθίσας παρʼ αὐτὸν ἐπὶ τῆς κλίνης ἀπήγγειλεν ἅττα δὴ πρὸς μόνον ἐκεῖνον, ὁ δʼ ἠκροᾶτο, πολλὰ πάσχοντι πρὸς τὸν λόγον ὅμοιος <pb xml:id="v.1.p.393"/> ὤν. τὰ μὲν γὰρ ἀχθόμενος τὰ δʼ ἀγανακτῶν ἐφαίνετο, πολλάκις δʼ ἀπιστῶν, εἶτα θαυμάζων τέλος δὲ γελάσας πρὸς ἡμᾶς <q>βούλομαι μέν</q> ἔφη <q>πρὸς τὸ παρὸν φράσαι τὸ προσηγγελμένον· ὀκνῶ δʼ ἀκούσας 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-160e" n="160e"/>Θαλέω ποτʼ εἰπόντος ὅτι δεῖ τὰ μὲν εἰκότα λέγειν, τὰ δʼ ἀμήχανα σιωπᾶν</q> ὑπολαβὼν οὖν ὁ Βίας <q>ἀλλὰ καὶ τοῦτʼ</q> ἔφη <q>Θαλέω τὸ σοφόν ἐστιν, ὅτι δεῖ τοῖς μὲν ἐχθροῖς καὶ περὶ τῶν πιστῶν ἀπιστεῖν, τοῖς δὲ φίλοις καὶ τὰ ἄπιστα πιστεύειν, ἐχθροὺς 
<milestone unit="tlnum" n="10"/> μέν, ἔγωγʼ ἡγοῦμαι, τοὺς πονηροὺς καὶ ἀνοήτους, φίλους δὲ τοὺς χρηστοὺς καὶ φρονίμους αὐτοῦ καλοῦντος.</q> <q>οὐκοῦν</q> ἔφη <q>λεκτέον εἰς ἅπαντας, ὦ Γόργε, μᾶλλον δʼ ἀκτέον ἐπὶ τοὺς νέους τούτους διθυράμβους ὑπερφθεγγόμενον ὃν ἥκεις λόγον ἡμῖν 
<milestone unit="tlnum" n="15"/> κομίζων.</q> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>