<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2:16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2:16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2"><div type="textpart" subtype="section" n="16"><p rend="indent"><q>πάνυ μὲν οὖν</q> ἔφη ὁ Σόλων, <q>μὴ καὶ τῶν Αἰγυπτίων ἀκριτώτεροι φανῶμεν, οἳ τὸν νεκρὸν ἀνατεμόντες<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀνατεμόντες</foreign> Winckelmannus: <foreign xml:lang="grc">ἀνατέμνοντες</foreign> </note> ἔδειξαν τῷ ἡλίῳ, εἶτʼ αὐτὰ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">εἶτʼ αὐτὰ</foreign>] fort. <foreign xml:lang="grc">εὖτα τὰ ἐντερα</foreign> (vel <foreign xml:lang="grc">τὰ ἔγκατα</foreign>)</note> μὲν εἰς τὸν ποταμὸν κατέβαλον, τοῦ δʼ ἄλλου σώματος ὡς ἤδη 
<milestone unit="tlnum" n="15"/> καθαροῦ γεγονότος ἐπιμέλονται. τῷ γὰρ ὄντι τοῦτʼ ἐστὶ τὸ μίασμα τῆς σαρκὸς ἡμῶν καὶ ὁ Τάρταρος ὁ ἐν ᾍδου, δεινῶν τινων ῥευμάτων καὶ πνεύματος ὁμοῦ καὶ πυρὸς συμπεφυρμένου καὶ νεκρῶν περίπλεως. ζῶν γὰρ οὐδεὶς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὐδεὶς</foreign> R</note> ἀπʼ οὐδενὸς τρέφεται ζῶντος, 
<milestone unit="tlnum" n="20"/> ἀλλὰ θανατοῦντες τὰ ἔμψυχα καὶ τὰ φυόμενα τῷ τρέφεσθαι καὶ αὔξεσθαι μετέχοντα τοῦ ζῆν ἀπολλύντες 
<milestone unit="stephpage" xml:id="stephpage-159c" n="159c"/> ἀδικοῦμεν. ἀπόλλυται γὰρ ἐξ οὗ πέφυκε τὸ μεταβάλλον εἰς ἄλλο, καὶ πᾶσαν φθείρεται φθοράν, ὅπως ἂν θατέρου τροφὴ γένοιτο. τὸ δʼ ἀπέχεσθαι 
<milestone unit="tlnum" n="25"/> σαρκῶν ἐδωδῆς, ὥσπερ Ὀρφέα τὸν παλαιὸν ἱστοροῦσι, σόφισμα μᾶλλον ἢ φυγὴ τῶν περὶ τὴν <pb xml:id="v.1.p.390"/> τροφὴν ἀδικημάτων ἐστί. φυγὴ δὲ μία καὶ καθαρμὸς εἰς δικαιοσύνην τέλειος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τέλειος</foreign> R: <foreign xml:lang="grc">τελειοῖ</foreign> </note> αὐτάρκη καὶ ἀπροσδεᾶ γενέσθαι. ᾧ δʼ ἄνευ κακώσεως ἑτέρου τὴν αὑτοῦ σωτηρίαν ἀμήχανον ὁ θεὸς πεποίηκε, τούτῳ τὴν 
<milestone unit="tlnum" n="5"/> φύσιν ἀρχὴν ἀδικίας; προστέθεικεν. ἆρʼ οὖν οὐκ ἄξιον, ὦ φίλε , συνεκτεμεῖν ἀδικίᾳ κοιλίαν καὶ στόμαχον καὶ ἧπαρ, ἃ καλοῦ 1 μὲν οὐδενὸς αἴσθησιν 
<milestone unit="stephpage" xml:id="stephpage-159d" n="159d"/> ἡμῖν οὐδʼ ὄρεξιν ἐνδίδωσι, σκεύεσι δὲ μαγειρικοῖς, οἷα κοπίδες καὶ λέβητες, τὰ δὲ μυλωθρικοῖς καὶ 
<milestone unit="tlnum" n="10"/> καμίνοις καὶ φρεωρύχοις καὶ μακτηρίοις ἔοικεν; ἀτεχνῶς δὲ τῶν πολλῶν ἴδοι τις ἂν ὥσπερ ἐν μυλῶνι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μυλῶνι</foreign> scripsi: <foreign xml:lang="grc">μύλωνι</foreign> </note> τῷ σώματι τὴν ψυχὴν ἐγκεκαλυμμένην ἀεὶ περὶ τὴν τῆς τροφῆς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τροφῆς</foreign> Amiotus: <foreign xml:lang="grc">ψυχῆς</foreign> </note> χρείαν κυκλοῦσαν, ὥσπερ ἀμέλει καὶ ἡμεῖς ἄρτι μὲν οὔθʼ ἑωρῶμεν ἀλλήλους οὔτʼ 
<milestone unit="tlnum" n="15"/> ἠκούομεν, ἀλλʼ ἕκαστος ἐγκεκυφὼς ἐδούλευε τῇ περὶ τὴν τροφὴν χρείᾳ. νυνὶ δʼ ἐπαρθεισῶν τῶν τραπεζῶν ἐλεύθεροι γεγονότες ὡς ὁρᾷς, ἐστεφανωμένοι περὶ λόγους διατρίβομεν καὶ ἀλλήλοις σύνεσμεν καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-159e" n="159e"/> σχολὴν ἄγομεν, εἰς τὸ μὴ δεῖσθαι τροφῆς ἐληλυθότες. 
<milestone unit="tlnum" n="20"/> ἆρʼ οὖν, ἄνπερ ἡ νῦν οὖσα περὶ ἡμᾶς ἕξις ἄπαυστος διαμένῃ παρὰ πάντα τὸν βίον, οὐκ ἀεὶ σχολὴν ἕξομεν ἀλλήλοις συνεῖναι, μὴ δεδιότες πενίαν μηδʼ εἰδότες πλοῦτον; ὁ γὰρ τῶν περισσῶν ζῆλος εὐθὺς ἀκολουθεῖ καὶ συνοικίζεται τῇ χρείᾳ τῶν ἀναγκαίων. ἀλλʼ οἴεται δεῖν τροφὴν εἶναι Κλεόδωρος, 
<milestone unit="tlnum" n="25"/> ὅπως τράπεζαι καὶ κρατῆρες ὦσι, καὶ Δήμητρι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ Δήμητρι</foreign> H: <foreign xml:lang="grc">αἳ δήμητρι</foreign> </note> <pb xml:id="v.1.p.391"/> καὶ Κόρῃ θύωμεν.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">θύωμεν</foreign> H: <foreign xml:lang="grc">θύων ἔτι</foreign> </note> ἕτερος δέ τις ἀξιούτω μάχας εἶναι καὶ πόλεμον, ἵνα καὶ τείχη καὶ νεωσοίκους καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-159f" n="159f"/> ὁπλοθήκας ἔχωμεν καὶ θύωμεν ἑκατομφόνια, καθάπερ φασὶ νόμον εἶναι Μεσσηνίοις. ἄλλον δὲ πρὸς 
<milestone unit="tlnum" n="5"/> τὴν ὑγίειαν οἶμαι χαλεπαίνειν δεινὸν γὰρ εἰ μηδενὸς νοσοῦντος οὐ στρωμνῆς ἔτι μαλακῆς ὄφελος οὐ κλίνης, οὐκ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὐκ</foreign>] prius <foreign xml:lang="grc">οὐδʼ</foreign> idem</note> Ἀσκληπιῷ θύσομεν οὐκ ἀποτροπαίοις, ἰατρικὴ δὲ μετʼ ὀργάνων καὶ φαρμάκων ἀποκείσεται τοσούτων ἀκλεὴς καὶ ἀπόθεστος.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀπόθεστος</foreign> W: <foreign xml:lang="grc">ἀπόθετος</foreign> </note> ἢ τί ταῦτʼ ἐκείνων 
<milestone unit="tlnum" n="10"/> διαφέρει; καὶ γὰρ ἡ τροφὴ λιμοῦ φάρμακον προσάγεται, καὶ θεραπεύειν ἑαυτοὺς λέγονται πάντες οἱ 
<milestone unit="stephpage" xml:id="stephpage-160a" n="160a"/> τρεφόμενοι καὶ δίαιταν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ διαιτᾶν</foreign> Duebnerus: <foreign xml:lang="grc">δίαιταν</foreign> </note> οὐχ ὡς ἡδύ τι καὶ κεχαρισμένον ἀλλʼ ὡς ἀναγκαῖον τοῦτο τῇ φύσει πράττοντες. ἐπεὶ λύπας γε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">γε</foreign> R: <foreign xml:lang="grc">τε</foreign> </note> πλείονας ἔστιν ἀπὸ τῆς τροφῆς 
<milestone unit="tlnum" n="15"/> τῶν ἡδονῶν γιγνομένας καταριθμῆσαι, μᾶλλον δʼ ἡ μὲν ἡδονὴ καὶ τόπον ἔχει βραχὺν ἐν τῷ σώματι καὶ χρόνον οὐ πολύν· ἡ δὲ περὶ τὴν διοίκησιν αὐτῆς ἀσχολία καὶ δυσχέρεια τί δεῖ λέγειν ὅσων αἰσχρῶν καὶ ὀδυνηρῶν ἡμᾶς ἐμπίπλησιν; οἶμαι γὰρ εἰς ταῦτα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ταῦτα</foreign> Pflugkius: <foreign xml:lang="grc">τοσαῦτα</foreign> </note> 
<milestone unit="tlnum" n="20"/> βλέψαντα τὸν Ὅμηρον ἀποδείξει κεχρῆσθαι περὶ θεῶν τοῦ μὴ ἀποθνῄσκειν τῷ μὴ τρέφεσθαι <quote rend="blockquote"><l>οὐ γὰρ σῖτον ἔδουσʼ, οὐ πίνουσʼ αἴθοπα οἶνον </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Homer E 341</note><l>τοὔνεκʼ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται</l></quote>, 
<milestone unit="stephpage" xml:id="stephpage-160b" n="160b"/> ὡς μὴ μόνον τοῦ ζῆν ἀλλὰ καὶ τοῦ ἀποθνῄσκειν 
<milestone unit="tlnum" n="25"/> τὴν τροφὴν ἐφόδιον οὖσαν. ἐκ ταύτης γὰρ αἱ νόσοι <pb xml:id="v.1.p.392"/> συντρεφόμεναι τοῖς σώμασιν οὐκ ἔλαττον ἐνδείας κακὸν ἔχουσι τὴν πλήρωσιν· πολλάκις δὲ καὶ μεῖζόν ἐστιν ἔργον τοῦ πορίσαι τροφὴν καὶ συναγαγεῖν τὸ καταναλῶσαι καὶ διαφορῆσαι πάλιν εἰς τὸ σῶμα 
<milestone unit="tlnum" n="5"/> παραγενομένην. ἀλλʼ ὥσπερ εἰ διαποροῖεν αἱ Δαναΐδες τίνα βίον βιώσονται καὶ τί πράξουσιν ἀπαλλαγεῖσαι τῆς περὶ τὸν πίθον λατρείας καὶ πληρώσεως, οὕτω διαποροῦμεν ἡμεῖς, εἰ γένοιτο παύσασθαι 
<milestone unit="stephpage" xml:id="stephpage-160c" n="160c"/> φοροῦντας εἰς τὴν σάρκα τὴν ἄτρυτον ἐκ γῆς ἅμα 
<milestone unit="tlnum" n="10"/> καὶ θαλάττης τοσαῦτα, τί πράξομεν ἀπειρίᾳ τῶν καλῶν τὸν ἐπὶ τοῖς ἀναγκαίοις στέργοντες βίον. ὥσπερ οὖν οἱ δουλεύσαντες, ὅταν ἐλευθερωθῶσιν, ἃ πάλαι τοῖς δεσπόταις ἔπραττον ὑπηρετοῦντες, ταῦτα πράττουσιν αὑτοῖς καὶ διʼ αὑτούς, οὕτως ἡ ψυχὴ 
<milestone unit="tlnum" n="15"/> νῦν μὲν τρέφει τὸ σῶμα πολλοῖς πόνοις καὶ ἀσχολίαις, εἰ δʼ ἀπαλλαγείη τῆς λατρείας, αὑτὴν δήπουθεν ἐλευθέραν γενομένην θρέψει καὶ βιώσεται, εἰς αὑτὴν ὁρῶσα καὶ τὴν ἀλήθειαν, οὐδενὸς περισπῶντος οὐδʼ ἀπάγοντος.</q> ἑ τὰ μὲν οὖν ῥηθέντα περὶ τροφῆς, 
<milestone unit="tlnum" n="20"/> ὦ Νίκαρχε, ταῦτʼ ἦν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>