<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2:14</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2:14</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2"><div type="textpart" subtype="section" n="14"><p rend="indent"><q>ἴσως</q> εἶπεν ὁ Χερσίας <q>ἀλλʼ ἐπεὶ πάλιν περὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">περὶ</foreign> W</note> οἰκονομίας λόγος γέγονε, τίς ἂν ὑμῶν φράσειεν ἡμῖν τὸ ἀπολειπόμενον; ἀπολείπεται δʼ οἶμαι κτήσεώς τι λαβεῖν μέτρον αὐτάρκους καὶ ἱκανῆς ἐσομένης.</q> 
<milestone unit="tlnum" n="5"/>καὶ ὁ Κλεόβουλος <q>ἀλλὰ τοῖς μὲν σοφοῖς</q> ἔφη <q>μέτρον ὁ νόμος δέδωκε, πρὸς δὲ τοὺς φαύλους ἐρῶ λόγον τῆς ἐμῆς θυγατρὸς ὃν πρὸς τὸν ἀδελφὸν εἶπεν. ἔφη γὰρ τὴν Σελήνην δεῖσθαι τῆς ἑαυτῆς μητρὸς ὅπως αὐτῇ χιτώνιον ὑφήνῃ σύμμετρον· τὴν 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-157b" n="157b"/> δʼ εἰπεῖν <q>καὶ πῶς σύμμετρον ὑφήνω; νῦν μὲν γὰρ ὁρῶ σε πανσέληνον, αὖθις δὲ μηνοειδῆ, τοτὲ δʼ ἀμφίκυρτον</q> οὕτω δὴ , ὦ φίλε Χερσία, καὶ πρὸς ἄνθρωπον ἀνόητον καὶ φαῦλον οὐδέν ἐστι μέτρον οὐσίας· ἄλλοτε γὰρ ἄλλος ἐστὶ ταῖς χρείαις διὰ τὰς 
<milestone unit="tlnum" n="15"/> ἐπιθυμίας καὶ τὰς τύχας, ὥσπερ ὁ Αἰσώπειος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Αἰσώπειος</foreign> scripsi: <foreign xml:lang="grc">αἰσώπιος</foreign> </note> κύων, ὃν οὑτοσί φησιν ἐν τῷ χειμῶνι συστρεφόμενον καὶ συσπειρώμενον διὰ τὸ ῥιγοῦν οἰκίαν ποιεῖν διανοεῖσθαι , θέρους δʼ αὖ πάλιν ἐκτεταμένον καθεύδοντα φαίνεσθαι μέγαν ἑαυτῷ καὶ μήτʼ ἀναγκαῖον ἡγεῖσθαι 
<milestone unit="tlnum" n="20"/> μήτε μικρὸν ἔργον οἰκίαν περιβαλέσθαι τοσαύτην. ἦ γὰρ οὐχ ὁρᾷς</q> εἶπεν <q>ὦ Χερσία, καὶ τοὺς μικροὺς 
<milestone unit="stephpage" xml:id="stephpage-157c" n="157c"/> νῦν μὲν εἰς μικρὰ κομιδῇ συστέλλοντας ἑαυτοὺς ὡς στρογγύλως καὶ Λακωνικῶς βιωσομένους, νῦν δέ, εἰ μὴ τὰ πάντων ἔχουσιν ἰδιωτῶν ἅμα καὶ βασιλέων, 
<milestone unit="tlnum" n="25"/> ὑπʼ ἐνδείας ἀπολεῖσθαι νομίζοντας;</q> ὡς οὖν ὁ Χερσίας ἀπεσιώπησεν, ὑπολαβὼν ὁ Κλεόδωρος <q>ἀλλὰ καὶ τοὺς σοφούς</q> εἶπεν <q>ὑμᾶς ὁρῶμεν ἀνίσοις μέτροις τὰς κτήσεις, νενεμημένας πρὸς ἀλλήλους <pb xml:id="v.1.p.385"/> ἔχοντας.</q> Καὶ ὁ Κλεόβουλος <q>ὁ γάρ τοι νόμος</q> εἶπεν <q>ὦ βέλτιστε ἀνδρῶν, ὡς ὑφάντης ἑκάστῳ τὸ πρέπον ἡμῶν καὶ τὸ μέτριον καὶ τὸ ἁρμόττον ἀποδίδωσι. 
<milestone unit="stephpage" xml:id="stephpage-157d" n="157d"/> καὶ σὺ καθάπερ τῳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τῳ</foreign> scripsi: <foreign xml:lang="grc">τῷ</foreign> </note> νόμῳ τῷ λόγῳ τρέφων καὶ διαιτῶν 
<milestone unit="tlnum" n="5"/> καὶ φαρμακεύων τοὺς κάμνοντας οὐκ ἴσον ἑκάστῳ, τὸ δὲ προσῆκον ἀπονέμεις ἅπασιν</q> ὑπολαβὼν δʼ ὁ Ἄρδαλος <q>ἆρʼ οὖν</q> ἔφη <q>καὶ τὸν ἑταῖρον ὑμῶν Σόλωνος δὲ ξένον Ἐπιμενίδην νόμος τις ἀπέχεσθαι τῶν ἄλλων σιτίων κελεύει, τῆς δʼ ἀλίμου δυνάμεως 
<milestone unit="tlnum" n="10"/> ἣν αὐτὸς συντίθησι μικρὸν εἰς τὸ στόμα λαμβάνοντα διημερεύειν ἀνάριστον καὶ ἄδειπνον;</q> ἐπιστήσαντος δὲ τοῦ λόγου τὸ συμπόσιον ὁ μὲν Θαλῆς 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-157e" n="157e"/> ἐπισκώπτων εὖ φρονεῖν ἔφη τὸν Ἐπιμενίδην ὅτι μὴ βούλεται πράγματα ἔχειν ἀλῶν τὰ σιτία καὶ πέττων ἑαυτῷ, καθάπερ Πιττακός. <q>ἐγὼ γάρ</q> εἶπε τῆς ξένης ἤκουον ᾀδούσης πρὸς τὴν μύλην, ἐν Ἐρέσῳ γενόμενος, <quote rend="blockquote"><l>ἄλει μύλα ἄλει </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Bergk. 3 p. 673</note><l>καὶ γὰρ Πιττακὸς ἄλει 
<milestone unit="tlnum" n="20"/> </l><l>μεγάλας Μυτιλάνας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Μυτιλάνας</foreign> scripsi: <foreign xml:lang="grc">μιτυλάνας</foreign> </note> βασιλεύων.</l></quote> ὁ δὲ Σόλων ἔφη θαυμάζειν τὸν Ἄρδαλον εἰ τὸν νόμον οὐκ ἀνέγνωκε τῆς διαίτης τοῦ ἀνδρὸς ἐν τοῖς ἔπεσι τοῖς Ἡσιόδου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἡσιόδου</foreign>] OD 41</note> γεγραμμένον ἐκεῖνος γάρ ἐστιν ὁ πρῶτος Ἐπιμενίδῃ σπέρματα τῆς τροφῆς ταύτης 
<milestone unit="tlnum" n="25"/> παρασχὼν καὶ ὁ ζητεῖν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὁ ζητεῖν</foreign> scripsi: <foreign xml:lang="grc">ζητεῖν ὁ</foreign> </note> διδάξας <pb xml:id="v.1.p.386"/> 
<milestone unit="stephpage" xml:id="stephpage-157f" n="157f"/> <quote rend="blockquote"><l>ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγʼ ὄνειαρ</l></quote> <q>οἴει γάρ</q> ὁ Περίανδρος εἶπε <q>τὸν Ἡσίοδον ἐννοῆσαί τι τοιοῦτον, οὐκ ἐπαινέτην ὄντα φειδοῦς ἀεὶ καὶ πρὸς τὰ λιτότατα τῶν ὄψων ὡς ἥδιστα παρακαλεῖν 
<milestone unit="tlnum" n="5"/> ἡμᾶς; ἀγαθὴ μὲν γὰρ ἡ μαλάχη βρωθῆναι, γλυκὺς δʼ ὁ ἀνθέρικος· τὰ δʼ ἄλιμα ταῦτα καὶ ἄδιψα φάρμακα μᾶλλον ἢ σιτία πυνθάνομαι, καὶ μέλι καὶ τυρόν τινα βαρβαρικὸν δέχεσθαι καὶ σπέρματα πάμπολλα τῶν οὐκ εὐπορίστων. πῶς οὖν οὐκ ἂν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἂν</foreign> Pflugkius: <foreign xml:lang="grc">ἐν</foreign> </note> τῷ Ἡσιόδῳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἡσιόδῳ</foreign>] OD 45</note> 
<milestone unit="tlnum" n="10"/> τὸ <q>πηδάλιον μὲν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μὲν</foreign> H ex. 1. 1.</note> ὑπὲρ καπνοῦ</q> κείμενον <quote rend="blockquote"><l>ἔργα βοῶν δʼ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν</l></quote> εἰ τοσαύτης δεήσει<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">δεήσειε</foreign> idem</note> παρασκευῆς; θαυμάζω δέ σου 
<milestone unit="stephpage" xml:id="stephpage-158a" n="158a"/> τὸν ξένον ὦ Σόλων εἰ Δηλίοις ἔναγχος ποιησάμενος τὸν μέγαν καθαρμὸν οὐχ ἱστόρησε παρʼ αὐτοῖς εἰς 
<milestone unit="tlnum" n="15"/> τὸ ἱερὸν κομιζόμενα τῆς πρώτης ὑπομνήματα τροφῆς καὶ δείγματα μετʼ ἄλλων εὐτελῶν καὶ αὐτοφυῶν μαλάχην καὶ ἀνθέρικον, ὧν εἰκός ἐστι καὶ τὸν Ἡσίοδον προξενεῖν ἡμῖν τὴν λιτότητα καὶ τὴν ἀφέλειαν.</q> <q>οὐ ταῦτʼ</q> ἔφη <q>μόνον</q> ὁ Ἀνάχαρσις <q>ἀλλὰ καὶ 
<milestone unit="tlnum" n="20"/> πρὸς ὑγίειαν ἐν τοῖς μάλιστα τῶν λαχάνων ἑκάτερον ἐπαινεῖται</q> Καὶ ὁ Κλεόδωρος <q>ὀρθῶς</q> ἔφη <q>λέγεις. ἰατρικὸς γὰρ Ἡσίοδος ὢν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὢν</foreign> W: <foreign xml:lang="grc">ὡς</foreign> </note> δῆλός ἐστιν οὐκ ἀμελῶς 
<milestone unit="stephpage" xml:id="stephpage-158b" n="158b"/> οὐδʼ ἀπείρως περὶ διαίτης καὶ κράσεως οἴνου καὶ ἀρετῆς ὕδατος καὶ λουτροῦ καὶ γυναικῶν διαλεγόμενος 
<milestone unit="tlnum" n="25"/> καὶ συνουσίας καιροῦ καὶ βρεφῶν καθίσεως.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καθίσεως</foreign>] Hesiod. OD 750</note> <pb xml:id="v.1.p.387"/> ἀλλʼ Ἡσιόδου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἡσιόδου</foreign>] OD 203</note> μὲν ἐμοὶ δοκεῖ δικαιότερον Αἴσωπος αὑτὸν ἀποφαίνειν μαθητὴν ἢ Ἐπιμενίδης· τούτῳ γὰρ ἀρχὴν τῆς καλῆς ταύτης καὶ ποικίλης καὶ πολυγλώσσου σοφίας ὁ πρὸς τὴν ἀηδόνα λόγος τοῦ 
<milestone unit="tlnum" n="5"/> ἱέρακος παρέσχηκεν. ἐγὼ δʼ ἂν ἡδέως ἀκούσαιμι Σόλωνος· εἰκὸς γὰρ αὐτὸν πεπύσθαι, πολὺν χρόνον Ἀθήνησιν Ἐπιμενίδῃ συγγενόμενον, ὅ τι δὴ παθὼν ἢ σοφιζόμενος ἐπὶ τοιαύτην ἦλθε δίαιταν.</q> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>