<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2:13</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2:13</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2"><div type="textpart" subtype="section" n="13"><p rend="indent">ἐπεὶ δὲ καὶ οὗτος ἔσχεν ὁ λόγος τέλος, ἡ μὲν Εὔμητις ἐξῆλθε μετὰ τῆς Μελίσσης, τοῦ δὲ Περιάνδρου τῷ Χίλωνι προπιόντος εὐμεγέθη κύλικα, τῷ δὲ Βίαντι τοῦ Χίλωνος, Ἄρδαλος ἐπαναστὰς καὶ 
<milestone unit="tlnum" n="25"/> προσαγορεύσας τὸν Αἴσωπον <q>σὺ δʼ οὐκ ἄν</q> ἔφη <q>διαπέμψαιο δεῦρο τὸ ποτήριον πρὸς ἡμᾶς, ὁρῶν τούτους ὥσπερ τὴν Βαθυκλέους κύλικα <pb xml:id="v.1.p.381"/> διαπεμπομένους ἀλλήλοις, ἑτέρῳ δὲ μὴ μεταδιδόντας;</q> Καὶ ὁ 
<milestone unit="stephpage" xml:id="stephpage-155f" n="155f"/>Αἴσωπος <q>ἀλλʼ οὐ δεῖ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὐ δεῖ</foreign> Madvigius: <foreign xml:lang="grc">οὐδὲ</foreign> </note> τοῦτʼ</q> ἔφη <q>τὸ ποτήριον δημοτικὸν εἶναι· Σόλωνι γὰρ ἔκπαλαι παράκειται μόνῳ.</q> Τὸν οὖν Μνησίφιλον προσαγορεύσας ὁ Πιττακὸς 
<milestone unit="tlnum" n="5"/> ἠρώτησε τί οὐ πίνει Σόλων ἀλλὰ καταμαρτυρεῖ τῶν ποιημάτων ἐν οἷς γέγραφεν <quote rend="blockquote"><l> ἔργα δὲ Κυπρογενοῦς νῦν μοι φίλα καὶ Διονύσου </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Bergk. 2 p. 50</note><l>καὶ Μουσέων, ἃ τίθησʼ ἀνδράσιν εὐφροσύνας</l></quote> ὑποφθάσας δʼ Ἀνάχαρσις <q>σὲ γάρ , ὦ Πιττακέ, καὶ 
<milestone unit="tlnum" n="10"/> τὸν σὸν ἐκεῖνον τὸν χαλεπὸν φοβεῖται νόμον, ἐν ᾧ γέγραφας Ἐάν τις ὁτιοῦν μεθύων ἁμάρτῃ, διπλασίαν ἢ τῷ νήφοντι τὴν ζημίαν εἶναι</q> Καὶ ὁ Πιττακός <q>σὺ δὲ γʼ</q> εἶπεν <q>οὕτως ἐξύβρισας εἰς τὸν νόμον, 
<milestone unit="stephpage" xml:id="stephpage-156a" n="156a"/> ὥστε πέρυσι παρὰ λίβυτʼ ἀδελφῷ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">παρὰ Διβουτάδῃ Δελφῷ</foreign> Madvigius</note> μεθυσθεὶς ἆθλον 
<milestone unit="tlnum" n="15"/> αἰτεῖν καὶ στέφανον.</q> <q>τί δʼ οὐκ ἔμελλον</q> ἔφη ὁ Ἀνάχαρσις <q>τῷ πλεῖστον πιόντι προκειμένων ἄθλων πρῶτος μεθυσθεὶς ἀπαιτεῖν τὸ νικητήριον; ἢ διδάξατέ μʼ ὑμεῖς, τί τέλος ἐστὶ τοῦ πολὺν πιεῖν ἄκρατον ἢ τὸ μεθυσθῆναι.</q> τοῦ δὲ Πιττακοῦ γελάσαντος 
<milestone unit="tlnum" n="20"/> ὁ Αἴσωπος λόγον εἶπε τοιοῦτον· <q>λύκος ἰδὼν ποιμένας ἐσθίοντας ἐν σκηνῇ πρόβατον ἐγγὺς προσελθών <q>ἡλίκος ἂν ἦν</q> ἔφη <q>θόρυβος ὑμῖν, εἰ ἐγὼ τοῦτʼ ἐποίουν.</q></q> καὶ ὁ Χίλων <q>ὀρθῶς</q> ἔφη <q>Αἴσωπος ἠμύνατο, μικρὸν ἔμπροσθεν ἐπιστομισθεὶς ὑφʼ 
<milestone unit="tlnum" n="25"/> ἡμῶν, εἶτα νῦν ὁρῶν ἑτέρους τὸν Μνησιφίλου λόγον ὑφηρπακότας· Μνησίφιλος γὰρ τὴν ὑπὲρ <pb xml:id="v.1.p.382"/> Σόλωνος ἀπόκρισιν</q> <q>καὶ λέγω</q><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">λέγω</foreign> W: <foreign xml:lang="grc">λέγων</foreign> </note> ὁ Μνησίφιλος εἶπεν 
<milestone unit="stephpage" xml:id="stephpage-156b" n="156b"/> <q>εἰδὼς ὅτι Σόλωνι δοκεῖ πάσης τέχνης καὶ δυνάμεως ἀνθρωπίνης τε καὶ θείας ἔργον εἶναι τὸ γιγνόμενον μᾶλλον ἢ διʼ οὗ γίγνεται, καὶ τὸ· τέλος ἢ τὰ πρὸς 
<milestone unit="tlnum" n="5"/> τό τέλος. ὑφάντης τε γὰρ ἂν οἶμαι χλαμύδα ποιήσαιτο<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ποιήσαιτο</foreign> idem: <foreign xml:lang="grc">ποιήσαι</foreign> </note> μᾶλλον ἔργον αὑτοῦ καὶ ἱμάτιον ἢ κανόνων διάθεσιν καὶ ἀνέγερσιν ἀγνύθων, χαλκεύς τε κόλλησιν σιδήρου καὶ στόμωσιν πελέκεως μᾶλλον ἤ τι τῶν ἕνεκα τούτου γιγνομένων ἀναγκαίων, οἷον ἀνθράκων 
<milestone unit="tlnum" n="10"/> ἐκζωπύρησιν ἢ λατύπης παρασκευήν. ἔτι δὲ μᾶλλον ἀρχιτέκτων μέμψαιτʼ ἂν ἡμᾶς ἔργον αὐτοῦ μὴ ναῦν μηδʼ οἰκίαν ἀποφαίνοντας, ἀλλὰ τρυπῆσαι 
<milestone unit="stephpage" xml:id="stephpage-156c" n="156c"/> ξύλα καὶ φυρᾶσαι πηλόν· αἱ δὲ Μοῦσαι καὶ παντάπασιν, εἰ νομίζοιμεν αὐτῶν ἔργον εἶναι κιθάραν 
<milestone unit="tlnum" n="15"/> καὶ αὐλούς, ἀλλὰ μὴ τὸ παιδεύειν τὰ ἤθη καὶ παρηγορεῖν τὰ πάθη τῶν χρωμένων μέλεσι καὶ ἁρμονίαις. οὐκοῦν οὐδὲ τῆς Ἀφροδίτης ἔργον ἐστὶ συνουσία καὶ μῖξις, οὐδὲ τοῦ Διονύσου μέθη καὶ οἶνος, ἀλλʼ ἣν ἐμποιοῦσι διὰ τούτων φιλοφροσύνην 
<milestone unit="tlnum" n="20"/> καὶ πόθον καὶ ὁμιλίαν ἡμῖν καὶ συνήθειαν πρὸς ἀλλήλους· ταῦτα γὰρ ἔργα θεῖα καλεῖ Σόλων, καὶ ταῦτά φησιν ἀγαπᾶν καὶ διώκειν μάλιστα πρεσβύτης γενόμενος. ἔστι δὲ τῆς μὲν πρὸς γυναῖκας ἀνδρῶν ὁμοφροσύνης καὶ φιλίας δημιουργὸς ἡ Ἀφροδίτη, 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-156d" n="156d"/> τοῖς σώμασιν ὑφʼ ἡδονῆς ἅμα συμμιγνύουσα καὶ συντήκουσα τὰς ψυχάς· τοῖς δὲ πολλοῖς καὶ μὴ πάνυ συνήθεσι μηδʼ ἄγαν γνωρίμοις ὁ Διόνυσος ὥσπερ ἐν πυρὶ τῷ οἴνῳ μαλάττων τὰ ἤθη καὶ ἀνυγραίνων <pb xml:id="v.1.p.383"/> ἀρχήν τινα συγκράσεως πρὸς ἀλλήλους καὶ φιλίας ἐνδίδωσιν. ὅταν δὲ τοιοῦτοι συνέλθωσιν ἄνδρες, οἵους ὁ Περίανδρος ὑμᾶς παρακέκληκεν, οὐδὲν ἔργον ἐστὶν οἶμαι κύλικος οὐδʼ οἰνοχόης, ἀλλʼ αἱ 
<milestone unit="tlnum" n="5"/>Μοῦσαι καθάπερ κρατῆρα νηφάλιον ἐν μέσῳ προθέμεναι τὸν λόγον, ᾧ πλεῖστον ἡδονῆς ἅμα καὶ παιδιᾶς καὶ σπουδῆς ἔνεστιν, ἐγείρουσι τούτῳ καὶ κατάρδουσι καὶ διαχέουσι τὴν φιλοφροσύνην, ἐῶσαι 
<milestone unit="stephpage" xml:id="stephpage-156e" n="156e"/> τὰ πολλὰ τὴν οἰνοχόην ἀτρέμα κεῖσθαι <q>κρητῆρος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κρητε͂ρος</foreign> H: <foreign xml:lang="grc">κρατῆρος</foreign> </note> 
<milestone unit="tlnum" n="10"/> ὕπερθεν,</q> ὅπερ ἀπηγόρευσεν Ἡσίοδος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἡσίοδος</foreign>] OD 742</note> ἐν τοῖς πίνειν μᾶλλον ἢ διαλέγεσθαι δυναμένοις. ἐπεὶ τάς γε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">γε</foreign> R: <foreign xml:lang="grc">τε</foreign> </note> προπόσεις αὐτάς</q> ἔφη <q>πυνθάνομαι λέγειν τοῖς παλαιοῖς ἐνδεῖν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐνδεῖν δαιτρόν</foreign> scripsi: <foreign xml:lang="grc">ἔνδεινον</foreign> </note> <q>δαιτρόν,</q> ὡς Ὅμηρος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ὅμηρος</foreign>] <foreign xml:lang="grc">Δ</foreign> 262</note> ἔφη, καὶ μετρητὸν ἑκάστου πίνοντος, εἶθʼ ὥσπερ Αἴας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αἴας</foreign>] <foreign xml:lang="grc">λείας</foreign> Hauptius</note> μερίδος μεταδιδόντος 
<milestone unit="tlnum" n="15"/> τῷ πλησίον</q> Εἰπόντος δὲ ταῦτα τοῦ Μνησιφίλου Χερσίας ὁ ποιητής ἀφεῖτο γὰρ ἤδη τῆς 
<milestone unit="stephpage" xml:id="stephpage-156f" n="156f"/> αἰτίας καὶ διήλλακτο τῷ Περιάνδρῳ νεωστί, Χίλωνος δεηθέντος <q>ἆρʼ οὖν</q> ἔφη <q>καὶ τοῖς θεοῖς ὁ Ζεύς, 
<milestone unit="tlnum" n="20"/> ὥσπερ τοῖς ἀριστεῦσιν ὁ Ἀγαμέμνων, μετρητὸν ἐνέχει τὸ ποτόν, ὅτε προύπινον ἀλλήλοις ἑστιώμενοι παρʼ αὐτῷ;</q> Καὶ ὁ Κλεόδωρος <q>σὺ δʼ ὦ Χερσία</q> εἶπεν, <q>εἰ τὴν ἀμβροσίαν τῷ Διὶ πελειάδες τινὲς κομίζουσιν, ὡς ὑμεῖς λέγετε, τὰς Πλαγκτὰς ὑπερπετόμεναι χαλεπῶς καὶ μόλις, οὐ νομίζεις καὶ τὸ 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-157a" n="157a"/> νέκταρ αὐτῷ δυσπόριστον εἶναι καὶ σπάνιον, ὥστε φείδεσθαι καὶ παρέχειν ἑκάστῳ τεταμιευμένον;</q> <pb xml:id="v.1.p.384"/> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>