<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2:12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2:12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2"><div type="textpart" subtype="section" n="12"><p rend="indent">τέλος δὲ καὶ τούτου τοῦ λόγου λαβόντος 
<milestone unit="tlnum" n="25"/> ἠξίουν ἐγὼ καὶ περὶ οἴκου ᾗ χρηστέον εἰπεῖν τοὺς ἄνδρας ἡμῖν· <q>βασιλείας μὲν γὰρ καὶ πόλεις ὀλίγοι <pb xml:id="v.1.p.379"/> κυβερνῶσιν, ἑστίας δὲ πᾶσιν ἡμῖν καὶ οἴκου μέτεστι.</q> γελάσας οὖν ὁ Αἴσωπος <q>οὔκ, εἴγε τῶν πάντων</q> 
<milestone unit="stephpage" xml:id="stephpage-155a" n="155a"/> ἔφη <q>καὶ Ἀνάχαρσιν ἀριθμεῖς· τούτῳ γὰρ οἶκος οὐκ ἔστιν, ἀλλὰ καὶ σεμνύνεται τῷ ἄοικος εἶναι, 
<milestone unit="tlnum" n="5"/> χρῆσθαι δʼ ἁμάξῃ, καθάπερ τὸν ἥλιον ἐν ἅρματι λέγουσι περιπολεῖν, ἄλλοτʼ ἄλλην ἐπινεμόμενον τοῦ οὐρανοῦ χώραν.</q> Καὶ ὁ Ἀνάχαρσις <q>διὰ τοῦτό τοι</q> εἶπεν <q>ἢ μόνος ἢ μάλιστα τῶν θεῶν ἐλεύθερός ἐστι καὶ αὐτόνομος, καὶ κρατεῖ πάντων, κρατεῖται δʼ ὑπʼ 
<milestone unit="tlnum" n="10"/> οὐδενός, ἀλλὰ βασιλεύει καὶ ἡνιοχεῖ. πλὴν σέ γε τὸ ἅρμα λέληθεν αὐτοῦ, ὡς ὑπερφυὲς κάλλει καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-155b" n="155b"/> μεγέθει θαυμάσιόν ἐστιν· οὐ γὰρ ἂν παίζων ἐπὶ γέλωτι παρέβαλες ἐκεῖνο τοῖς ἡμετέροις. οἶκον δέ μοι δοκεῖς, ὦ Αἴσωπε, ταυτὶ τὰ πήλινα καὶ ξύλινα 
<milestone unit="tlnum" n="15"/> καὶ κεραμεᾶ στεγάσματα νομίζειν, ὥσπερ εἰ κοχλίαν ἡγοῖο τὸ κέλυφος, ἀλλὰ μὴ τὸ ζῷον, εἰκότως οὖν σοι γέλωτα παρέσχεν ὁ Σόλων, ὅτι τοῦ Κροίσου τὴν οἰκίαν κεκοσμημένην πολυτελῶς θεασάμενος οὐκ εὐθὺς ἀπεφήνατο τὸν κεκτημένον εὐδαιμόνως οἰκεῖν 
<milestone unit="tlnum" n="20"/> καὶ μακαρίως, ἅτε δὴ τῶν ἐν αὐτῷ μᾶλλον ἀγαθῶν ἢ τῶν παρʼ αὐτῷ βουλόμενος γενέσθαι θεατής· σὺ δʼ ἔοικας οὐδὲ τῆς σεαυτοῦ μνημονεύειν ἀλώπεκος. ἐκείνη μὲν γὰρ εἰς ἀγῶνα ποικιλίας καταστᾶσα πρὸς τὴν πάρδαλιν ἠξίου τὰ ἐντὸς αὐτῆς καταμαθεῖν τὸν 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-155c" n="155c"/> δικαστήν, ποικιλωτέρα γὰρ ἐκεῖθεν φανεῖσθαι· σὺ δὲ τὰ τεκτόνων καὶ λιθοξόων ἔργα περινοστεῖς, οἶκον ἡγούμενος οὐ τὰ ἐντὸς ἑκάστου καὶ οἰκεῖα, παῖδας καὶ γάμον καὶ φίλους καὶ θεράποντας, οἷς κἂν ἐν μυρμηκιᾷ τις ἢ νεοττιᾷ νοῦν ἔχουσι καὶ <pb xml:id="v.1.p.380"/> σωφρονοῦσι κοινωνῇ τῶν ὑπόντων, χρηστὸν οἶκον οἰκεῖ καὶ μακάριον. ἐγὼ μὲν οὖν</q> ἔφη <q>ταῦτα καὶ πρὸς Αἴσωπον ἀποκρίνομαι καὶ Διοκλεῖ συμβάλλομαι τῶν δʼ ἄλλων ἕκαστος ἀποφαίνεσθαι δίκαιός 
<milestone unit="tlnum" n="5"/> ἐστι τὴν ἑαυτοῦ γνώμην.</q> τοῦτον οὖν ἄριστον ὁ Σόλων εἶπεν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τοῦτον - εἶπεν</foreign> Stobaeus Floril. LXXX</note> αὑτῷ δοκεῖν οἶκον, ὅπου τὰ κτήματα 
<milestone unit="stephpage" xml:id="stephpage-155d" n="155d"/> μήτε κτωμένοις ἀδικία μήτε φυλάττουσιν ἀπιστία μήτε δαπανῶσι μετάνοια πρόσεστιν. ὁ δὲ Βίας ἐν ᾧ τοιοῦτός ἐστιν ὁ δεσπότης διʼ αὑτὸν οἷος ἔξω διὰ 
<milestone unit="tlnum" n="10"/> τὸν νόμον. ὁ δὲ Θαλῆς ἐν ᾧ πλείστην ἄγειν τῷ δεσπότῃ σχολὴν ἔξεστιν. ὁ δὲ Κλεόβουλος εἰ πλείονας ἔχοι τῶν φοβουμένων αὐτὸν τοὺς φιλοῦντας ὁ δεσπότης. ὁ δὲ Πιττακὸς εἶπεν ὡς ἄριστος οἶκός ἐστιν ὁ τῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὕτως ὁ σόλων ἄριστον</foreign></note> περιττῶν μηδενὸς δεόμενος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μηδενὸς δεόμενος</foreign> Stobaeus</note> καὶ τῶν 
<milestone unit="tlnum" n="15"/> ἀναγκαίων μηδενὸς ἐνδεόμενος. ὁ δὲ Χίλων ἔφη δεῖν μάλιστα βασιλευομένῃ πόλει προσεοικέναι τὸν οἶκον. εἶτα προσεπεῖπεν ὅτι καὶ Λυκοῦργος πρὸς τὸν κελεύοντα δημοκρατίαν ἐν τῇ πόλει καταστῆσαι 
<milestone unit="stephpage" xml:id="stephpage-155e" n="155e"/> <q>πρῶτος</q> ἔφη <q>ποίησον ἐν τῇ οἰκίᾳ σου δημοκρατίαν.</q> 
<milestone unit="tlnum" n="20"/></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>