<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2:10</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2:10</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg079.perseus-grc2"><div type="textpart" subtype="section" n="10"><p rend="indent">ἀποδεξαμένων δὲ πάντων τὸν Θαλῆν , Κλεόδωρος εἶπε <q>τοσαῦτʼ ἐρωτᾶν καὶ ἀποκρίνεσθαι βασιλεῦσιν, ὦ Νειλόξενε, προσῆκόν ἐστιν· ὁ δὲ προπίνων τὴν θάλατταν Ἀμάσιδι βάρβαρος ἐδεῖτο τῆς 
<milestone unit="tlnum" n="5"/>Πιττακοῦ βραχυλογίας, ᾗ πρὸς Ἀλυάττην ἐχρήσατο προστάττοντά τι καὶ γράφοντα Λεσβίοις ὑπερήφανον, ἀποκρινάμενος οὐδὲν ἀλλʼ ἢ μόνον κελεύσας κρόμμυα καὶ θερμὸν ἄρτον ἐσθίειν</q> ὑπολαβὼν οὖν ὁ Περίανδρος <q>ἀλλὰ μήν</q> ἔφη <q>καὶ τοῖς παλαιοῖς 
<milestone unit="tlnum" n="10"/>Ἕλλησιν ἔθος ἦν, ὦ Κλεόδωρε, τοιαύτας ἀλλήλοις 
<milestone unit="stephpage" xml:id="stephpage-153f" n="153f"/> ἀπορίας προβάλλειν. ἀκούομεν γὰρ ὅτι καὶ πρὸς τὰς Ἀμφιδάμαντος ταφὰς εἰς Χαλκίδα τῶν τότε σοφῶν οἱ δοκιμώτατοι ποιηταὶ συνῆλθον ἦν δʼ ὁ Ἀμφιδάμας ἀνὴρ πολεμικός, καὶ πολλὰ πράγματα 
<milestone unit="tlnum" n="15"/> παρασχὼν Ἐρετριεῦσιν ἐν ταῖς περὶ Ληλάντου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ληλάντου</foreign> H: <foreign xml:lang="grc">λαλάντου</foreign> </note> μάχαις ἔπεσεν. ἐπεὶ δὲ τὰ παρεσκευασμένα τοῖς ποιηταῖς ἔπη χαλεπὴν καὶ δύσκολον ἐποίει τὴν κρίσιν διὰ τὸ ἐφάμιλλον, ἥ τε δόξα τῶν ἀγωνιστῶν, Ὁμήρου καὶ Ἡσιόδου, πολλὴν ἀπορίαν μετʼ αἰδοῦς τοῖς κρίνουσι 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-154a" n="154a"/> παρεῖχεν, ἐτράποντο πρὸς τοιαύτας ἐρωτήσεις, καὶ προύβαλʼ ὁ μέν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">προύβαλʼ ὁ μέν</foreign> B. Muellerus: <foreign xml:lang="grc">προύβαλε μέν</foreign> </note> ὥς φησι Λέσχης <quote rend="blockquote"><l>Μοῦσά μοι ἔννεπε κεῖνα μήτʼ ἐγένοντο πάροιθε </l><l>μήτʼ ἔσται μετόπισθεν</l></quote>, ἀπεκρίνατο δʼ Ἡσίοδος ἐκ τοῦ παρατυχόντος 
<milestone unit="tlnum" n="25"/> <quote rend="blockquote"><l>ἀλλʼ ὅταν ἀμφὶ Διὸς τύμβῳ καναχήποδες ἵπποι </l><l>ἅρματα συντρίψωσιν ἐπειγόμενοι περὶ νίκης</l></quote> <pb xml:id="v.1.p.377"/> καὶ διὰ τοῦτο λέγεται μάλιστα θαυμασθεὶς τοῦ τρίποδος τυχεῖν</q> <q>τί δὲ ταῦθʼ</q> ὁ Κλεόδωρος εἶπε <q>διαφέρει 
<milestone unit="stephpage" xml:id="stephpage-154b" n="154b"/> τῶν Εὐμήτιδος αἰνιγμάτων; ἃ ταύτην μὲν ἴσως οὐκ ἀπρεπές ἐστι παίζουσαν καὶ διαπλέκουσαν 
<milestone unit="tlnum" n="5"/> ὥσπερ ἕτεραι ζώνια καὶ κεκρυφάλους προβάλλειν ταῖς γυναιξίν, ἄνδρας δὲ νοῦν ἔχοντας ἔν τινι σπουδῇ τίθεσθαι γελοῖον</q> ἡ μὲν οὖν Εὔμητις ἡδέως ἂν εἰποῦσά τι πρὸς αὐτόν, ὡς ἐφαίνετο, κατέσχεν ἑαυτὴν ὑπʼ αἰδοῦς, καὶ ἀνεπλήσθη τὸ πρόσωπον ἐρυθήματος 
<milestone unit="tlnum" n="10"/> ὁ δʼ Αἴσωπος οἷον ἀμυνόμενος ὑπὲρ αὐτῆς <q>οὐ γελοιότερον οὖν</q> εἶπε <q>τὸ μὴ δύνασθαι ταῦτα διαλύειν, οἷόν ἐστιν ὃ μικρὸν ἔμπροσθεν ἡμῖν τοῦ δείπνου προύβαλεν <quote rend="blockquote"><l>ἄνδρʼ εἶδον πυρὶ χαλκὸν ἐπʼ ἀνέρι κολλήσαντα</l></quote> 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-154c" n="154c"/> τί τοῦτʼ ἐστὶν ἔχοις ἂν εἰπεῖν;</q> <q>ἀλλʼ οὐδὲ μαθεῖν δέομαι</q> ἔφη ὁ Κλεόδωρος. <q>καὶ μὴν οὐδείς</q> ἔφη <q>σοῦ τοῦτο μᾶλλον οἶδεν οὐδὲ ποιεῖ βέλτιον· εἰ δʼ ἀρνῇ, μάρτυρας ἔχω σικυωνίας.</q> ὁ μὲν οὖν Κλεόδωρος ἐγέλασε· καὶ γὰρ ἐχρῆτο μάλιστα ταῖς σικυωνίαις 
<milestone unit="tlnum" n="20"/> τῶν καθʼ αὑτὸν ἰατρῶν, καὶ δόξαν οὐχ ἥκιστα τὸ βοήθημα τοῦτο διʼ ἐκεῖνον ἔσχηκε. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>