<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg078.perseus-grc2:40-48</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg078.perseus-grc2:40-48</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg078.perseus-grc2"><div type="textpart" subtype="section" n="40"><p rend="indent">ἡ Ἑρμιόνη δοκεῖ τι λέγειν ἀληθὲς λέγουσα 
<milestone unit="stephpage" xml:id="stephpage-143f" n="143f"/> <quote rend="blockquote"><l>κακῶν γυναικῶν εἴσοδοί μʼ ἀπώλεσαν</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Eurip. <title rend="italic">Andr.</title> 930</note></quote> τοῦτο δʼ οὐχ ἁπλῶς γιγνόμενόν ἐστιν, ἀλλʼ ὅταν αἱ πρὸς τοὺς ἄνδρας διαφοραὶ καὶ ζηλοτυπίαι ταῖς τοιαύταις 
<milestone unit="tlnum" n="20"/> γυναιξὶ μὴ τὰς θύρας μόνον ἀλλὰ καὶ τὰς ἀκοὰς ἀνοίγωσι τότʼ οὖν δεῖ μάλιστα τὴν νοῦν ἔχουσαν ἀποκλείειν τὰ ὦτα καὶ φυλάττεσθαι τὸν ψιθυρισμόν, ἵνα πῦρ ἐπὶ πῦρ γένηται, καὶ πρόχειρον ἔχειν τὸ τοῦ Φιλίππου. λέγεται γὰρ ἐκεῖνος 
<milestone unit="tlnum" n="25"/> ὑπὸ τῶν φίλων παροξυνόμενος ἐπὶ τοὺς Ἕλληνας ὡς εὖ πάσχοντας καὶ κακῶς αὐτὸν λέγοντας εἰπεῖν <pb xml:id="v.1.p.352"/> <q>τί οὖν, ἂν καὶ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἂν καὶ</foreign>] <foreign xml:lang="grc">ἂν</foreign> H</note> κακῶς ποιῶμεν αὐτούς;</q> ὅταν οὖν αἱ διαβάλλουσαι λέγωσιν ὅτι <q>λυπεῖ σε φιλοῦσαν ὁ 
<milestone unit="stephpage" xml:id="stephpage-144a" n="144a"/> ἀνὴρ καὶ σωφρονοῦσαν</q>,  <q>τί οὖν</q>, ἂν φαίης,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἂν φαίης</foreign> addidi</note> <q>ἂν καὶ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἂν καὶ</foreign>] <foreign xml:lang="grc">ἂν</foreign> H</note> μισεῖν αὐτὸν ἄρξωμαι καὶ ἀδικεῖν;</q> 
<milestone unit="tlnum" n="5"/></p></div><div type="textpart" subtype="section" n="41"><p rend="indent">ὁ τὸν δραπέτην ἰδὼν διὰ χρόνου καὶ διώκων, ὡς κατέφυγε φθάσας εἰς μυλῶνα,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μυλῶνα</foreign> scripsi: <foreign xml:lang="grc">μύλωνα</foreign> </note> <q>ποῦ δʼ ἂν</q> ἔφη <q>σὲ μᾶλλον εὑρεῖν ἐβουλήθην ἢ ἐνταῦθα;</q> γυνὴ τοίνυν διὰ ζηλοτυπίαν ἀπόλειψιν γράφουσα καὶ χαλεπῶς ἔχουσα λεγέτω πρὸς ἑαυτὴν <q>ποῦ δʼ ἂν ἡ ζηλοῦσά 
<milestone unit="tlnum" n="10"/> με μᾶλλον ἡσθείη θεασαμένη καὶ τί ποιοῦσαν ἢ λυπουμένην καὶ στασιάζουσαν πρὸς τὸν ἄνδρα καὶ τὸν οἶκον αὐτὸν καὶ τὸν θάλαμον προϊεμένην;</q> </p></div><div type="textpart" subtype="section" n="42"><p rend="indent">Ἀθηναῖοι τρεῖς ἀρότους ἱεροὺς ἄγουσι, πρῶτον 
<milestone unit="stephpage" xml:id="stephpage-144b" n="144b"/> ἐπὶ Σκίρῳ, τοῦ παλαιοτάτου τῶν σπόρων ὑπόμνημα, 
<milestone unit="tlnum" n="15"/> δεύτερον ἐν τῇ Ρ̓αρίᾳ, τρίτον ὑπὸ πόλιν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πόλιν</foreign> Basileensis: <foreign xml:lang="grc">πέλιν</foreign> </note> τὸν καλούμενον Βουζύγιον. τούτων δὲ πάντων ἱερώτατός<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἱερώτερός</foreign> Madvigius</note> ἐστιν ὁ γαμήλιος σπόρος καὶ ἄροτος ἐπὶ παίδων τεκνώσει. καλῶς τὴν Ἀφροδίτην ὁ Σοφοκλῆς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σοφοκλῆς</foreign> Nauck. p. 249</note> <q>εὔκαρπον Κυθέρειαν</q> προσηγόρευσε. διὸ δεῖ μάλιστα 
<milestone unit="tlnum" n="20"/> τούτῳ χρῆσθαι μετʼ εὐλαβείας τὸν ἄνδρα καὶ τὴν γυναῖκα, τῶν ἀνιέρων καὶ παρανόμων πρὸς ἑτέρους ἁγνεύοντας ὁμιλιῶν, καὶ μὴ σπείροντας ἐξ ὧν οὐδὲν αὐτοῖς φύεσθαι θέλουσιν ἀλλὰ κἂν γένηται καρπὸς αἰσχύνονται καὶ ἀποκρύπτουσι. 
<milestone unit="tlnum" n="25"/> </p></div><div type="textpart" subtype="section" n="43"><p rend="indent">Γοργίου τοῦ ῥήτορος ἀναγνόντος ἐν Ὀλυμπίᾳ λόγον περὶ ὁμονοίας τοῖς Ἕλλησιν ὁ Μελάνθιος<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Μελάνθιος</foreign> Xylander: <foreign xml:lang="grc">μέλανθος</foreign> </note> <pb xml:id="v.1.p.353"/> <q><milestone unit="stephpage" xml:id="stephpage-144c" n="144c"/> οὗτος ἡμῖν</q> ἔφη <q>συμβουλεύει περὶ ὁμονοίας, ὃς αὑτὸν καὶ τὴν γυναῖκα καὶ τὴν θεράπαιναν ἰδίᾳ τρεῖς ὄντας ὁμονοεῖν οὐ πέπεικεν</q> ἦν γὰρ ὡς ἔοικέ τις ἔρως τοῦ Γοργίου καὶ ζηλοτυπία τῆς γυναικὸς 
<milestone unit="tlnum" n="5"/> πρὸς τὸ θεραπαινίδιον. εὖ τοίνυν ἡρμοσμένον τὸν οἶκον εἶναι δεῖ τῷ μέλλοντι ἁρμόζεσθαι πόλιν καὶ ἀγορὰν καὶ φίλους· μᾶλλον γὰρ ἔοικε τὰ τῶν γυναικῶν ἢ τὰ πρὸς γυναῖκας ἁμαρτήματα λανθάνειν τοὺς πολλούς. 
<milestone unit="tlnum" n="10"/> </p></div><div type="textpart" subtype="section" n="44"><p rend="indent">εἰ καθάπερ τὸν αἴλουρον ὀσμῇ μύρων ἐκταράττεσθαι καὶ μαίνεσθαι λέγουσιν , οὕτω τὰς 
<milestone unit="stephpage" xml:id="stephpage-144d" n="144d"/> γυναῖκας ἀγριαίνειν καὶ παραφρονεῖν ὑπὸ μύρων συνέβαινε , δεινὸν ἦν μὴ ἀπέχεσθαι μύρου τοὺς ἄνδρας, ἀλλὰ διʼ ἡδονὴν αὑτῶν βραχεῖαν οὕτω κακουμένας 
<milestone unit="tlnum" n="15"/> περιορᾶν. ἐπεὶ τοίνυν ταῦτα πάσχουσιν οὐ μυριζομένων τῶν ἀνδρῶν ἀλλὰ συγγιγνομένων ἑτέραις, ἄδικόν ἐστιν ἡδονῆς ἕνεκα μικρᾶς ἐπὶ τοσοῦτο<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τοσοῦτο</foreign> R: <foreign xml:lang="grc">τοσούτῳ</foreign> </note> λυπεῖν καὶ συνταράττειν τὰς γυναῖκας καὶ μή, καθάπερ ταῖς μελίτταις ὅτι<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὅτι</foreign>] <foreign xml:lang="grc">αἵ</foreign> H</note> δοκοῦσι δυσχεραίνειν 
<milestone unit="tlnum" n="20"/> καὶ μάχεσθαι τοῖς μετὰ γυναικῶν γενομένοις, ἁγνοὺς καὶ καθαρεύοντας ἑτέρων συνουσίας προσιέναι ταῖς γυναιξίν. </p></div><div type="textpart" subtype="section" n="45"><p rend="indent">οἱ προσιόντες ἐλέφασιν ἐσθῆτα λαμπρὰν οὐ 
<milestone unit="stephpage" xml:id="stephpage-144e" n="144e"/> λαμβάνουσιν, οὐδὲ φοινικίδας οἱ ταύροις· διαγριαίνεται 
<milestone unit="tlnum" n="25"/> γὰρ ὑπὸ τῶν χρωμάτων τούτων μάλιστα τὰ ζῷα· τὰς δὲ τίγρεις φασὶ περιτυμπανιζομένας ἐκμαίνεσθαι παντάπασι καὶ διασπᾶν ἑαυτάς. ἐπεὶ τοίνυν καὶ τῶν ἀνδρῶν οἱ μὲν ἐσθῆτας κοκκίνας; <pb xml:id="v.1.p.354"/> καὶ πορφυρᾶς ὁρῶντες δυσανασχετοῦσιν, οἱ δὲ κυμβάλοις καὶ τυμπάνοις ἄχθονται, τί δεινὸν ἀπέχεσθαι τούτων τὰς γυναῖκας καὶ μὴ ταράττειν μηδὲ παροξύνειν τοὺς ἄνδρας, ἀλλὰ συνεῖναι μετʼ εὐσταθείας 
<milestone unit="tlnum" n="5"/> καὶ πραότητος; </p></div><div type="textpart" subtype="section" n="46"><p rend="indent">γυνή τις πρὸς τὸν Φίλιππον ἄκουσαν ἐφελκόμενον αὐτὴν <q>ἄφες μʼ</q> εἶπε· <q>πᾶσα γυνὴ τοῦ λύχνου 
<milestone unit="stephpage" xml:id="stephpage-144f" n="144f"/> ἀρθέντος ἡ αὐτή ἐστι.</q> τοῦτο πρὸς τοὺς μοιχικοὺς καὶ ἀκολάστους εἴρηται καλῶς, τὴν δὲ 
<milestone unit="tlnum" n="10"/> γαμετὴν δεῖ μάλιστα τοῦ φωτὸς ἀρθέντος εἶναι μὴ τὴν αὐτὴν ταῖς τυχούσαις γυναιξίν, ἀλλὰ φαίνεσθαι τοῦ σώματος μὴ βλεπομένου τὸ σῶφρον αὐτῆς καὶ ἴδιον τῷ ἀνδρὶ καὶ τεταγμένον<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὑποτεταγμένον</foreign> R</note> καὶ φιλόστοργον. </p></div><div type="textpart" subtype="section" n="47"><p rend="indent">ὁ Πλάτων<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτων</foreign>] Legg. p. 729</note> τοῖς πρεσβύταις μᾶλλον παρῄνει 
<milestone unit="tlnum" n="15"/> <q>αἰσχύνεσθαι τοὺς νέους,</q> ἵνα κἀκεῖνοι πρὸς αὐτοὺς αἰδημόνως ἔχωσιν· <q>ὅπου</q> γὰρ <q>ἀναισχυντοῦσι γέροντες,</q> οὐδεμίαν αἰδῶ τοῖς νέοις οὐδʼ εὐλάβειαν ἐγγίγνεσθαι. τούτου δεῖ μεμνημένον τὸν ἄνδρα 
<milestone unit="stephpage" xml:id="stephpage-145a" n="145a"/> μηδένα μᾶλλον αἰδεῖσθαι τῆς γυναικός, ὡς τὸν 
<milestone unit="tlnum" n="20"/> θάλαμον αὐτῇ διδασκαλεῖον εὐταξίας ἢ ἀκολασίας γενησόμενον. ὁ δὲ τῶν αὐτῶν ἡδονῶν αὐτὸς μὲν ἀπολαύων ἐκείνην δʼ ἀποτρέπων οὐδὲν διαφέρει τοῦ κελεύοντος διαμάχεσθαι τὴν γυναῖκα πρὸς τοὺς πολεμίους, οἷς αὐτὸς ἑαυτὸν παρέδωκε. </p></div><div type="textpart" subtype="section" n="48"><p rend="indent">περὶ δὲ φιλοκοσμίας σὺ μέν, ὦ Εὐρυδίκη, τὰ πρὸς Ἀρίστυλλαν ὑπὸ Τιμοξένας γεγραμμένα ἀναγνοῦσα πειρῶ διαμνημονεύειν σὺ δέ, ὦ Πολλιανέ, μὴ νόμιζε περιεργίας ἀφέξεσθαι τὴν γυναῖκα καὶ <pb xml:id="v.1.p.355"/> πολυτελείας, ἂν ὁρᾷ σε μὴ καταφρονοῦντα τούτων 
<milestone unit="stephpage" xml:id="stephpage-145b" n="145b"/> ἐν ἑτέροις, ἀλλὰ καὶ χαίροντα χρυσώσεσιν ἐκπωμάτων καὶ γραφαῖς οἰκηματίων καὶ χλίδωσιν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">χλίδωσιν</foreign> Stephanus <foreign xml:lang="grc">χλιδώσεσιν</foreign> </note> ἡμιόνων καὶ ἵππων περιδεραίοις. οὐ γὰρ ἔστιν ἐξελάσαι τῆς 
<milestone unit="tlnum" n="5"/> γυναικωνίτιδος ἐν μέσῃ τῇ ἀνδρωνίτιδι τὴν πολυτέλειαν ἀναστρεφομένην. καὶ σὺ μὲν ὥραν ἔχων ἤδη φιλοσοφεῖν τοῖς μετʼ ἀποδείξεως καὶ κατασκευῆς λεγομένοις ἐπικόσμει τὸ ἦθος, ἐντυγχάνων καὶ πλησιάζων τοῖς ὠφελοῦσι· 
<milestone unit="tlnum" n="10"/> τῇ γυναικὶ πανταχόθεν τὸ χρήσιμον συνάγων ὥσπερ αἱ μέλιτται καὶ φέρων αὐτὸς ἐν σεαυτῷ μεταδίδου καὶ προσδιαλέγου, φίλους αὐτῇ ποιῶν καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-145c" n="145c"/> συνήθεις τῶν λόγων τοὺς ἀρίστους. <q>πατὴρ</q><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πατὴρ</foreign>] Homer. Z 429</note> μὲν γάρ <q>ἐσσι</q> αὐτῇ <q>καὶ πότνια μήτηρ ἠδὲ κασίγνητος</q> 
<milestone unit="tlnum" n="15"/> οὐχ ἧττον σεμνὸν ἀκοῦσαι γαμετῆς λεγούσης <q>ἄνερ, <q>ἀτὰρ σὺ μοί ἐσσι</q> καθηγητὴς καὶ φιλόσοφος καὶ διδάσκαλος τῶν καλλίστων καὶ θειοτάτων,</q> τὰ τοιαῦτα μαθήματα πρῶτον ἀφίστησι τῶν ἀτόπων τὰς γυναῖκας· αἰσχυνθήσεται γὰρ ὀρχεῖσθαι 
<milestone unit="tlnum" n="20"/> γυνὴ γεωμετρεῖν μανθάνουσα, καὶ φαρμάκων ἐπῳδὰς οὐ προσδέξεται τοῖς Πλάτωνος ἐπᾳδομένη λόγοις καὶ τοῖς Ξενοφῶντος. ἂν δέ τις ἐπαγγέλληται καθαιρεῖν τὴν σελήνην, γελάσεται τὴν ἀμαθίαν καὶ τὴν ἀβελτερίαν τῶν ταῦτα πειθομένων γυναικῶν, 
<milestone unit="tlnum" n="25"/> ἀστρολογίας ἀνηκόως ἔχουσα καὶ περὶ Ἀγλαονίκης<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἀγλαονίκης</foreign> R: <foreign xml:lang="grc">ἀγανίκης</foreign> </note> ἀκηκουῖα τῆς Ἡγήτορος τοῦ Θεσσαλοῦ θυγατρὸς ὅτι 
<milestone unit="stephpage" xml:id="stephpage-145d" n="145d"/> τῶν ἐκλειπτικῶν ἔμπειρος οὖσα πανσελήνων καὶ <pb xml:id="v.1.p.356"/> προειδυῖα τὸν χρόνον, ἐν ᾧ συμβαίνει τὴν σελήνην ὑπὸ τῆς σκιᾶς ἁλίσκεσθαι, παρεκρούετο καὶ συνέπειθε τὰς γυναῖκας ὡς αὐτὴ καθαιροῦσα τὴν σελήνην. παιδίον μὲν γὰρ οὐδεμία ποτὲ γυνὴ λέγεται 
<milestone unit="tlnum" n="5"/> ποιῆσαι<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ποιῆσαι</foreign>] <foreign xml:lang="grc">κυῆσαι</foreign> W</note> δίχα κοινωνίας ἀνδρός, τὰ δʼ ἄμορφα κυήματα καὶ σαρκοειδῆ καὶ σύστασιν ἐν ἑαυτοῖς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἑαυτοῖς</foreign>] <foreign xml:lang="lat">cf.</foreign> Vit. Cleom. c. 39</note> ἐκ διαφθορᾶς λαμβάνοντα μύλας καλοῦσι. τοῦτο δὴ φυλακτέον ἐν ταῖς ψυχαῖς γίγνεσθαι τῶν γυναικῶν. ἂν γὰρ λόγων χρηστῶν σπέρματα μὴ δέχωνται μηδὲ 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-145e" n="145e"/> κοινωνῶσι παιδείας· τοῖς ἀνδράσιν, αὐταὶ καθʼ αὑτὰς ἄτοπα πολλὰ καὶ φαῦλα βουλεύματα καὶ πάθη κυοῦσι. σὺ δʼ ὦ Εὐρυδίκη μάλιστα πειρῶ τοῖς τῶν σοφῶν καὶ ἀγαθῶν ἀποφθέγμασιν ὁμιλεῖν καὶ διὰ στόματος ἀεὶ τὰς φωνὰς ἔχειν ἐκείνας ὧν καὶ παρθένος 
<milestone unit="tlnum" n="15"/> οὖσα παρʼ ἡμῖν ἀνελάμβανες, ὅπως εὐφραίνῃς μὲν τὸν ἄνδρα, θαυμάζῃ δʼ ὑπὸ τῶν ἄλλων γυναικῶν, οὕτω κοσμουμένη περιττῶς καὶ σεμνῶς ἀπὸ μηδενός. τοὺς μὲν γὰρ τῆσδε τῆς πλουσίας μαργαρίτας καὶ τὰ τῆσδε τῆς ξένης σηρικὰ λαβεῖν 
<milestone unit="tlnum" n="20"/> οὐκ ἔστιν οὐδὲ περιθέσθαι μὴ πολλοῦ πριαμένην, τὰ δὲ Θεανοῦς κόσμια καὶ Κλεοβουλίνης καὶ Γοργοῦς 
<milestone unit="stephpage" xml:id="stephpage-145f" n="145f"/> τῆς Λεωνίδου γυναικὸς καὶ Τιμοκλείας τῆς Θεαγένους ἀδελφῆς καὶ Κλαυδίας τῆς παλαιᾶς, καὶ Κορνηλίας τῆς Σκιπίωνος καὶ ὅσαι ἐγένοντο θαυμασταὶ 
<milestone unit="tlnum" n="25"/> καὶ περιβόητοι, ταῦτα δʼ ἔξεστι περικειμένην προῖκα καὶ κοσμουμένην αὐτοῖς ἐνδόξως ἅμα βιοῦν καὶ μακαρίως. εἰ γὰρ ἡ Σαπφὼ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σαπφώ</foreign>] Bergk. 3 p. 111</note> διὰ τὴν ἐν τοῖς <pb xml:id="v.1.p.357"/> μέλεσι καλλιγραφίαν ἐφρόνει τηλικοῦτον ὥστε γράψαι 
<milestone unit="stephpage" xml:id="stephpage-146a" n="146a"/> πρός τινα πλουσίαν <quote rend="blockquote"><l>κατθάνοισα<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κατθάνοισα</foreign> p. 646 f: <foreign xml:lang="grc">κατθανοῦσα</foreign> </note> δὲ κείσεαι, οὐδέ τις μναμοσύνα σέθεν </l><l>ἔσεται· οὐ γὰρ πεδέχεις<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πεδέχεις</foreign> ibidem: <foreign xml:lang="grc">παῖδʼ ἔχεις</foreign> </note> ῥόδων 
<milestone unit="tlnum" n="5"/> </l><l>τῶν ἐκ Πιερίας</l></quote>, πῶς οὐχί σοι μᾶλλον ἐξέσται μέγα φρονεῖν ἐφʼ ἑαυτῇ καὶ λαμπρόν, ἂν μὴ τῶν ῥόδων ἀλλὰ καὶ τῶν καρπῶν μετέχῃς, ὧν αἱ Μοῦσαι φέρουσι καὶ χαρίζονται τοῖς παιδείαν καὶ φιλοσοφίαν θαυμάζουσιν;</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>