<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg078.perseus-grc2:31-39</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg078.perseus-grc2:31-39</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg078.perseus-grc2"><div type="textpart" subtype="section" n="31"><p rend="indent">ἡ Θεανὼ παρέφηνε τὴν χεῖρα περιβαλλομένη 
<milestone unit="tlnum" n="5"/> τὸ ἱμάτιον. εἰπόντος δέ τινος<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἰπόντος δέ τινος</foreign> Stobaeus Floril. LXXIV 49: <foreign xml:lang="grc">τινὸς δʼ εἰπόντος</foreign> </note> <q>καλὸς ὁ πῆχυς</q>, <q>ἀλλʼ οὐ δημόσιος</q> ἔφη. δεῖ δὲ μὴ μόνον τὸν 
<milestone unit="stephpage" xml:id="stephpage-142d" n="142d"/> πῆχυν ἀλλὰ μηδὲ τὸν λόγον δημόσιον εἶναι τῆς σώφρονος,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">post <foreign xml:lang="grc">σώφρονος</foreign> lacunam signavit H</note> καὶ τὴν φωνὴν ὡς ἀπογύμνωσιν αἰδεῖσθαι καὶ φυλάσσεσθαι πρὸς τοὺς ἐκτός· ἐνορᾶται γὰρ 
<milestone unit="tlnum" n="10"/> αὐτῇ καὶ πάθος καὶ ἦθος καὶ διάθεσις λαλούσης. </p></div><div type="textpart" subtype="section" n="32"><p rend="indent">τὴν Ἠλείων ὁ Φειδίας Ἀφροδίτην ἐποίησε χελώνην πατοῦσαν, οἰκουρίας σύμβολον ταῖς γυναιξὶ καὶ σιωπῆς. δεῖ γὰρ ἢ πρὸς τὸν ἄνδρα λαλεῖν ἢ διὰ τοῦ ἀνδρός, μὴ δυσχεραίνουσαν εἰ διʼ ἀλλοτρίας 
<milestone unit="tlnum" n="15"/> γλώσσης ὥσπερ αὐλητὴς φθέγγεται σεμνότερον. </p></div><div type="textpart" subtype="section" n="33"><p rend="indent">οἱ πλούσιοι καὶ οἱ βασιλεῖς τιμῶντες τοὺς φιλοσόφους αὑτούς τε, κοσμοῦσι κἀκείνους, οἱ δὲ 
<milestone unit="stephpage" xml:id="stephpage-142e" n="142e"/> φιλόσοφοι τοὺς πλουσίους θεραπεύοντες οὐκ ἐκείνους ποιοῦσιν ἐνδόξους ἀλλʼ αὑτοὺς ἀδοξοτέρους. 
<milestone unit="tlnum" n="20"/> τοῦτο συμβαίνει καὶ περὶ τὰς γυναῖκας. ὑποτάττουσαι μὲν γὰρ ἑαυτὰς τοῖς ἀνδράσιν ἐπαινοῦνται, κρατεῖν δὲ βουλόμεναι μᾶλλον τῶν κρατουμένων ἀσχημονοῦσι. κρατεῖν δὲ τὸν ἄνδρα τῆς γυναικὸς οὐχ ὡς δεσπότην κτήματος ἀλλʼ ὡς ψυχὴν σώματος, 
<milestone unit="tlnum" n="25"/> συμπαθοῦντα καὶ συμπεφυκότα τῇ εὐνοίᾳ δίκαιόν ἐστιν. ὥσπερ οὖν σώματος ἔστι κήδεσθαι μὴ <pb xml:id="v.1.p.349"/> δουλεύοντα ταῖς ἡδοναῖς αὐτοῦ καὶ ταῖς ἐπιθυμίαις, οὕτω γυναικὸς ἄρχειν εὐφραίνοντα καὶ χαριζόμενον. </p></div><div type="textpart" subtype="section" n="34"><p rend="indent">τῶν σωμάτων οἱ φιλόσοφοι τὰ μὲν ἐκ διεστώτων 
<milestone unit="stephpage" xml:id="stephpage-142f" n="142f"/> λέγουσιν εἶναι καθάπερ στόλον καὶ στρατόπεδον, 
<milestone unit="tlnum" n="5"/> τὰ δʼ ἐκ συναπτομένων ὡς οἰκίαν καὶ ναῦν, τὰ δʼ ἡνωμένα καὶ συμφυᾶ καθάπερ ἐστὶ τῶν ζῴων ἕκαστον. σχεδὸν οὖν καὶ γάμος ὁ μὲν τῶν ἐρώντων ἡνωμένος καὶ συμφυής ἐστιν, ὁ δὲ τῶν διὰ προῖκας ἢ τέκνα γαμούντων ἐκ συναπτομένων, ὁ δὲ 
<milestone unit="tlnum" n="10"/> τῶν οὐ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οὐ</foreign> Madvigius</note> συγκαθευδόντων ἐκ διεστώτων, οὓς συνοικεῖν ἄν τις ἀλλήλοις οὐ συμβιοῦν νομίσειε. δεῖ δέ, ὥσπερ οἱ φυσικοὶ τῶν ὑγρῶν λέγουσι διʼ ὅλων γενέσθαι 
<milestone unit="stephpage" xml:id="stephpage-143a" n="143a"/> τὴν κρᾶσιν, οὕτω τῶν γαμούντων καὶ σώματα καὶ χρήματα καὶ φίλους καὶ οἰκείους ἀναμιχθῆναι 
<milestone unit="tlnum" n="15"/> διʼ ἀλλήλων. καὶ γὰρ ὁ Ῥωμαῖος νομοθέτης ἐκώλυσε δῶρα διδόναι καὶ λαμβάνειν παρʼ ἀλλήλων τοὺς γεγαμηκότας, οὐχ ἵνα μηδενὸς μεταλαμβάνωσιν, ἀλλʼ ἵνα πάντα κοινὰ νομίζωσιν, </p></div><div type="textpart" subtype="section" n="35"><p rend="indent">ἐν Λέπτει τῆς Λιβύης πόλει πάτριόν ἐστι 
<milestone unit="tlnum" n="20"/> τῇ μετὰ τὸν γάμον ἡμέρᾳ τὴν νύμφην πρὸς τὴν τοῦ νυμφίου μητέρα πέμψασαν αἰτεῖσθαι χύτραν· ἡ δʼ οὐ δίδωσιν οὐδέ φησιν ἔχειν, ὅπως ἀπʼ ἀρχῆς ἐπισταμένη τὸ τῆς ἑκυρᾶς μητρυιῶδες, ἂν ὕστερόν τι συμβαίνῃ τραχύτερον, μὴ ἀγανακτῇ μηδὲ δυσκολαίνῃ. 
<milestone unit="tlnum" n="25"/> τοῦτο δεῖ γιγνώσκουσαν τὴν γυναῖκα θεραπεύειν 
<milestone unit="stephpage" xml:id="stephpage-143b" n="143b"/> τὴν πρόφασιν· ἔστι δὲ ζηλοτυπία τῆς μητρὸς ὑπὲρ εὐνοίας πρὸς αὐτήν. θεραπεία δὲ μία τοῦ πάθους ἰδίᾳ μὲν εὔνοιαν τῷ ἀνδρὶ ποιεῖν πρὸς <pb xml:id="v.1.p.350"/> ἑαυτήν, τὴν δὲ τῆς μητρὸς μὴ περισπᾶν μηδʼ ἐλαττοῦν. </p></div><div type="textpart" subtype="section" n="36"><p rend="indent">τοὺς υἱοὺς δοκοῦσι μᾶλλον ἀγαπᾶν αἱ μητέρες ὡς δυναμένους αὐταῖς βοηθεῖν, οἱ δὲ πατέρες 
<milestone unit="tlnum" n="5"/> τὰς θυγατέρας ὡς δεομένας αὐτῶν βοηθούντων ἴσως δὲ καὶ τιμῇ τῇ πρὸς ἀλλήλους ὁ ἕτερος τὸ μᾶλλον οἰκεῖον τῷ ἑτέρῳ βούλεται μᾶλλον ἀσπαζόμενος καὶ ἀγαπῶν φανερὸς εἶναι. καὶ τοῦτο μὲν ἴσως ἀδιάφορόν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀδιαφορον</foreign> Meziriacus: <foreign xml:lang="grc">διάφορον</foreign> </note> ἐστιν, ἐκεῖνο δʼ ἀστεῖον, ἂν ἡ γυνὴ 
<milestone unit="tlnum" n="10"/> μᾶλλον ἀποκλίνασα τῇ τιμῇ πρὸς τοὺς γονεῖς τοῦ 
<milestone unit="stephpage" xml:id="stephpage-143c" n="143c"/> ἀνδρὸς ἢ τοὺς ἑαυτῆς βλέπηται, κἄν τι λυπῆται, πρὸς ἐκείνους ἀναφέρουσα, τοὺς δʼ ἑαυτῆς<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δʼ ἑαυτῆς</foreign> scripsi: <foreign xml:lang="grc">δὲ αὑτῆς</foreign> </note> λανθάνουσα. ποιεῖ γὰρ τὸ πιστεύειν δοκεῖν πιστεύεσθαι, καὶ τὸ φιλεῖν φιλεῖσθαι. 
<milestone unit="tlnum" n="15"/> </p></div><div type="textpart" subtype="section" n="37"><p rend="indent">τοῖς περὶ τὸν Κῦρον Ἕλλησι παρήγγειλαν οἱ στρατηγοὶ τοὺς πολεμίους, ἂν μὲν βοῶντες ἐπίωσι, δέχεσθαι μετὰ σιωπῆς, ἂν δʼ ἐκεῖνοι σιωπῶσιν αὐτοὺς μετὰ βοῆς ἀντεξελαύνειν. αἱ δὲ νοῦν ἔχουσαι γυναῖκες ἐν ταῖς ὀργαῖς τῶν ἀνδρῶν κεκραγότων 
<milestone unit="tlnum" n="20"/> μὲν ἡσυχάζουσι, σιωπῶντας δὲ προσλαλοῦσαι καὶ παραμυθούμεναι καταπραΰνουσιν. 
<milestone unit="stephpage" xml:id="stephpage-143d" n="143d"/> </p></div><div type="textpart" subtype="section" n="38"><p rend="indent">ὀρθῶς ὁ Εὐριπίδης<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Εὐριπίδης</foreign>] Med. 190</note> αἰτιᾶται τοὺς τῇ λύρᾳ χρωμένους παρʼ οἶνον· ἔδει γὰρ ἐπὶ τὰς ὀργὰς καὶ τὰ πένθη μᾶλλον τὴν μουσικὴν παρακαλεῖν ἢ προσεκλύειν 
<milestone unit="tlnum" n="25"/> τοὺς ἐν ταῖς ἡδοναῖς ὄντας. νομίζετε οὖν ὑμεῖς ἁμαρτάνειν τοὺς ἡδονῆς ἕνεκα συγκαθεύδοντας ἀλλήλοις ὅταν δʼ ἐν ὀργῇ τινι γένωνται καὶ <pb xml:id="v.1.p.351"/> διαφορᾷ, χωρὶς ἀναπαυομένους καὶ μὴ τότε μάλιστα τὴν Ἀφροδίτην παρακαλοῦντας, ἰατρὸν οὖσαν τῶν τοιούτων ἀρίστην. ὥς που καὶ ὁ ποιητὴς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὁ ποιητὴς</foreign>] <foreign xml:lang="grc">Ξ</foreign> 206. 209</note> διδάσκει, 
<milestone unit="tlnum" n="5"/> τὴν Ἥραν ποιῶν λέγουσαν 
<milestone unit="stephpage" xml:id="stephpage-143e" n="143e"/> <quote rend="blockquote"><l>καὶ σφʼ ἄκριτα νείκεα λύσω </l><l>εἰς εὐνὴν ἀνέσασα ὁμωθῆναι φιλότητι</l></quote> </p></div><div type="textpart" subtype="section" n="39"><p rend="indent">ἀεὶ μὲν δεῖ καὶ πανταχοῦ φεύγειν τὸ προσκρούειν τῷ ἀνδρὶ τὴν γυναῖκα καὶ τῇ γυναικὶ τὸν ἄνδρα, μάλιστα δὲ φυλάττεσθαι τοῦτο ποιεῖν ἐν τῷ 
<milestone unit="tlnum" n="10"/> συναναπαύεσθαι καὶ συγκαθεύδειν. ἡ μὲν γὰρ ὠδίνουσα καὶ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ</foreign> del Madvigius</note> δυσφοροῦσα πρὸς τοὺς κατακλίνοντας αὐτὴν ἔλεγε <q>πῶς δʼ ἂν ἡ κλίνη ταῦτα θεραπεύσειεν οἷς ἐπὶ τῆς κλίνης περιέπεσον;</q> ἃς δʼ ἡ κλίνη γεννᾷ διαφορὰς καὶ λοιδορίας καὶ ὀργάς, οὐ ῥᾴδιόν ἐστιν 
<milestone unit="tlnum" n="15"/> ἐν ἄλλῳ τόπῳ καὶ χρόνῳ διαλυθῆναι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>