<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg078.perseus-grc2:28-31</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg078.perseus-grc2:28-31</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg078.perseus-grc2"><div type="textpart" subtype="section" n="28"><p rend="indent">ὁ Πλάτων τῷ Ξενοκράτει βαρυτέρῳ τὸ ἦθος 
<milestone unit="tlnum" n="25"/> ὄντι τἄλλα δὲ καλῷ κἀγαθῷ παρεκελεύετο θύειν ταῖς Χάρισιν. οἶμαι δὴ καὶ τῇ σώφρονι μάλιστα 
<milestone unit="stephpage" xml:id="stephpage-142a" n="142a"/> δεῖν πρὸς τὸν ἄνδρα χαρίτων, ἵνʼ, ὡς ἔλεγε <pb xml:id="v.1.p.347"/> Μητρόδωρος, <q>ἡδέως συνοικῇ καὶ μὴ ὀργιζομένη ὅτι σωφρονεῖ</q> δεῖ γὰρ μήτε τὴν εὐτελῆ καθαριότητος ἀμελεῖν μήτε τὴν φίλανδρον φιλοφροσύνης ποιεῖ γὰρ ἡ χαλεπότης ἀηδῆ τὴν εὐταξίαν τῆς γυναικός 
<milestone unit="tlnum" n="5"/> ὥσπερ ἡ ῥυπαρία τὴν ἀφέλειαν, </p></div><div type="textpart" subtype="section" n="29"><p rend="indent">ἡ φοβουμένη γελάσαι πρὸς τὸν ἄνδρα καὶ παῖξαί<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">παῖξαι</foreign> W: <foreign xml:lang="grc">πρᾶξαι</foreign> </note> τι , μὴ φανῇ θρασεῖα καὶ ἀκόλαστος, οὐδὲν διαφέρει τῆς ἵνα μὴ δοκῇ μυρίζεσθαι τὴν κεφαλὴν μηδʼ ἀλειφομένης, καὶ ἵνα μὴ φυκοῦσθαι τὸ πρόσωπον 
<milestone unit="tlnum" n="10"/> νιπτομένης;. ὁρῶμεν δὲ καὶ ποιητὰς καὶ ῥήτορας, ὅσοι φεύγουσι τὸ περὶ τὴν λέξιν ὀχλικὸν 
<milestone unit="stephpage" xml:id="stephpage-142b" n="142b"/> καὶ ἀνελεύθερον καὶ κακόζηλον, τοῖς πράγμασι καὶ ταῖς οἰκονομίαις καὶ τοῖς ἤθεσιν ἄγειν καὶ κινεῖν τὸν ἀκροατὴν φιλοτεχνοῦντας. διὸ δεῖ καὶ τὴν οἰκοδέσποιναν 
<milestone unit="tlnum" n="15"/> ὅτι πᾶν τὸ περιττὸν καὶ ἑταιρικὸν καὶ πανηγυρικόν, εὖ ποιοῦσα, φεύγει καὶ παραιτεῖται, μᾶλλον φιλοτεχνεῖν ἐν ταῖς ἠθικαῖς καὶ βιωτικαῖς χάρισι πρὸς τὸν ἄνδρα, τῷ καλῷ μεθʼ ἡδονῆς συνεθίζουσαν αὐτόν; ἂν δʼ ἄρα φύσει τις αὐστηρὰ καὶ 
<milestone unit="tlnum" n="20"/> ἄκρατος γένηται καὶ ἀνήδυντος, εὐγνωμονεῖν δεῖ τὸν ἄνδρα, καὶ καθάπερ ὁ Φωκίων, τοῦ Ἀντιπάτρου πρᾶξιν αὐτῷ προστάττοντος οὐ καλὴν οὐδὲ πρέπουσαν, 
<milestone unit="stephpage" xml:id="stephpage-142c" n="142c"/> εἶπεν <q>οὐ δύνασαί μοι καὶ φίλῳ χρῆσθαι καὶ κόλακι,</q> οὕτω λογίζεσθαι περὶ τῆς σώφρονος καὶ 
<milestone unit="tlnum" n="25"/> αὐστηρᾶς γυναικὸς <q>οὐ δύναμαι αὐτῇ καὶ ὡς γαμετῇ καὶ ὡς ἑταίρᾳ συνεῖναι</q> </p></div><div type="textpart" subtype="section" n="30"><p rend="indent">ταῖς Αἰγυπτίαις ὑποδήμασι χρῆσθαι πάτριον οὐκ ἦν, ὅπως ἐν οἴκῳ διημερεύωσι. τῶν δὲ <pb xml:id="v.1.p.348"/> πλείστων γυναικῶν ἂν ὑποδήματα διάχρυσα περιέλῃς καὶ ψέλλια καὶ περισκελίδας καὶ πορφύραν καὶ μαργαρίτας, ἔνδον μένουσιν.<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μενοῦσιν</foreign> Duebnerus: <foreign xml:lang="grc">μένουσιν</foreign> </note> </p></div><div type="textpart" subtype="section" n="31"><p rend="indent">ἡ Θεανὼ παρέφηνε τὴν χεῖρα περιβαλλομένη 
<milestone unit="tlnum" n="5"/> τὸ ἱμάτιον. εἰπόντος δέ τινος<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἰπόντος δέ τινος</foreign> Stobaeus Floril. LXXIV 49: <foreign xml:lang="grc">τινὸς δʼ εἰπόντος</foreign> </note> <q>καλὸς ὁ πῆχυς</q>, <q>ἀλλʼ οὐ δημόσιος</q> ἔφη. δεῖ δὲ μὴ μόνον τὸν 
<milestone unit="stephpage" xml:id="stephpage-142d" n="142d"/> πῆχυν ἀλλὰ μηδὲ τὸν λόγον δημόσιον εἶναι τῆς σώφρονος,<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true">post <foreign xml:lang="grc">σώφρονος</foreign> lacunam signavit H</note> καὶ τὴν φωνὴν ὡς ἀπογύμνωσιν αἰδεῖσθαι καὶ φυλάσσεσθαι πρὸς τοὺς ἐκτός· ἐνορᾶται γὰρ 
<milestone unit="tlnum" n="10"/> αὐτῇ καὶ πάθος καὶ ἦθος καὶ διάθεσις λαλούσης. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>