<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg077.perseus-grc2:4-6</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg077.perseus-grc2:4-6</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg077.perseus-grc2"><div type="textpart" subtype="section" n="4"><p rend="indent"><said who="#Ζεύξιππος" rend="merge"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> ἔτι τοίνυν ἐλέχθη τοιοῦτον, ὡς ἀεὶ μὲν 
<milestone unit="tlnum" n="20"/> ὑγιεινότερα σώματι τὰ εὐτελέστερα, μάλιστα δὲ φυλακτέον 
<milestone unit="stephpage" xml:id="stephpage-123e" n="123e"/> πλησμονὰς καὶ μέθας καὶ ἡδυπαθείας ἑορτήν τινα μέλλουσαν ἢ φίλων, ὑποδοχὴν ἐν χερσὶν ἔχοντας ἢ προσδοκῶντας ἑστίασιν βασιλικὴν καὶ ἡγεμονικὴν καὶ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ</foreign> del. Madvigius</note> συμπεριφορὰν ἀπαραίτητον, οἷον 
<milestone unit="tlnum" n="25"/> ἐπιόντος ἀνέμου καὶ κύματος εὐσταλὲς τὸ σῶμα καὶ κοῦφον ἐν εὐδίᾳ παρασκευάζοντας. ἔργον γάρ ἐστιν ἐν συνουσίαις καὶ φιλοφροσύναις αὑτὸν ἐπὶ τῶν <pb xml:id="v.1.p.303"/> μετρίων καὶ τῶν συνήθων φυλάξαι μὴ πᾶσι μετʼ ἀηδίας 
<milestone unit="stephpage" xml:id="stephpage-123f" n="123f"/> δεινῆς ἐπαχθῆ φανέντα καὶ φορτικόν. ἵνʼ οὖν μὴ πῦρ ἐπὶ πυρί, ὥς φασι, πλησμονή τις ἐπὶ πλησμονῇ καὶ ἄκρατος ἐπʼ ἀκράτῳ γένηται, τὸ παιχθὲν ἀστείως 
<milestone unit="tlnum" n="5"/> ὑπὸ Φιλίππου μετὰ σπουδῆς μιμητέον· ἦν δὲ τοιοῦτον. ἄνθρωπος αὐτὸν ἐπὶ χώρας ὡς σὺν ὀλίγοις ὄντα δειπνῆσαι παρεκάλεσεν, εἶθʼ ὁρῶν πολλοὺς; ἄγοντα παρεσκευασμένων οὐ πολλῶν ἐταράττετο. συναισθόμενος οὖν ὁ Φίλιππος ὑπέπεμπε τῶν φίλων 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-124a" n="124a"/> ἑκάστῳ κελεύων πλακοῦντι καταλιπεῖν χώραν, οἱ δὲ πειθόμενοι καὶ προσδοκῶντες ἐφείδοντο τῶν παρακειμένων. ἤρκεσεν οὖν ἅπασι, τὸ δεῖπνον. οὕτω δὴ προπαρασκευαστέον αὑτοὺς τῶν ἀναγκαίων συμπεριφορῶν, καὶ ὄψῳ καὶ πέμματι καὶ νὴ Δία μέθῃ χώραν 
<milestone unit="tlnum" n="15"/> φυλάττοντας ἐν τῷ σώματι, καὶ πρόσφατον ἐπὶ ταῦτα καὶ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ταῦτα καὶ</foreign> R: <foreign xml:lang="grc">ταῦτα</foreign> </note> βουλομένην τὴν ὄρεξιν ἄγοντας. </said></p></div><div type="textpart" subtype="section" n="5"><p rend="indent"><said who="#Ζεύξιππος" rend="merge"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> ἂν δὲ τοιαῦταί τινες ἄφνω βαρεῖς ὄντας ἡμᾶς καὶ διακειμένους φαύλως ἀνάγκαι καταλάβωσιν ἡγεμόνων καλούντων ἢ ξένων ἐπιφανέντων ὑπʼ 
<milestone unit="tlnum" n="20"/> αἰδοῦς βαδίζειν εἰς ταὐτὸ τοῖς ἱκανῶς ἔχουσι καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-124b" n="124b"/> συμπίνειν, ἐνταῦθα μάλιστα δεῖ παρατετάχθαι πρὸς <q>τὴν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὴν</foreign>] Homer. <foreign xml:lang="grc">Ω</foreign> 45. Hesiod. OD 318</note> μέγα σινομένην ἄνδρας αἰδῶ</q> καὶ δυσωπίαν, τὰ τοῦ τραγικοῦ Κρέοντος λέγοντας <quote rend="blockquote"><l>κρεῖσσον δέ μοι νῦν πρὸς σʼ ἀπέχθεσθαι, ξένε,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Eurip. Med. 290</note> 
<milestone unit="tlnum" n="25"/> </l><l>ἢ μαλθακισθένθʼ ὕστερον μέγα στένειν.</l></quote> τὸ γὰρ ἀγροικίας φοβηθέντα δόξαν εἰς πλευρῖτιν ἢ φρενῖτιν ἐμβάλλειν ἑαυτὸν ἀγροίκου τινὸς ὡς ἀληθῶς <pb xml:id="v.1.p.304"/> ἐστι καὶ νοῦν οὐκ ἔχοντος οὐδὲ λόγον ἄνευ κύλικος καὶ κνίσης ἀνθρώποις ἐπιστάμενον ὁμιλεῖν. ἥ τε γὰρ παραίτησις ἂν τὸ ἐπιδέξιον καὶ τὸ ἀστεῖον ἔχῃ, οὐχ ἧττον ἔσται κεχαρισμένη τῆς συμπεριφορᾶς· 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-124c" n="124c"/> ἄν τέ τις παρέχων ἑστίασιν ὥσπερ θυσίαν ἄγευστον<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀγεύστου θυσίας</foreign> H. <foreign xml:lang="grc">θυσίας ἄγευστος</foreign>?</note> αὐτὸς ἀπέχηται παρά τε<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">παρά τε</foreign>] <foreign xml:lang="grc">παρῇ δὲ</foreign> H: <foreign xml:lang="grc">αὐτὸν</foreign> </note> τῇ κύλικι καὶ τῇ τραπέζῃ, μετὰ προθυμίας καὶ φιλοφροσύνης ἅμα τι παίζων καὶ λέγων εἰς ἑαυτόν, ἡδίων φανεῖται τοῦ συμμεθυσκομένου καὶ συνοψοφαγοῦντος. ἐμνήσθη δὲ τῶν 
<milestone unit="tlnum" n="10"/> μὲν παλαιῶν Ἀλεξάνδρου μετὰ πότον πολὺν αἰσχυνθέντος ἀντειπεῖν Μηδίῳ παρακαλοῦντι καὶ καταβαλόντος<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καταβαλόντος</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">καταβάλλοντι</foreign></note> αὖθις ἐξ ἀρχῆς αὑτὸν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὐτὸν</foreign> H: <foreign xml:lang="grc">αὐτὸν</foreign> </note> εἰς ἄκρατον ἀφʼ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀφʼ</foreign>] <foreign xml:lang="grc">ὑφʼ</foreign>?</note> οὗ διεφθάρη, τῶν δὲ καθʼ ἡμᾶς Ῥήγλου τοῦ παγκρατιαστοῦ. καλοῦντος γὰρ ἐπὶ τὸ λουτρὸν ἅμʼ ἡμέρᾳ 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-124d" n="124d"/>Τίτου Καίσαρος ἧκε καὶ συνελούσατο, καὶ πιὼν ἅπαξ, ὥς φασιν, ἀποπληξίας καταλαβούσης εὐθὺς ἀπέθανε. ταῦθʼ ἡμῖν ὁ Γλαῦκος ἐν γέλωτι προύφερεν ὡς παιδαγωγικά· τῶν δʼ ἄλλων οὐ πάνυ πρόθυμος ἦν ἀκούειν, οὐδʼ ἡμεῖς ἐκείνῳ διηγεῖσθαι. σὺ δʼ ἐπισκόπει 
<milestone unit="tlnum" n="20"/> τῶν λεχθέντων ἕκαστον. </said></p></div><div type="textpart" subtype="section" n="6"><p rend="indent"><said who="#Ζεύξιππος" rend="merge"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> πρῶτος<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">προῶτον</foreign> W: <foreign xml:lang="grc">πρῶτος</foreign> </note> μὲν ὁ Σωκράτης παρακελευόμενος φυλάττεσθαι τῶν βρωμάτων ὅσα μὴ πεινῶντας ἐσθίειν ἀναπείθει , καὶ τῶν πωμάτων ὅσα πίνειν μὴ διψῶντας, οὐχ ἁπλῶς τὸ χρῆσθαι τούτοις ἀπηγόρευσεν, 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-124e" n="124e"/> ἀλλὰ χρῆσθαι δεομένους ἐδίδασκε καὶ τὸ ἡδὺ κατατάττοντας αὐτῶν εἰς τὸ ἀναγκαῖον, ὥσπερ <pb xml:id="v.1.p.305"/> οἱ τὰ θεωρικὰ ποιοῦντες ἐν ταῖς πόλεσι στρατιωτικά. τὸ γὰρ ἡδὺ τῇ φύσει μέχρι ἂν ᾖ μέρος τοῦ τρέφοντος οἰκεῖόν ἐστι, καὶ δεῖ πεινῶντας ἔτι τῶν ἀναγκαίων ἀπολαύειν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀπολαύειν</foreign> W: <foreign xml:lang="grc">ἀπολαύειν ἢ</foreign> </note> τῶν ἡδέων, ἰδίᾳ δὲ μὴ κινεῖν 
<milestone unit="tlnum" n="5"/> ἑτέρας ὀρέξεις τῶν κοινῶν ἀπηλλαγμένους. ὥσπερ γὰρ αὖ τῷ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὖ τῷ</foreign> W: <foreign xml:lang="grc">αὐτῷ</foreign> </note> Σωκράτει<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σωκράτει</foreign>] Xenoph. Conv. II 17</note> γυμνάσιον ἦν οὐκ ἀηδὲς ἡ ὄρχησις, οὕτως ᾧτινι τὸ πέμμα καὶ τὸ τράγημα δεῖπνόν ἐστι καὶ σιτίον, ἧττον βλάπτεται· τὸ δʼ ἀπέχοντα τῇ φύσει τὸ μέτριον καὶ πεπληρωμένον 
<milestone unit="tlnum" n="10"/> ἐπιδράττεσθαι τῶν τοιούτων φυλακτέον ἐν τοῖς μάλιστα. 
<milestone unit="stephpage" xml:id="stephpage-124f" n="124f"/> φυλακτέον δὲ τῆς περὶ ταῦτα φιληδονίας καὶ γαστριμαργίας οὐδὲν ἧττον ἀπειροκαλίαν καὶ φιλοτιμίαν καὶ γὰρ αὗται πολλάκις συναναπείθουσι μὴ πεινῶντας ἐσθίειν, ἔνια καὶ πίνειν μὴ διψῶντας, 
<milestone unit="tlnum" n="15"/> ἀνελευθέρους κομιδῇ καὶ φορτικὰς ὑποβάλλουσαι φαντασίας, ὡς· ἄτοπόν ἐστι πράγματος σπανίου καὶ πολυτελοῦς μὴ ἀπολαῦσαι παρόντος, οἷον οὔθατος ἢ μυκήτων Ἰταλικῶν ἢ Σαμίου πλακοῦντος ἢ χιόνος ἐν Αἰγύπτῳ. ταῦτα γὰρ δήπου προάγεται πολλάκις 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-125a" n="125a"/> χρῆσθαι τοῖς περιβοήτοις καὶ σπανίοις, ὥσπερ ὑπὸ κνίσης τῆς κενῆς δόξης ἀγομένους καὶ τὸ σῶμα κοινωνεῖν μηδὲν δεόμενον ἀναγκάζοντας, ὅπως ἔχωσιν ἑτέροις διηγεῖσθαι, ζηλούμενοι τῆς ἀπολαύσεως τῶν οὕτω δυσπορίστων καὶ περιττῶν. ὅμοια δὲ καὶ πρὸς· 
<milestone unit="tlnum" n="25"/> γυναῖκας ἐνδόξους· πάσχουσιν. ἰδίαις μὲν γὰρ ἔστιν ὅτε καὶ καλαῖς· καὶ ἀγαπώσαις συναναπαυόμενοι τὴν ἡσυχίαν ἄγουσι, Φρύνῃ δὲ τελέσαντες ἀργύριον ἢ <pb xml:id="v.1.p.306"/> Λαΐδι καὶ τὸ σῶμα φαύλως καὶ πρὸς συνουσίαν ἀργῶς ἔχοντες διακείμενον ἐγείρουσιν ἅμα καὶ παρακαλοῦσι τὸ ἀκόλαστον ἐπὶ τὴν ἡδονὴν ὑπὸ τῆς κενῆς δόξης. αὐτὴ γοῦν ἔλεγεν ἡ Φρύνη πρεσβυτέρα 
<milestone unit="tlnum" n="5"/> 
<milestone unit="stephpage" xml:id="stephpage-125b" n="125b"/> γεγενημένη τὴν τρύγα πλείονος πωλεῖν διὰ τὴν δόξαν. </said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>