<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg077.perseus-grc2:19-21</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg077.perseus-grc2:19-21</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg077.perseus-grc2"><div type="textpart" subtype="section" n="19"><p rend="indent"><said who="#Ζεύξιππος" rend="merge"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> τῶν δʼ ὑγρῶν γάλακτι μὲν οὐχ ὡς ποτῷ 
<milestone unit="tlnum" n="25"/> χρηστέον, ἀλλʼ ὡς σιτίῳ δύναμιν ἐμβριθῆ καὶ πολύτροφον 
<milestone unit="stephpage" xml:id="stephpage-132b" n="132b"/> ἔχοντι. πρὸς δὲ τὸν οἶνον ἅπερ Εὐριπίδης<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Εὐριπίδης</foreign>] Nauck. p. 525</note> πρὸς τὴν Ἀφροδίτην διαλεκτέον<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">λεκτέον</foreign> R</note> <pb xml:id="v.1.p.323"/> <quote rend="blockquote"><l>εἴης μοι, μέτριον δέ πως<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δέ πως</foreign>] <foreign xml:lang="grc">δὲ πῶμʼ</foreign>?</note> </l><l>εἴης, μηδʼ ἀπολείποις</l></quote> καὶ γὰρ ποτῶν ὠφελιμώτατόν ἐστι καὶ φαρμάκων ἥδιστον καὶ ὄψων ἀσικχότατον, ἂν τύχῃ τῆς πρὸς 
<milestone unit="tlnum" n="5"/> τὸν καιρὸν εὐκρασίας μᾶλλον ἢ τῆς πρὸς τὸ ὕδωρ. ὕδωρ δʼ οὐ μόνον τὸ μιγνύμενον πρὸς οἶνον, ἀλλὰ καὶ τὸ καθʼ ἑαυτὸ τοῦ κεκραμένου μεταξὺ πινόμενον ἀβλαβέστερον ποιεῖ τὸ κεκραμένον. ἐθιστέον οὖν παρὰ τὴν καθʼ ἡμέραν δίαιταν ὕδατος προσφέρεσθαι 
<milestone unit="tlnum" n="10"/> καὶ δύο καὶ τρία ποτήρια, τήν τε δύναμιν 
<milestone unit="stephpage" xml:id="stephpage-132c" n="132c"/> τοῦ οἴνου ποιοῦντα μαλακωτέραν καὶ τοῦ σώματος συνήθη τὴν ὑδροποσίαν, ὅπως, ὅταν ἐν χρείᾳ γένηται, μὴ ξενοπαθῇ μηδʼ ἀπαναίνηται. συμβαίνει γὰρ ἐνίους φέρεσθαι μάλιστα πρὸς τὸν οἶνον ὅταν μάλιστα 
<milestone unit="tlnum" n="15"/> χρείαν ὑδροποσίας ἔχωσι. καὶ γὰρ ἡλιωθέντες καὶ ῥιγώσαντες πάλιν καὶ σφοδρότερον εἰπόντες καὶ συντονώτερον φροντίσαντες καὶ ὅλως μετὰ τοὺς κόπους καὶ τοὺς ἀγῶνας οἴονται ποτέον εἶναι τὸν οἶνον ὡς καὶ τῆς φύσεως ἀπαιτούσης εὐπάθειάν τινα τῷ 
<milestone unit="tlnum" n="20"/> 
<milestone unit="stephpage" xml:id="stephpage-132d" n="132d"/> σώματι καὶ μεταβολὴν ἐκ τῶν πόνων. ἡ δὲ φύσις εὐπάθειαν μέν, εἴ τις εὐπάθειαν καλεῖ τὴν ἡδυπάθειαν, οὐκ ἀπαιτεῖ, μεταβολὴν δʼ ἀπαιτεῖ τὴν εἰς τὸ μέσον ἡδονῆς καὶ πόνου καθιστᾶσαν. διὸ καὶ τροφῆς ὑφαιρετέον ἐν τούτοις, καὶ τὸν οἶνον ἢ παντελῶς 
<milestone unit="tlnum" n="25"/> ἀφαιρετέον ἢ προσοιστέον πολλῇ κατακεραννύμενον διὰ μέσου καὶ κατακλυζόμενον ὑδροποσίᾳ. πλήκτης γὰρ ὢν καὶ ὀξὺς ἐπιτείνει τὰς τοῦ σώματος ταραχάς, καὶ τραχύτερα ποιεῖ καὶ παροξύνει τὰ <pb xml:id="v.1.p.324"/> πεπληγμένα, παρηγορίας δεόμενα καὶ λειότητος, ἃς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἃς</foreign> R:<foreign xml:lang="grc">οἷς</foreign> </note> μάλιστα τὸ ὕδωρ ἐνδίδωσι. καὶ γὰρ ἂν οὐ διψῶντες, ἄλλως 1 δὲ θερμὸν ὕδωρ πίωμεν μετὰ τοὺς κόπους 
<milestone unit="stephpage" xml:id="stephpage-132e" n="132e"/> καὶ τὰς διατάσεις καὶ τὰ καύματα, χαλάσματος 
<milestone unit="tlnum" n="5"/> καὶ μαλακότητος; αἰσθανόμεθα περὶ τὰ ἐντός· ἤπιος γὰρ ἡ τοῦ ὕδατος ὑγρότης καὶ ἄσφυκτος, ἡ δὲ τοῦ οἴνου φορὰν ἔχει πολλὴν καὶ δύναμιν οὐκ εὐμενῆ τοῖς προσφάτοις πάθεσιν οὐδὲ φιλάνθρωπον. καὶ γὰρ ἃς λέγουσιν ἔνιοι τῷ σώματι τὴν ἀσιτίαν δριμύτητας 
<milestone unit="tlnum" n="10"/> ἐγγεννᾶν καὶ πικρότητας εἴ τις δέδιεν ἢ καθάπερ οἱ παῖδες δεινὸν ἡγεῖται πρὸ τοῦ πυρέττειν μὴ παρατίθεσθαι τράπεζαν ἐν ὑποψίᾳ γεγονώς, εὐάρμοστον ἡ ὑδροποσία μεθόριον. καὶ γὰρ αὐτῷ τῷ Διονύσῳ πολλάκις νηφάλια θύομεν, ἐθιζόμενοι 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-132f" n="132f"/> καλῶς μὴ ζητεῖν ἀεὶ τὸν ἄκρατον. ὁ δὲ Μίνως καὶ τὸν αὐλὸν ἀφεῖλε τῆς θυσίας καὶ τὸν στέφανον ὑπὸ λύπης. καίτοι λυπουμένην ψυχὴν ἴσμεν οὔθʼ ὑπὸ στεφάνων οὔθʼ ὑπʼ αὐλῶν παθοῦσαν· σῶμα δʼ οὐδὲν οὕτως ἰσχυρόν ἐστιν, ᾧ τεταραγμένῳ καὶ φλεγμαίνοντι 
<milestone unit="tlnum" n="20"/> προσπεσὼν οἶνος οὐκ ἠδίκησε. </said></p></div><div type="textpart" subtype="section" n="20"><p rend="indent"><said who="#Ζεύξιππος" rend="merge"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> τοὺς μὲν οὖν Λυδοὺς ἐν τῷ λιμῷ λέγουσι διαγαγεῖν παρʼ ἡμέραν τρεφομένους, εἶτα παίζοντας καὶ κυβεύοντας· φιλόλογον δʼ ἄνδρα καὶ φιλόμουσον 
<milestone unit="stephpage" xml:id="stephpage-133a" n="133a"/> ἐν καιρῷ δεομένῳ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δεομένῳ</foreign> Meziriacus: <foreign xml:lang="grc">δεόμενον</foreign> </note> βραδυτέρου δείπνου διάγραμμα 
<milestone unit="tlnum" n="25"/> παρακείμενον ἤ τι βιβλίδιον ἢ λύριον οὐ προΐενται τῇ γαστρὶ λεηλατούμενον, ἀλλʼ ἀποστρέφων συνεχῶς καὶ μεταφέρων ἐπὶ ταῦτα τὴν διάνοιαν ἀπὸ τῆς τραπέζης ὥσπερ Ἁρπυίας τὰς ὀρέξεις διασοβήσει <pb xml:id="v.1.p.325"/> ταῖς Μούσαις. οὐ γὰρ ὁ μὲν Σκύθης, ὅταν πίνῃ, πολλάκις ἐφάπτεται τοῦ τόξου καὶ παραψάλλει τὴν νευράν, ἐκλυόμενον ὑπὸ τῆς μέθης ἀνακαλούμενος τὸν θυμόν, Ἕλλην δʼ ἀνὴρ φοβήσεται τοὺς καταγελῶντας 
<milestone unit="tlnum" n="5"/> αὐτοῦ, γράμμασι καὶ βιβλίοις ἀγνώμονα καὶ δυσπαραίτητον ἐπιθυμίαν ἀνιέντος ἀτρέμα καὶ 
<milestone unit="stephpage" xml:id="stephpage-133b" n="133b"/> χαλῶντος. τῶν μὲν γὰρ παρὰ τῷ Μενάνδρῳ νεανίσκων ὑπὸ τοῦ πορνοβοσκοῦ παρὰ πότον ἐπιβουλευομένων καλὰς καὶ πολυτελεῖς εἰσάγοντος ἑταίρας 
<milestone unit="tlnum" n="10"/> ἕκαστος, ὥς φησι. <quote rend="blockquote"><l> κύψας καθʼ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καθʼ</foreign> W: <foreign xml:lang="grc">ἐς</foreign> </note> αὑτὸν τῶν τραγημάτων ἔφλα</l><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true">Meinek. IV p. 280</note></quote>, φυλαττόμενος καὶ φοβούμενος ἐμβλέπειν οἱ δὲ φιλόλογοι πολλὰς καὶ καλὰς καὶ ἡδείας ἀπόψεις καὶ ἀποστροφὰς ἔχουσιν, ἄνπερ ἄλλως μὴ δύνωνται τὸ 
<milestone unit="tlnum" n="15"/> κυνικὸν καὶ θηριῶδες τῶν ὀρέξεων κατέχειν παρακειμένης τραπέζης. ἀλειπτῶν δὲ φωνὰς καὶ παιδοτριβῶν λόγους ἑκάστοτε λεγόντων ὡς τὸ παρὰ δεῖπνον φιλολογεῖν τὴν τροφὴν διαφθείρει καὶ βαρύνει 
<milestone unit="stephpage" xml:id="stephpage-133c" n="133c"/> τὴν κεφαλὴν τότε φοβητέον, ὅταν τὸν Ἰνδὸν ἀναλύειν 
<milestone unit="tlnum" n="20"/> ἢ διαλέγεσθαι περὶ τοῦ Κυριεύοντος ἐν δείπνῳ μέλλωμεν. τὸν μὲν γὰρ ἐγκέφαλον τοῦ φοίνικος, γλυκὺν ὄντα τῶν σφόδρα κεφαλαλγῶν<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τῶν σφόδρα κεφαλαλγῶν</foreign> scripsi: <foreign xml:lang="grc">σφόδρα κεφαλαλγὸν</foreign> </note> λέγουσιν εἶναι· διαλεκτικὴ δὲ <q>τρωγάλιον</q><note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τρωγάλιον</foreign>] Bergk. 1 p. 423</note> ἐπὶ δείπνῳ <q>γλυκὺ</q> μὲν οὐδαμῶς κεφαλαλγὲς δὲ καὶ κοπῶδες ἰσχυρῶς 
<milestone unit="tlnum" n="25"/> ἐστιν. ἂν δʼ ἡμᾶς μὴ ἄλλο τι ζητεῖν ἢ φιλοσοφεῖν ἢ ἀναγιγνώσκειν παρὰ δεῖπνον ἐῶσι τῶν ἐν τῷ <pb xml:id="v.1.p.326"/> καλῷ καὶ ὠφελίμῳ τὸ ἐπαγωγὸν ὑφʼ ἡδονῆς καὶ γλυκὺ μόριον ἐχόντων, κελεύσομεν αὐτοὺς μὴ ἐνοχλεῖν, 
<milestone unit="stephpage" xml:id="stephpage-133d" n="133d"/> ἀλλʼ ἀπιόντας ἐν τῷ ξυστῷ ταῦτα καὶ ταῖς παλαίστραις διαλέγεσθαι τοῖς ἀθληταῖς, οὓς τῶν 
<milestone unit="tlnum" n="5"/> βιβλίων ἐξελόντες ἀεὶ διημερεύειν ἐν σκώμμασι καὶ βωμολοχίαις ἐθίζοντες, ὡς ὁ κομψὸς Ἀρίστων ἔλεγε, τοῖς ἐν γυμνασίῳ κίοσιν ὁμοίως λιπαροὺς πεποιήκασι καὶ λιθίνους. αὐτοὶ δὲ πειθόμενοι τοῖς ἰατροῖς παραινοῦσιν ἀεὶ τοῦ δείπνου καὶ τοῦ ὕπνου λαμβάνειν 
<milestone unit="tlnum" n="10"/> μεθόριον καὶ μὴ συμφορήσαντας εἰς τὸ σῶμα τὰ σιτία καὶ τὸ πνεῦμα καταθλίψαντας εὐθὺς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εὐθὺς</foreign> Xylander: <foreign xml:lang="grc">μὴ εὐθὺς</foreign> </note> ὠμῇ καὶ ζεούσῃ τῇ τροφῇ βαρύνειν τὴν πέψιν ἀλλʼ ἀναπνοὴν καὶ χάλασμα παρέχειν,<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">παρέχειν</foreign> Benselerus: <foreign xml:lang="grc">ἔχειν</foreign> </note> ὥσπερ οἱ τὰ σώματα 
<milestone unit="stephpage" xml:id="stephpage-133e" n="133e"/> κινεῖν μετὰ δεῖπνον ἀξιοῦντες οὐ δρόμοις οὐδὲ 
<milestone unit="tlnum" n="15"/> παγκρατίοις τοῦτο ποιοῦσιν ἀλλὰ βληχροῖς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀλλὰ βληχροῖς</foreign> L. Dindorfius: <foreign xml:lang="grc">ἀλλʼ ἀβληχροῖς</foreign> </note> περιπάτοις καὶ χορείαις ἐμμελέσιν, οὕτω καὶ<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οὕτω καὶ</foreign> R: <foreign xml:lang="grc">οὑτως</foreign> </note> ἡμεῖς οἰησόμεθα δεῖν τὰς ψυχὰς διαφέρειν μετὰ τὸ δεῖπνον μήτε πράγμασι μήτε φροντίσι μήτε σοφιστικοῖς ἀγῶσι πρὸς ἅμιλλαν ἐπιδεικτικὴν ἢ νικητικὴν περαινομένοις. 
<milestone unit="tlnum" n="20"/> ἀλλὰ πολλὰ μέν ἐστι τῶν φυσικῶν προβλημάτων ἐλαφρὰ καὶ πιθανά, πολλὰ δʼ ἠθικὰς<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἠθικὰς</foreign> Duebnerus: <foreign xml:lang="grc">ἤθη καὶ</foreign> </note> σκέψεις ἔχοντα καὶ τοῦτο<note xml:lang="lat" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ τοῦτο</foreign> scripsi: <foreign xml:lang="grc">τοῦτο</foreign> </note> δὴ τὸ <q>μενοεικές,</q> ὡς Ὅμηρος ἔφη, καὶ μὴ ἀντίτυπον. τὰς δʼ ἐν<note xml:lang="eng" resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὰς δʼ ἐν</foreign> R: <foreign xml:lang="grc">ταῖς δὲ</foreign> </note> ἱστορικαῖς καὶ ποιητικαῖς ζητήσεσι διατριβὰς οὐκ ἀηδῶς 
<milestone unit="tlnum" n="25"/> ἔνιοι δευτέρας τραπέζας ἀνδράσι φιλολόγοις καὶ φιλομούσοις <pb xml:id="v.1.p.327"/> προσεῖπον. εἰσὶ δὲ καὶ διηγήσεις ἄλυποι 
<milestone unit="stephpage" xml:id="stephpage-133f" n="133f"/> καὶ μυθολογίαι, καὶ τὸ περὶ αὐλοῦ τι καὶ λύρας ἀκοῦσαι καὶ εἰπεῖν ἐλαφρότερον ἢ λύρας αὐτῆς φθεγγομένης ἀκούειν καὶ αὐλοῦ. μέτρον δὲ τοῦ 
<milestone unit="tlnum" n="5"/> καιροῦ τὸ τῆς τροφῆς καθισταμένης ἀτρέμα καὶ συμπνεούσης τὴν πέψιν ἐγκρατῆ γενέσθαι καὶ ὑπερδέξιον. </said></p></div><div type="textpart" subtype="section" n="21"><p rend="indent"><said who="#Ζεύξιππος" rend="merge"><label>ΖΕΥΞΙΠΠΟΣ.</label> ἐπεὶ δʼ Ἀριστοτέλης οἴεται τῶν δεδειπνηκότων τὸν μὲν περίπατον ἀναρριπίζειν τὸ θερμόν, 
<milestone unit="tlnum" n="10"/> τὸν δʼ ὕπνον, ἂν εὐθὺς καθεύδωσι, καταπνίγειν, ἕτεροι δὲ τὴν μὲν ἡσυχίαν οἴονται τὰς πέψεις βελτίονας 
<milestone unit="stephpage" xml:id="stephpage-134a" n="134a"/> ποιεῖν, τὴν δὲ κίνησιν ταράττειν τὰς ἀναδόσεις, καὶ τοῦτο τοὺς μὲν περιπατεῖν εὐθὺς ἀπὸ δείπνου τοὺς δʼ ἀτρεμεῖν πέπεικεν, ἀμφοτέρων ἂν 
<milestone unit="tlnum" n="15"/> οἰκείως ἐφάπτεσθαι δόξειεν ὁ τὸ μὲν σῶμα συνθάλπων καὶ συνέχων μετὰ τὸ δεῖπνον, τὴν δὲ διάνοιαν μὴ καταφερόμενος μηδʼ ἀργῶν εὐθὺς ἀλλʼ ὥσπερ εἴρηται διαφορῶν ἐλαφρῶς τὸ πνεῦμα καὶ λεπτύνων τῷ λαλεῖν τι καὶ ἀκούειν τῶν προσηνῶν καὶ μὴ 
<milestone unit="tlnum" n="20"/> δακνόντων μηδὲ βαρυνόντων. </said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>