<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2:7-9</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2:7-9</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2"><div type="textpart" subtype="section" n="7"><p rend="indent">ὑπερφυῶς δὲ φαίνεται περὶ τὴν παραμυθίαν 
<milestone unit="stephpage" xml:id="stephpage-105c" n="105c"/> ὁ ποιητὴς εὐδοκιμεῖν, ποιήσας τὸν Ἀχιλλέα λέγοντα πρὸς τὸν Πρίαμον ἥκοντα ἐπὶ λύτρα τοῦ Ἕκτορος ταυτί <quote rend="blockquote"><l>ἀλλʼ ἄγε δὴ κατʼ ἄρʼ ἕζευ ἐπὶ θρόνου, ἄλγεα </l><l> δʼ ἔμπης </l><l> ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ </l><l> οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο.<note resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">Ω</foreign> 522</note> 
<milestone unit="tlnum" n="25"/> <pb xml:id="v.1.p.257"/> </l><l>ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι, </l><l>ζώειν ἀχνυμένοις· αὐτοὶ δὲ τʼ ἀκηδέες εἰσί. </l><l> δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει</l><l> δώρων οἷα δίδωσι, κακῶν, ἕτερος δὲ ἐάων. 
<milestone unit="tlnum" n="5"/> </l><l>ᾧ μὲν κʼ ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος, 
<milestone unit="stephpage" xml:id="stephpage-105d" n="105d"/> </l><l>ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται ἄλλοτε δʼ </l><l>ἐσθλῷ· </l><l>ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε </l><l>καὶ ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει, 
<milestone unit="tlnum" n="10"/> </l><l> φοιτᾷ δʼ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.</l></quote> ὁ δὲ μετὰ τοῦτον καὶ τῇ δόξῃ καὶ τῷ χρόνῳ, καίτοι τῶν Μουσῶν ἀναγορεύων ἑαυτὸν μαθητὴν Ἡσίοδος, καὶ οὗτος ἐν πίθῳ καθείρξας τὰ κακά, τὴν Πανδώραν ἀνοίξασαν ἀποφαίνει σκεδάσαι τὸ πλῆθος ἐπὶ 
<milestone unit="tlnum" n="15"/> πᾶσαν γῆν καὶ θάλατταν, λέγων ὧδε <quote rend="blockquote"><l>ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμʼ ἀφελοῦσα<note resp="editor" place="unspecified" anchored="true">Hesiod. OD 94</note> 
<milestone unit="stephpage" xml:id="stephpage-105e" n="105e"/> </l><l>ἐσκέδασʼ ἀνθρώποισι δὲ μήσατο κήδεα λυγρά. </l><l>μούνη δʼ αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισιν </l><l> ἔνδον ἔμεινε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζε 
<milestone unit="tlnum" n="20"/> </l><l>ἐξέπτη· πρόσθεν γὰρ ἐπέλλαβε πῶμα πίθοιο. </l><l>ἄλλα δὲ μυρία λυγρὰ κατʼ ἀνθρώπους ἀλάληται. </l><l>πλείη μὲν γὰρ γαῖα κακῶν, </l><l>πλείη; δὲ θάλασσα. </l><l> νοῦσοι δʼ ἀνθρώποισιν ἐφʼ ἡμέρῃ αἱ δʼ ἐπὶ νυκτὶ </l><l> αὐτόματοι φοιτῶσι, κακὰ θνητοῖσι φέρουσαι 
<milestone unit="tlnum" n="25"/> </l><l> σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς.</l></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-105f" n="105f"/> </p></div><div type="textpart" subtype="section" n="8"><p rend="indent">ἀπηρτημένως δὲ τούτοις ὁ κωμικὸς<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὁ κωμικός</foreign>] Meinek. IV p. 23</note> ἐπὶ τῶν δυσπαθούντων ἐπὶ ταῖς τοιαύταις συμφοραῖς ταυτὶ λέγει <pb xml:id="v.1.p.258"/> <quote rend="blockquote"><l>εἰ τὰ δάκρυʼ ἡμῖν τῶν κακῶν ἦν φάρμακον, </l><l>ἀεὶ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀεὶ</foreign> Stobaeus Flor. CVIII 1: <foreign xml:lang="grc">αἰεὶ</foreign> </note> θʼ ὁ κλαύσας τοῦ πονεῖν ἐπαύετο, </l><l>ἠλλαττόμεσθʼ ἂν δάκρυα, δόντες χρυσίον. </l><l>νῦν δʼ οὐ προσέχει τὰ πράγματʼ οὐδʼ ἀποβλέπει 
<milestone unit="tlnum" n="5"/> </l><l>εἰς ταῦτα, δέσποτʼ, ἀλλὰ τὴν αὐτὴν ὁδόν, </l><l>ἐάν τε κλάῃς ἄν τε μή, πορεύεται. </l><l>τί οὖν ποιεῖς πλέον;<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ποιεῖς πλέον</foreign> Meinekius: <foreign xml:lang="grc">πλέον ποιοῦμεν</foreign> </note> οὐδέν· ἡ λύπη δʼ ἔχει 
<milestone unit="stephpage" xml:id="stephpage-106a" n="106a"/> </l><l>ὥσπερ τὰ δένδρα τοῦτο καρπὸν τὸ δάκρυον.<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὸ δάκρυον</foreign> Stobaeus: <foreign xml:lang="grc">τὰ δάκρυα</foreign> </note> </l></quote> ὁ δὲ παραμυθούμενος τὴν Δανάην δυσπενθοῦσαν 
<milestone unit="tlnum" n="10"/>Δίκτυς φησὶ <quote rend="blockquote"><l>δοκεῖς τὸν ᾍδην σῶν τι φροντίζειν γόων </l><note resp="editor" place="unspecified" anchored="true">Nauck. p. 366</note><l>καὶ παῖδʼ ἀνήσειν τὸν σόν, εἰ θέλοις στένειν; </l><l>παῦσαι· βλέπουσα δʼ εἰς τὰ τῶν πέλας κακὰ </l><l>ῥᾴων γένοιʼ ἄν, εἰ λογίζεσθαι θέλοις 
<milestone unit="tlnum" n="15"/> </l><l>ὅσοι τε δεσμοῖς ἐμμεμόχλευνται<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐμμεμόχλευνται</foreign> Bentleius: <foreign xml:lang="grc">ἐκμεμόχθηνται</foreign> </note> βροτῶν, </l><l> ὅσοι τε γηράσκουσιν ὀρφανοί τέκνων, </l><l>τοὺς τʼ ἐκ μέγιστον<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μέγιστον</foreign> Elmsleius: <foreign xml:lang="grc">μεγίστης</foreign> </note> ὀλβίας τυραννίδος 
<milestone unit="stephpage" xml:id="stephpage-106b" n="106b"/> </l><l>τὸ μηδὲν ὄντας, ταῦτά σε σκοπεῖν χρεών.</l></quote> κελεύει γὰρ αὐτὴν ἐνθυμεῖσθαι τὰ τῶν ἴσα καὶ μείζω 
<milestone unit="tlnum" n="20"/> δυστυχούντων, ὡς ἐσομένην ἐλαφροτέραν. </p></div><div type="textpart" subtype="section" n="9"><p rend="indent">ἐνταῦθα γὰρ ἄν τις ἑλκύσειε καὶ τὴν τοῦ Σωκράτους φωνήν, τὴν οἰομένην, εἰ συνεισενέγκαιμεν εἰς τὸ κοινὸν τὰς ἀτυχίας, ὥστε διελέσθαι τὸ ἴσον ἕκαστον, ἀσμένως ἂν τοὺς πλείους τὰς αὑτῶν 
<milestone unit="tlnum" n="25"/> λαβόντας ἀπελθεῖν. ἐχρήσατο δὲ τῇ τοιαύτῃ ἀγωγῇ <pb xml:id="v.1.p.259"/> καὶ Ἀντίμαχος ὁ ποιητής. ἀποθανούσης γὰρ τῆς γυναικὸς αὐτῷ Λύδης, πρὸς ἣν φιλοστόργως εἶχε, παραμύθιον τῆς λύπης αὑτῷ ἐποίησε τὴν ἐλεγείαν 
<milestone unit="stephpage" xml:id="stephpage-106c" n="106c"/> τὴν καλουμένην Λύδην, ἐξαριθμησάμενος τὰς ἡρωικὰς 
<milestone unit="tlnum" n="5"/> συμφοράς, τοῖς ἀλλοτρίοις κακοῖς ἐλάττω τὴν ἑαυτοῦ ποιῶν λύπην. ὥστε καταφανὲς εἶναι ὅτι ὁ παραμυθούμενος τὸν λελυπημένον καὶ δεικνύων κοινὸν καὶ πολλῶν τὸ συμβεβηκὸς καὶ τῶν καὶ ἑτέροις συμβεβηκότων ἔλαττον<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἔλαττον</foreign> R: <foreign xml:lang="grc">ἐλάττονα</foreign> </note> τὴν δόξαν τοῦ λελυπημένου 
<milestone unit="tlnum" n="10"/> μεθίστησι καὶ τοιαύτην τινὰ ποιεῖ πίστιν αὐτῷ, ὅτι ἔλαττον ἢ ἡλίκον ᾤετο τὸ συμβεβηκός ἐστιν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>