<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2:6</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2:6</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2"><div type="textpart" subtype="section" n="6"><p rend="indent">κράτιστον δὴ πρὸς ἀλυπίαν φάρμακον ὁ λόγος καὶ ἡ διὰ τούτου παρασκευὴ πρὸς πάσας τοῦ βίου τὰς μεταβολάς. χρὴ γὰρ οὐ μόνον ἑαυτὸν εἰδέναι θνητὸν ὄντα τὴν φύσιν, ἀλλὰ καὶ ὅτι θνητῷ σύγκληρός 
<milestone unit="stephpage" xml:id="stephpage-104a" n="104a"/> ἐστι βίῳ καὶ πράγμασι ῥᾳδίως μεθισταμένοις 
<milestone unit="tlnum" n="10"/> πρὸς τοὐναντίον. ἀνθρώπων γὰρ ὄντως θνητὰ μὲν καὶ ἐφήμερα τὰ σώματα, θνηταὶ δὲ τύχαι καὶ πάθη καὶ πάνθʼ ἁπλῶς; τὰ κατὰ τὸν βίον, ἅπερ <quote rend="blockquote"><l> οὐκ ἔστι φυγεῖν βροτὸν οὐδʼ ὑπαλύξαι</l><note resp="editor" place="unspecified" anchored="true">Homer. M 326</note></quote> τὸ παράπαν ἀλλὰ 
<milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"><l>Ταρτάρου πυθμὴν πιέζει σʼ ἀφανοῦς σφυρηλάτοις </l><note resp="editor" place="unspecified" anchored="true">Bergk. 1 p. 450</note><l> ἀνάγκαις </l></quote> ὥς φησι Πίνδαρος. ὅθεν ὀρθῶς ὁ Φαληρεὺς Δημήτριος εἰπόντος Εὐριπίδου<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Εὐριπίδου</foreign>] Phoen. 558</note> <quote rend="blockquote"><l>ὁ δʼ ὄλβος οὐ βέβαιος ἀλλʼ ἐφήμερος</l></quote> 
<milestone unit="tlnum" n="20"/> καὶ ὅτι <quote rend="blockquote"><l>μίκρʼ ἄττα<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μίκρʼ ἄττα τὰ</foreign><foreign xml:lang="lat">scripsi</foreign>:<foreign xml:lang="grc">μικρότατα</foreign> (<foreign xml:lang="grc">ὡς μικρὰ τὰ</foreign> Stobaeus Flor. CV 1. Nauck. p. 388)</note> τὰ σφάλλοντα, καὶ μίʼ ἡμέρα </l><l>τὰ μὲν καθεῖλεν ὑψόθεν, τὰ δʼ ἦρʼ ἄνω</l></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-104b" n="104b"/> τὰ μὲν ἄλλα καλῶς ἔφη λέγειν αὐτόν, <q>βέλτιον δʼ ἄν ἔχου ἦν,<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἔχον ἦν</foreign> H: <foreign xml:lang="grc">εἶχεν ὄν</foreign> </note> εἰ μὴ μίαν ἡμέραν ἀλλὰ στιγμὴν εἶπε 
<milestone unit="tlnum" n="25"/> χρόνου</q> <pb xml:id="v.1.p.254"/> <quote rend="blockquote"><l>κύκλος γὰρ αὑτὸς καρπίμοις τε γῆς φυτοῖς </l><note resp="editor" place="unspecified" anchored="true">Nauck. p. 387</note><l>γένει βροτῶν τε. τοῖς μὲν αὔξεται βίος, </l><l>τῶν δὲ φθίνει τε κἀκθερίζεται πάλιν.</l></quote> ὁ δὲ Πίνδαρος<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πίνδαρος</foreign>] Pyth. VIII 135</note> ἐν ἄλλοις 
<milestone unit="tlnum" n="5"/> <quote rend="blockquote"><l> τί δέ τις; τί δʼ οὔ τις; σκιᾶς ὄναρ </l><l>ἄνθρωπος</l></quote> ἐμφαντικῶς σφόδρα καὶ φιλοτέχνως ὑπερβολῇ χρησάμενος τὸν τῶν ἀνθρώπων βίον ἐδήλωσε. τί γὰρ σκιᾶς ἀσθενέστερον; τὸ δὲ ταύτης ὄναρ οὐδʼ ἂν 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-104c" n="104c"/> ἐκφράσαι τις ἕτερος δυνηθείη σαφῶς. τούτοις δʼ ἑπόμενος καὶ ὁ Κράντωρ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Κράντωρ</foreign>] Mullach. 3 p. 157</note> παραμυθούμενος ἐπὶ τῇ τῶν τέκνων τελευτῇ τὸν Ἱπποκλέα φησὶ <q>ταῦτα γὰρ πᾶσα αὕτη ἡ ἀρχαία φιλοσοφία λέγει τε καὶ παρακελεύεται. ὧν εἰ δή τι ἄλλο μὴ ἀποδεχόμεθα, τό γε 
<milestone unit="tlnum" n="15"/> πολλαχῆ εἶναι ἐργώδη καὶ δύσκολον τὸν βίον ἄγαν ἀληθές. καὶ γὰρ εἰ μὴ φύσει τοῦτον ἔχει τὸν τρόπον, ὑπὸ γʼ ἡμῶν εἰς τοῦτʼ ἀφῖκται διαφθορᾶς. ἥ τʼ ἄδηλος αὕτη τύχη πόρρωθεν ἡμῖν καὶ ἔτʼ ἀπʼ ἀρχῆς ἠκολούθηκεν οὐδʼ ἐφʼ ἑνὶ ὑγιεῖ, φυομένοις 
<milestone unit="tlnum" n="20"/> τε μίγνυταί τις ἐν πᾶσι κακοῦ μοῖρα· τὰ γάρ τοι σπέρματα εὐθὺς θνητὰ ὄντα ταύτης κοινωνεῖ τῆς αἰτίας, ἐξ ἧς ἀφυΐα μὲν ψυχῆς, νόσοι δὲ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δὲ</foreign> H: <foreign xml:lang="grc">τε</foreign> </note> καὶ κήδεα καὶ μοῖρα θνητῶν ἐκεῖθεν ἡμῖν ἕρπει.</q> τοῦ δὴ 
<milestone unit="stephpage" xml:id="stephpage-104d" n="104d"/> χάριν ἐτραπόμεθα δεῦρο; ἵνʼ εἰδείημεν ὅτι καινὸν 
<milestone unit="tlnum" n="25"/> ἀτυχεῖν οὐδὲν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">οὐδὲν ἀτυχεῖν</foreign> R</note> ἀνθρώπῳ ἀλλὰ πάντες ταὐτὸ πεπόνθαμεν. <q>ἄσκοπος γὰρ ἡ τύχη</q> φησὶν ὁ Θεόφραστος <pb xml:id="v.1.p.255"/> <q>καὶ δεινὴ παρελέσθαι τὰ προπεπονημένα καὶ μεταρρῖψαι τὴν δοκοῦσαν εὐημερίαν, οὐδένα καιρὸν ἔχουσα τακτόν</q> ταῦτα δὲ καὶ ἄλλα τοιαῦτα καὶ καθʼ ἑαυτὸν ἑκάστῳ λογίσασθαι ῥᾴδιον, καὶ ἄλλων ἀκοῦσαι 
<milestone unit="tlnum" n="5"/> παλαιῶν καὶ σοφῶν ἀνδρῶν· ὧν πρῶτος μέν ἐστιν ὁ θεῖος Ὅμηρος, εἰπών <quote rend="blockquote"><l> οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο. </l><l>οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω, </l><l>ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ 
<milestone unit="tlnum" n="10"/> </l><l> ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τελέσωσι</foreign> H ex Homer. <foreign xml:lang="grc">ς</foreign> 133</note> 
<milestone unit="stephpage" xml:id="stephpage-104e" n="104e"/> </l><l> καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ</l></quote> καὶ <quote rend="blockquote"><l>τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, </l><note resp="editor" place="unspecified" anchored="true">Hom. <foreign xml:lang="grc">ς</foreign> 136</note><l>οἷον ἐπʼ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε</l></quote> 
<milestone unit="tlnum" n="15"/> καὶ ἐν ἄλλοις <quote rend="blockquote"><l>Τυδεΐδη μεγάθυμε, τίη γενεὴν ἐρεείνεις; </l><note resp="editor" place="unspecified" anchored="true">id. Z 145</note><l>οἵη περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν. </l><l>φύλλα τὰ μὲν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ </l><l>θʼ ὕλη 
<milestone unit="tlnum" n="20"/> </l><l>τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη </l><l>ὣς ἀνδρῶν γενεὴ ἡ μὲν φύει ἡ δʼ ἀπολήγει</l></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-104f" n="104f"/> ταύτῃ δʼ ὅτι καλῶς ἐχρήσατο τῇ εἰκόνι τοῦ ἀνθρωπείου βίου δῆλον ἐξ ὧν ἐν ἄλλῳ τόπῳ φησὶν οὕτω <quote rend="blockquote"><l>βροτῶν ἕνεκα πτολεμίζω<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πτολεμίζω</foreign> H: <foreign xml:lang="grc">πτολεμίζειν</foreign> </note><note resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">Φ</foreign> 463</note> 
<milestone unit="tlnum" n="25"/> </l><l> δειλῶν, οἳ φύλλοισιν ἐοικότες, ἄλλοτε μέν τε </l><l>ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες·, </l><l>ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι, οὐδέ τις ἀλκὴ </l></quote> <pb xml:id="v.1.p.256"/> 
<milestone unit="stephpage" xml:id="stephpage-105a" n="105a"/>Σιμωνίδης δʼ ὁ τῶν μελῶν ποιητής, Παυσανίου τοῦ βασιλέως τῶν Λακεδαιμονίων μεγαλαυχουμένου συνεχῶς ἐπὶ ταῖς αὑτοῦ πράξεσι καὶ κελεύοντος ἀπαγγεῖλαί τι αὐτῷ σοφὸν μετὰ χλευασμοῦ, συνεὶς αὐτοῦ 
<milestone unit="tlnum" n="5"/> τὴν ὑπερηφανίαν συνεβούλευε μεμνῆσθαι ὅτι ἄνθρωπός ἐστι· Φίλιππος δʼ ὁ τῶν Μακεδόνων βασιλεὺς τριῶν αὐτῷ προσαγγελθέντων εὐτυχημάτων ὑφʼ καιρόν, πρώτου μὲν ὅτι τεθρίππῳ νενίκηκεν Ὀλύμπια, δευτέρου δʼ ὅτι Παρμενίων ὁ στρατηγὸς μάχῃ Δαρδανεῖς 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="orgpage-105b" n="105b"/> ἐνίκησε, τρίτου δʼ ὅτι ἄρρεν αὐτῷ παιδίον ἐκύησεν Ὀλυμπιάς, ἀνατείνας εἰς τὸν οὐρανὸν τὰς χεῖρας <q>ὦ δαῖμον</q> εἶπε, <q>μέτριόν τι τούτοις ἀντίθες ἐλάττωμα,</q> εἰδὼς ὅτι τοῖς μεγάλοις εὐτυχήμασι φθονεῖν πέφυκεν ἡ τύχη. Θηραμένης δʼ ὁ γενόμενος 
<milestone unit="tlnum" n="15"/>Ἀθήνησι τῶν τριάκοντα τυράννων, συμπεσούσης τῆς οἰκίας ἐν μετὰ πλειόνων ἐδείπνει, μόνος σωθεὶς καὶ πρὸς πάντων εὐδαιμονιζόμενος, ἀναφωνήσας μεγάλῃ τῇ φωνῇ <q>ὦ τύχη</q> εἶπεν, <q>εἰς τίνα με καιρὸν ἄρα φυλάττεις;</q> μετʼ οὐ πολὺν δὲ χρόνον καταστρεβλωθεὶς ὑπὸ τῶν συντυράννων ἐτελεύτησεν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>