<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2:4</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2:4</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2"><div type="textpart" subtype="section" n="4"><p rend="indent">οὔτʼ οὖν ἀπαθεῖς ἐπὶ τῶν τοιούτων συμφορῶν ὁ λόγος ἀξιοῖ γίγνεσθαι τοὺς εὖ φρονοῦντας οὔτε δυσπαθεῖς· τὸ μὲν γὰρ ἄτεγκτον καὶ θηριῶδες, 
<milestone unit="tlnum" n="10"/> τὸ δʼ ἐκλελυμένον καὶ γυναικοπρεπές. εὐλόγιστος δʼ ὁ τὸν οἰκεῖον ὅρον ἔχων καὶ δυνάμενος φέρειν δεξιῶς τά τε προσηνῆ καὶ τὰ λυπηρὰ τῶν ἐν τῷ βίῳ συμβαινόντων, καὶ προειληφὼς ὅτι καθάπερ ἐν δημοκρατίᾳ κλῆρός ἐστι τῶν ἀρχῶν καὶ δεῖ λαχόντα 
<milestone unit="tlnum" n="15"/> μὲν ἄρχειν ἀπολαχόντα δὲ φέρειν ἀνεπαχθῶς τὴν τύχην, οὕτω καὶ τῇ διανομῇ τῶν πραγμάτων ἀνεγκλήτως 
<milestone unit="stephpage" xml:id="stephpage-102f" n="102f"/> καὶ πειθηνίως ἕπεσθαι. τοῦτο γὰρ οἱ μὴ δυνάμενοι ποιεῖν οὐδὲ τὰς εὐπραγίας ἂν ἐμφρόνως φέρειν δύναιντο καὶ μετρίως. τῶν μὲν γὰρ καλῶς λεγομένων ἐστὶν ἐν ὑποθήκης μέρει καὶ τοῦτο <quote rend="blockquote"><l> μηδʼ εὐτύχημα μηδὲν ὧδʼ ἔστω μέγα, </l><note resp="editor" place="unspecified" anchored="true">Nauck. p. 524</note><l>ὃ σʼ ἐξεπαρεῖ μεῖζον ἢ χρεὼν φρονεῖν, </l><l>μηδʼ ἄν τι συμβῇ δυσχερές, δουλοῦ πάλιν, </l><l>ἀλλʼ αὑτὸς αἰεὶ μίμνε, τὴν σαυτοῦ φύσιν 
<milestone unit="tlnum" n="25"/> </l><l>σῴζων βεβαίως, ὥστε χρυσὸς ἐν πυρὶ</l></quote> πεπαιδευμένων δʼ ἐστὶ καὶ σωφρόνων ἀνδρῶν πρὸς 
<milestone unit="stephpage" xml:id="stephpage-103a" n="103a"/> τε τὰς δοκούσας εὐτυχίας τὸν αὐτὸν εἶναι, καὶ πρὸς <pb xml:id="v.1.p.251"/> τὰς ἀτυχίας φυλάξαι γενναίως τὸ πρέπον. τῆς γὰρ εὐλογιστίας ἔργον ἐστὶν ἢ φυλάξασθαι τὸ κακὸν ἐπιφερόμενον ἢ διορθώσασθαι γενόμενον ἢ συστεῖλαι πρὸς τὸ βραχύτατον ἢ παρασκευάζειν αὑτῷ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὑτῷ</foreign> H: <foreign xml:lang="grc">αὐτῷ</foreign> </note> τὴν 
<milestone unit="tlnum" n="5"/> ὑπομονὴν ἄρρενα καὶ γενναίαν. καὶ γὰρ περὶ τἀγαθὸν ἡ φρόνησις πραγματεύεται τετραχῶς, ἢ κτωμένη τἀγαθὰ ἢ φυλάττουσα ἢ αὔξουσα ἢ χρωμένη δεξιῶς οὗτοι τῆς φρονήσεως καὶ τῶν ἄλλων ἀρετῶν εἰσι κανόνες, οἷς πρὸς ἀμφότερα χρηστέον. 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-103b" n="103b"/> <quote rend="blockquote"><l>οὐκ ἔστιν γὰρ ὅστις πάντʼ ἀνὴρ εὐδαιμονεῖ</l><note resp="editor" place="unspecified" anchored="true">Nauck. p. 447</note></quote> καὶ νὴ Δία· <quote rend="blockquote"><l> τό τοι χρεὼν οὐκ ἔστι μὴ χρεὼν ποιεῖν</l><note resp="editor" place="unspecified" anchored="true">id. p. 697</note></quote> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>