<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2:34</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2:34</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2"><div type="textpart" subtype="section" n="34"><p rend="indent">ὅτι γὰρ οἱ ταῖς ἀρεταῖς διενεγκόντες ὡς θεοφιλεῖς νέοι μετέστησαν πρὸς τὸ χρεὼν καὶ πάλαι μὲν διὰ τῶν πρόσθεν ὑπέμνησα λόγων, καὶ νῦν δὲ 
<milestone unit="tlnum" n="20"/> πειράσομαι διὰ βραχυτάτων ἐπιδραμεῖν, προσμαρτυρήσας τῷ καλῶς ὑπὸ Μενάνδρου ῥηθέντι τούτῳ <quote rend="blockquote"><l>ὃν οἱ θεοὶ φιλοῦσιν ἀποθνῄσκει νέος </l><note resp="editor" place="unspecified" anchored="true">Meinek. IV p. 105</note></quote> ἀλλʼ ἴσως ὑποτυχὼν ἂν φαίης Ἀπολλώνιε φίλτατε,σφόδρʼ ἦν ἐπιτεταγμένος ὁ νεανίσκος Ἀπόλλωνι καὶ 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-119f" n="119f"/>μοίραις,<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">μοίραις</foreign>] <foreign xml:lang="grc">Μούσαις</foreign> Madvigius </note> καὶ σὲ ἔδει ὑπʼ ἐκείνου τελείου γενομένου κηδευθῆναι μεταλλάξαντα τὸν βίον· τοῦτο γὰρ εἶναι κατὰ φύσιν, τὴν ἡμετέραν δηλονότι καὶ τὴν <pb xml:id="v.1.p.293"/> ἀνθρωπίνην, ἀλλʼ οὐ κατὰ τὴν τῶν ὅλων πρόνοιαν καὶ τὴν κοσμικὴν διάταξιν. ἐκείνῳ δὲ τῷ μακαρισθέντι οὐκ ἦν κατὰ φύσιν περαιτέρω τοῦ ἀπονεμηθέντος αὐτῷ χρόνου πρὸς τὸν ἐνθάδε βίον περιμένειν, ἀλλʼ εὐτάκτως 
<milestone unit="tlnum" n="5"/> τοῦτον ἐκπλήσαντι πρὸς τὴν εἱμαρμένην ἐπανάγειν πορείαν, καλούσης αὐτῆς, φησίν, ἤδη πρὸς ἑαυτήν. ἀλλʼ ἄωρος<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἄωρος</foreign> Didotiana: <foreign xml:lang="grc">ἀώρως</foreign> </note> ἐτελεύτησεν; οὐκοῦν εὐποτμότερος διὰ τοῦτο καὶ κακῶν ἀπείρατός ἐστιν· 
<milestone unit="stephpage" xml:id="stephpage-120a" n="120a"/> <quote rend="blockquote"><l>ὁ βίος γάρ φησὶν Εὐριπίδης ὄνομʼ ἔχει μόνον<note resp="editor" place="unspecified" anchored="true">Nauck. p. 524</note> 
<milestone unit="tlnum" n="10"/> </l><l> μόρος<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἔχει μόνον μόρος</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">ἔχει πόνος</foreign></note> γεγώς.<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">γεγώς</foreign> Nauckius: <foreign xml:lang="grc">ἐγώ σʼ</foreign> </note> </l></quote> οὗτος δʼ ἐπὶ τῆς εὐανθεστάτης ἡλικίας προαπεφοίτησεν ὁλόκληρος ἠίθεος, ζηλωτὸς καὶ περίβλεπτος πᾶσι τοῖς συνήθεσιν αὐτῷ, φιλοπάτωρ γενόμενος καὶ φιλομήτωρ καὶ φιλοίκειος καὶ φιλόσοφος, τὸ δὲ 
<milestone unit="tlnum" n="15"/> σύμπαν εἰπεῖν φιλάνθρωπος, αἰδούμενος μὲν τοὺς πρεσβυτέρους τῶν φίλων ὥσπερ πατέρας, στέργων δὲ τοὺς ὁμήλικας καὶ συνήθεις, τιμητικὸς δὲ τῶν καθηγησαμένων, ξένοις δὲ καὶ ἀστοῖς πραότατος, 
<milestone unit="stephpage" xml:id="stephpage-120b" n="120b"/> πᾶσι δὲ μείλιχος καὶ φίλος διά τε τὴν ἐξ ὄψεως 
<milestone unit="tlnum" n="20"/> χάριν καὶ τὴν, εὐπροσήγορον φιλανθρωπίαν. ἀλλὰ γὰρ ἐκεῖνος μὲν τῆς τε σῆς εὐσεβείας καὶ τῆς ἑαυτοῦ τὴν πρέπουσαν εὐφημίαν ἔχων πρὸς τὸν ἀεὶ χρόνον προαπεφοίτησε τοῦ θνητοῦ βίου, καθάπερ ἔκ του<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἔκ του</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">ἐκ τοῦ</foreign></note> συμποσίου, πρὶν εἴς τινα παροινίαν ἐκπεσεῖν 
<milestone unit="tlnum" n="25"/> τὴν τῷ μακρῷ γήρᾳ παρεπομένην. εἰ δʼ ὁ τῶν παλαιῶν ποιητῶν τε καὶ φιλοσόφων λόγος ἐστὶν <pb xml:id="v.1.p.294"/> ἀληθὴς ὥσπερ εἰκὸς ἔχειν, οὕτω καὶ τοῖς εὐσεβέσι τῶν μεταλλαξάντων ἔστι τις τιμὴ καὶ προεδρία καθάπερ λέγεται, καὶ χῶρός τις ἀποτεταγμένος ἐν ᾧ 
<milestone unit="stephpage" xml:id="stephpage-120c" n="120c"/> διατρίβουσιν αἱ τούτων ψυχαί, καλὰς ἐλπίδας ἔχειν 
<milestone unit="tlnum" n="5"/> σε δεῖ περὶ τοῦ μακαρίτου υἱέος σου, ὅτι τούτοις συγκαταριθμηθεὶς συνέσται. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>