<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2:33</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2:33</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2"><div type="textpart" subtype="section" n="33"><p rend="indent">ἀποβλέπειν δὲ καὶ πρὸς τοὺς εὐγενῶς καὶ μεγαλοφρόνως τοὺς ἐπὶ τοῖς υἱοῖς γενομένους θανάτους καὶ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">θανάτους καὶ</foreign> W: <foreign xml:lang="grc">θανάτους</foreign> </note> πράως ὑποστάντας, Ἀναξαγόραν τὸν Κλαζομένιον καὶ Δημοσθένη τὸν Ἀθηναῖον<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">καὶ - Ἀθηναῖον</foreign>] fort. supplendum <foreign xml:lang="grc">καὶ Περικλέα τὸν Ὀλύμπιον καὶ Ξενοφῶντα τὸν Σωκρατικὸν καὶ Δημοσθένη τὸν Ἀθηναῖον</foreign></note> καὶ Δίωνα 
<milestone unit="tlnum" n="20"/> τὸν Συρακόσιον καὶ τὸν βασιλέα Ἀντίγονον, καὶ συχνοὺς ἄλλους τῶν τε παλαιῶν καὶ τῶν καθʼ ἡμᾶς. τούτων γὰρ Ἀναξαγόραν παρειλήφαμεν, ὥς φασι, φυσιολογοῦντα καὶ διαλεγόμενον τοῖς γνωρίμοις, ἀκούσαντα παρά τινος τῶν ἀναγγειλάντων αὐτῷ τὴν 
<milestone unit="tlnum" n="25"/> 
<milestone unit="stephpage" xml:id="stephpage-118e" n="118e"/> περὶ τὸν υἱὸν τελευτήν, μικρὸν ἐπισχόντα πρὸς τοὺς παρόντας εἰπεῖν <q>ᾔδειν ὅτι θνητὸν ἐγέννησα τὸν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὸν</foreign> H</note> <pb xml:id="v.1.p.290"/> υἱόν</q>. Περικλέα δὲ τὸν Ὀλύμπιον προσαγορευθέντα διὰ τὴν περὶ τὸν λόγον καὶ τὴν σύνεσιν ὑπερβεβλημένην δύναμιν, πυθόμενον ἀμφοτέρους αὐτοῦ τοὺς υἱοὺς μετηλλαχέναι τὸν βίον, Πάραλόν τε καὶ Ξάνθιππον, 
<milestone unit="tlnum" n="5"/> ὥς φησι Πρωταγόρας εἰπεῖν οὕτως <q>τῶν γὰρ υἱέων νεηνιέων<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">νεηνείων</foreign> H: <foreign xml:lang="grc">νεηνιῶν</foreign> </note> ἐόντων<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐόντων</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">ὄντων</foreign></note> καὶ καλῶν, ἐν ὀκτὼ δὲ τῇσι<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τῇσι</foreign> H: <foreign xml:lang="grc">ταῖς</foreign> </note> πάσῃσι ἡμέρῃσι ἀποθανόντων νηπενθέως ἀνέτλη· εὐδίης γὰρ εἴχετο, ἐξ ἧς πολλὸν ὤνητο κατὰ πᾶσαν 
<milestone unit="stephpage" xml:id="stephpage-118f" n="118f"/> ἡμέρην εἰς εὐποτμίην καὶ ἀνωδυνίην καὶ τὴν ἐν 
<milestone unit="tlnum" n="10"/> τοῖσι<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τοῖσι</foreign> H: <foreign xml:lang="grc">τοῖς</foreign> </note> πολλοῖσι δόξαν· πᾶς γάρ τίς μιν ὁρέων<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ὁρέων</foreign> H: <foreign xml:lang="grc">ὁρῶν</foreign> </note> τὰ ἑωυτοῦ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἑωυτοῦ</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">ἑαυτοῦ</foreign>. item lin. 13</note> πένθεα ἐρρωμένως φέροντα, μεγαλόφρονά τε καὶ ἀνδρήιον ἐδόκεε<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀνδρήιον ἐδόκεε</foreign> H: <foreign xml:lang="grc">ἀνδρεῖον ἐδόκει</foreign> </note> εἶναι καὶ ἑωυτοῦ κρέσσω,<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">κρέσσω</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">κρείσσω</foreign></note> κάρτα εἰδὼς τὴν ἑωυτοῦ ἐν τοιοῖσδε πράγμασι ἀμηχανίην</q> τοῦτον γὰρ εὐθὺς μετὰ τὴν προσαγγελίαν ἀμφοτέρων 
<milestone unit="tlnum" n="15"/> τῶν υἱέων οὐδὲν ἧττον ἐστεφανωμένον κατὰ τὸ πάτριον ἔθος καὶ λευχειμονοῦντα δημηγορεῖν <q>βουλὰς<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">βουλάς</foreign>] Homer. B 273</note> τʼ ἐξάρχοντʼ ἀγαθὰς</q> πρός τε τὸν πόλεμον ἐπιπαρορμῶντα τοὺς Ἀθηναίους. Ξενοφῶντα δὲ τὸν Σωκρατικὸν θύοντά ποτε, παρὰ τῶν ἀγγέλων τῶν 
<milestone unit="tlnum" n="20"/> ἀπὸ τοῦ πολέμου πυθόμενον ὅτι ὁ υἱὸς αὐτοῦ Γρύλλος 
<milestone unit="stephpage" xml:id="stephpage-119a" n="119a"/> ἀγωνιζόμενος ἐτελεύτησε, περιελόμενον τὸν στέφανον ἐξετάζειν τίνα τρόπον ἐτελεύτησε. τῶν δὲ ἀπαγγειλάντων ὅτι γενναίως ἀριστεύων καὶ πολλοὺς τῶν πολεμίων κατακτείνας, μικρὸν παντελῶς διασιωπήσαντα<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="lat">ita scripsi pro </foreign><foreign xml:lang="grc">διαστήσαντα</foreign></note> 
<milestone unit="tlnum" n="25"/> χρόνον καὶ τῷ λογισμῷ τὸ πάθος <pb xml:id="v.1.p.291"/> παρακατασχόντα, ἐπιθέμενον πάλιν τὸν στέφανον ἐπιτελεῖν τὴν θυσίαν, καὶ πρὸς τοὺς ἀγγέλους εἰπεῖν ὅτι <q>θεοῖς ηὐξάμην οὐκ ἀθάνατον οὐδὲ πολυχρόνιον γενέσθαι μοι τὸν υἱὸν τὸ γὰρ τοιοῦτον ἄδηλον εἰ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">εἰ</foreign> H: <foreign xml:lang="grc">ὅτι</foreign> </note> 
<milestone unit="tlnum" n="5"/> συμφέρει, ἀγαθὸν δὲ καὶ φιλόπατριν, ὃ δὴ καὶ γέγονεν.</q> 
<milestone unit="stephpage" xml:id="stephpage-119b" n="119b"/> Δίωνα δὲ τὸν Συρακόσιον συνεδρεύοντα μετὰ τῶν φίλων, κατὰ τὴν οἰκίαν θορύβου γενομένου καὶ μεγάλης κραυγῆς, πυθόμενον τὴν αἰτίαν καὶ τὸ συμβεβηκὸς ἀκούσαντα ὅτι ὁ υἱὸς αὐτοῦ 
<milestone unit="tlnum" n="10"/> καταπεσὼν ἀπὸ τοῦ στέγους ἐτελεύτησεν, οὐδὲν ἐκπλαγέντα τὸ μὲν σωμάτιον κελεῦσαι τοῦ μεταλλάξαντος ταῖς γυναιξὶ παραδοῦναι πρὸς τὴν νόμιμον ταφήν, αὐτὸν δὲ περὶ ὧν διεσκέπτετο μὴ παραλιπεῖν. τοῦτον ζηλῶσαι λέγεται καὶ Δημοσθένην τὸν ῥήτορα, 
<milestone unit="tlnum" n="15"/> τὴν μόνην καὶ ἀγαπητὴν ἀπολέσαντα θυγατέρα, περὶ ἧς φησιν Αἰσχίνης,<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Αἰσχίνης</foreign>] adv. Ctesiph. p. 64, 38</note> κατηγορεῖν αὐτοῦ δόξας, ταυτί. <q>ἑβδόμην δʼ ἡμέραν τῆς θυγατρὸς αὐτῷ τετελευτηκυίας, 
<milestone unit="stephpage" xml:id="stephpage-119c" n="119c"/> πρὶν πενθῆσαι καὶ τὰ νομιζόμενα ποιῆσαι, στεφανωσάμενος καὶ λευκὴν ἐσθῆτα ἀναλαβὼν ἐβουθύτει 
<milestone unit="tlnum" n="20"/> καὶ παρενόμει,<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">παρενόμει</foreign> Aeschines: <foreign xml:lang="grc">παρηνόμει</foreign> </note> τὴν μόνην ὁ δείλαιος καὶ πρώτην αὐτὸν πατέρα προσειποῦσαν ἀπολέσας.</q> οὗτος μὲν οὖν ῥητορικῶς προθέμενος αὐτοῦ κατηγορῆσαι ταῦτα διεξῆλθεν, ἀγνοῶν ὅτι διὰ τούτων αὐτὸν ἐπαινεῖ τὸ πενθεῖν παρωσάμενον καὶ τὸ φιλόπατρι 
<milestone unit="tlnum" n="25"/> πρὸ τῆς τῶν ἀναγκαίων συμπαθείας ἐπιδειξάμενον. Ἀντίγονον δὲ τὸν βασιλέα πυθόμενον τὴν Ἀλκυονέως τοῦ υἱοῦ τελευτὴν ἐν παρατάξει γενομένην <pb xml:id="v.1.p.292"/> μεγαλοφρόνως τε πρὸς τοὺς ἀπαγγείλαντας αὐτῷ τὴν συμφορὰν ἀπιδεῖν καὶ μικρὸν ἐπισχόντα καὶ κατηφιάσαντα 
<milestone unit="stephpage" xml:id="stephpage-119d" n="119d"/> προσειπεῖν <q>ὦ Ἀλκυονεῦ, ὀψίτερον μετήλλαξας τὸν βίον, οὕτως ἀφειδῶς ἐξορμῶν πρὸς<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πρὸς</foreign>] <foreign xml:lang="grc">ἐπὶ</foreign> H</note> τοὺς 
<milestone unit="tlnum" n="5"/> πολεμίους καὶ οὔτε τῆς ἑαυτοῦ σωτηρίας οὔτε τῶν ἐμῶν παραινέσεων φροντίζων</q> Τούτους δὴ τοὺς ἄνδρας θαυμάζουσι μὲν τῆς μεγαλοφροσύνης πάντες καὶ ἄγανται, μιμεῖσθαι δʼ ἐπὶ τῶν ἔργων οὐ δύνανται διὰ τὴν ἐκ τῆς ἀπαιδευσίας ἀσθένειαν τῆς ψυχῆς. 
<milestone unit="tlnum" n="10"/> πλὴν πολλῶν ὄντων παραδειγμάτων τῶν διὰ τῆς ἱστορίας ἡμῖν παραδιδομένων τῆς τε Ἑλληνικῆς καὶ τῆς Ῥωμαϊκῆς τῶν γενναίως καὶ καλῶς ἐν ταῖς τῶν ἀναγκαίων τελευταῖς διαγενομένων ἀποχρήσει τὰ εἰρημένα πρὸς τὴν ἀπόθεσιν τοῦ πάντων<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πάντων</foreign> R: <foreign xml:lang="grc">παντὸς</foreign> </note> ἀνιαροτάτου 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-119e" n="119e"/> πένθους καὶ τῆς ἐν τούτῳ πρὸς οὐδὲν χρήσιμον ματαιοπονίας. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>