<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2:26</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2:26</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2"><div type="textpart" subtype="section" n="26"><p rend="indent">διὸ τοὺς εὖ φρονοῦντας ἐπὶ τοῖς ἀποθνῄσκουσιν οὐ χρὴ πέρα τοῦ φυσικοῦ καὶ μετρίου τῆς περὶ τὴν τύχην<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τύχην</foreign> W: <foreign xml:lang="grc">ψυχὴν</foreign> </note> λύπης εἰς ἄπρακτα καὶ βαρβαρικὰ πένθη παρεκτρέπεσθαι καὶ τοῦθʼ ὅπερ πολλοῖς ἤδη 
<milestone unit="tlnum" n="5"/> συνέβη περιμένειν, ὥστε πρὶν ἀπώσασθαι τὰ πένθη κακουχουμένους τελευτῆσαι τὸν βίον καὶ ἐν τοῖς πενθίμοις τῆς κακοδαίμονος ταφῆς μεταλαβεῖν, ἅμα τῶν τε ἀνιαρῶν καὶ τῶν ἐκ τῆς ἀλογιστίας κακῶν συγκηδευομένων αὐτοῖς, ὥστʼ ἐπιφθέγξασθαι τὸ Ὁμηρικὸν 
<milestone unit="tlnum" n="10"/> <quote rend="blockquote"><l> μυρομένοισι<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Μυρομένοισι</foreign>] <foreign xml:lang="grc">Ψ</foreign> 109. <foreign xml:lang="grc">α</foreign> 423. <foreign xml:lang="grc">ς</foreign> 305</note> δὲ τοῖσι μέλας ἐπὶ ἕσπερος ἦλθε.</l></quote> διὸ καὶ πολλάκις αὑτοῖς προσδιαλέγεσθαι χρὴ <q>τί 
<milestone unit="stephpage" xml:id="stephpage-114f" n="114f"/> δέ; παυσόμεθά ποτε λυπούμενοι ἢ ἀκαταπαύστῳ συμφορᾷ συνεσόμεθα μέχρι παντὸς τοῦ βίου;</q> τὸ γὰρ δὴ ἀτελεύτητον νομίζειν τὸ πένθος ἀνοίας ἐστὶν 
<milestone unit="tlnum" n="15"/> ἐσχάτης, καίτοι γʼ ὁρῶντας ὡς καὶ οἱ βαρυλυπότατοι καὶ πολυπενθέστατοι πραότατοι γίγνονται πολλάκις ὑπὸ τοῦ χρόνου, καὶ ἐν οἷς ἐδυσχέραινον σφόδρα μνήμασιν ἀνοιμώζοντες καὶ στερνοτυπούμενοι λαμπρὰς εὐωχίας συνίστανται μετὰ μουσουργῶν καὶ τῆς 
<milestone unit="tlnum" n="20"/> ἄλλης διαχύσεως. μεμηνότος οὖν ἐστι τὸ οὕτως 
<milestone unit="stephpage" xml:id="stephpage-115a" n="115a"/> ὑπολαμβάνειν παράμονον ἕξειν τὸ πένθος. ἀλλʼ εἰ λογίζοινθʼ ὅτι παύσεταί τινος γενομένου, προσαναλογίσαιντʼ ἂν χρόνου δηλαδή τι ποιήσαντος· τὸ μὲν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὸ μὲν</foreign>] <foreign xml:lang="grc">τὸ</foreign> H</note> γὰρ γεγενημένον οὐδὲ θεῷ δυνατόν ἐστι ποιῆσαι 
<milestone unit="tlnum" n="25"/> ἀγένητον. οὐκοῦν τὸ νῦν παρʼ ἐλπίδα συμβεβηκὸς καὶ παρὰ τὴν ἡμετέραν δόξαν ἔδειξε τὸ εἰωθὸς περὶ πολλοὺς γίγνεσθαι διʼ αὐτῶν τῶν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὐῶν τῶν</foreign>] <foreign xml:lang="grc">τῶν αὐτῶν</foreign>?</note> ἔργων. τί οὖν; <pb xml:id="v.1.p.281"/> ἆρά γʼ ἡμεῖς τοῦτο διὰ τοῦ λόγου μαθεῖν οὐ δυνάμεθα οὐδʼ ἐπιλογίσασθαι, ὅτι <q>πλείη<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πλείη</foreign>] Hesiod. OD 101</note> μὲν γαῖα κακῶν, πλείη δὲ θάλασσα</q> καὶ τὰ <quote rend="blockquote"><l> τοιάδε θνητοῖσι κακὰ κακῶν<note resp="editor" place="unspecified" anchored="true">Bergk. 3 p. 689</note> 
<milestone unit="tlnum" n="5"/> </l><l>ἀμφί τε κῆρες εἰλεῦνται, κενεὴ δʼ εἴσδυσις οὐδʼ 
<milestone unit="stephpage" xml:id="stephpage-115b" n="115b"/> </l><l>αἰθέρι;</l></quote> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>