<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2:22</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2:22</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2"><div type="textpart" subtype="section" n="22"><p rend="indent">διὸ καὶ πάνυ καλῶς ὁ Πλάτων<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτων</foreign>] Rep. p. 604 b</note> ἔοικε παραινεῖν 
<milestone unit="tlnum" n="10"/> ἐν <q>ταῖς</q> τοιαύταις <q>συμφοραῖς ἡσυχίαν ἔχειν, ὡς οὔτε δήλου ὄντος τοῦ κακοῦ καὶ τοῦ ἀγαθοῦ, 
<milestone unit="stephpage" xml:id="stephpage-112f" n="112f"/> οὔτʼ εἰς τὸ πρόσθεν οὐδὲν προβαῖνον τῷ χαλεπῶς φέροντι· ἐμποδὼν γὰρ γίγνεσθαι τὸ λυπεῖσθαι τῷ βουλεύεσθαι περὶ τοῦ γεγονότος καὶ ὥσπερ ἐν πτώσει 
<milestone unit="tlnum" n="15"/> κύβων πρὸς τὰ πεπτωκότα τίθεσθαι τὰ ἑαυτοῦ πράγματα, ὅπῃ λόγος αἱρεῖ βέλτιστʼ ἂν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">βέλτιστʼ ἂν</foreign> Plato: <foreign xml:lang="grc">βέλτιστα</foreign> </note> ἔχειν. οὐ δεῖν οὖν προσπταίσαντας καθάπερ παῖδας ἐχομένους τοῦ πληγέντος βοᾶν, ἀλλʼ ἐθίζειν τὴν ψυχὴν ὅτι τάχιστα γίγνεσθαι περὶ τὸ ἰᾶσθαί τε καὶ ἐπανορθοῦν 
<milestone unit="tlnum" n="20"/> τὸ πεσόν τε καὶ νοσῆσαν, ἰατρικῇ θρηνῳδίαν ἀφανίζοντας.</q> Τὸν τῶν Λυκίων νομοθέτην φασὶ προστάξαι τοῖς αὑτοῦ πολίταις, ἐπὰν πενθῶσι, γυναικείαν ἀμφιεσαμένους ἐσθῆτα πενθεῖν, ἐμφαίνειν 
<milestone unit="stephpage" xml:id="stephpage-113a" n="113a"/> βουληθέντα ὅτι γυναικῶδες τὸ πάθος καὶ οὐχ ἁρμόττον 
<milestone unit="tlnum" n="25"/> ἀνδράσι κοσμίοις καὶ παιδείας ἐλευθερίου<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐλευθερίου</foreign> Hertlinus: <foreign xml:lang="grc">ἐλευθέρου</foreign> </note> <pb xml:id="v.1.p.276"/> μεταπεποιημένοις. θῆλυ γὰρ ὄντως καὶ ἀσθενὲς καὶ ἀγεννὲς; τὸ πενθεῖν· γυναῖκες; γὰρ ἀνδρῶν εἰσι φιλοπενθέστεραι καὶ οἱ βάρβαροι τῶν Ἑλλήνων καὶ οἱ χείρους ἄνδρες τῶν ἀμεινόνων, καὶ αὐτῶν δὲ τῶν 
<milestone unit="tlnum" n="5"/> βαρβάρων οὐχ οἱ γενναιότατοι Κελτοὶ καὶ Γαλάται καὶ πάντες οἱ φρονήματος ἀνδρειοτέρου πεφυκότες ἔμπλεοι, μᾶλλον δʼ, εἴπερ ἄρα, Αἰγύπτιοί τε καὶ Σύροι καὶ Λυδοὶ καὶ πάντες ὅσοι τούτοις παραπλήσιοι. 
<milestone unit="stephpage" xml:id="stephpage-113b" n="113b"/> τούτων γὰρ τοὺς μὲν εἰς βόθρους τινὰς 
<milestone unit="tlnum" n="10"/> καταδύντας ἱστοροῦσιν ἐπὶ πλείους ἡμέρας μένειν, μηδὲ τὸ τοῦ ἡλίου φῶς ὁρᾶν βουλομένους, ἐπειδὴ καὶ ὁ τετελευτηκὼς ἀπεστέρηται τούτου. Ἴων<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἰων</foreign>] Nauck. p. 576</note> γοῦν ὁ τραγικὸς ποιητής, οὐκ ἀνήκοος ὢν τῆς τούτων εὐηθείας, πεποίηκέ τινα λέγουσαν 
<milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"><l>ἐξῆλθον ὑμῶν ἱκέτις ἡβώντων τροφὸς </l><l>παίδων, βόθρους λιποῦσα πενθητηρίους </l></quote> τινὲς δὲ τῶν βαρβάρων καὶ μέρη τοῦ σώματος ἀποτέμνουσι, ῥῖνας καὶ ὦτα καὶ τὸ ἄλλο σῶμα καταικίζοντες, δοκοῦντές τι χαρίζεσθαι τοῖς τετελευτηκόσιν 
<milestone unit="tlnum" n="20"/> ἀπαρτώμενοι τῆς κατὰ φύσιν ἐν τοῖς τοιούτοις μετριοπαθείας. 
<milestone unit="stephpage" xml:id="stephpage-113c" n="113c"/> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>