<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2:20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2:20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2"><div type="textpart" subtype="section" n="20"><p rend="indent">τὸ δʼ ὅλον εἴποι τις ἂν πρὸς τὸν πενθοῦντα <q>πότερα παύσῃ ποτὲ δυσφορῶν ἢ ἀεὶ δεῖν οἰήσῃ 
<milestone unit="tlnum" n="5"/> λυπεῖσθαι καὶ παρʼ ὅλον τὸν βίον; εἰ μὲν γὰρ ἀεὶ μενεῖς ἐπὶ τῇ δυσπαθείᾳ ταύτῃ, τελείαν ἀθλιότητα 
<milestone unit="stephpage" xml:id="stephpage-112c" n="112c"/> σεαυτῷ παρέξεις καὶ πικροτάτην κακοδαιμονίαν διὰ ψυχῆς ἀγέννειαν καὶ μαλακίαν εἰ δὲ μεταθήσῃ ποτέ, τί οὐκ ἤδη μετατίθεσαι καὶ σεαυτὸν ἀνέλκεις ἐκ τῆς 
<milestone unit="tlnum" n="10"/> ἀτυχίας; οἷς γὰρ λόγοις τοῦ χρόνου προϊόντος χρησάμενος ἀπολυθήσῃ, τούτοις νῦν προσσχὼν ἀπαλλάγηθι τῆς κακουχίας· καὶ γὰρ ἐπὶ τῶν σωματικῶν παθημάτων ἡ ταχίστη τῆς ἀπαλλαγῆς ὁδὸς ἀμείνων. ὃ οὖν μέλλεις τῷ χρόνῳ χαρίζεσθαι, τοῦτο τῷ 
<milestone unit="tlnum" n="15"/> λόγῳ χάρισαι καὶ τῇ παιδείᾳ, καὶ σεαυτὸν ἔκλυσαι τῶν κακῶν.</q> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>