<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2:17</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2:17</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2"><div type="textpart" subtype="section" n="17"><p rend="indent">καθόλου γὰρ χρὴ διανοεῖσθαι πάντα τινὰ 
<milestone unit="tlnum" n="10"/> καὶ πρὸς αὑτὸν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αὑτὸν</foreign><foreign xml:lang="lat">scripsi</foreign>: <foreign xml:lang="grc">αὐτὸν</foreign></note> καὶ πρὸς ἄλλον διεξιόντα μετὰ σπουδῆς; ὡς οὐχ ὁ μακρότατος βίος ἄριστος ἀλλʼ ὁ σπουδαιότατος οὐδὲ γὰρ ὁ πλεῖστα κιθαρῳδήσας ἢ 
<milestone unit="stephpage" xml:id="stephpage-111b" n="111b"/> ῥητορεύσας ἢ κυβερνήσας ἀλλʼ ὁ καλῶς ἐπαινεῖται. τὸ γὰρ καλὸν οὐκ ἐν μήκει χρόνου θετέον, ἀλλʼ ἐν 
<milestone unit="tlnum" n="15"/> ἀρετῇ καὶ τῇ καιρίῳ συμμετρίᾳ τοῦτο γὰρ εὔδαιμον καὶ θεοφιλὲς εἶναι νενόμισται. διὰ τοῦτο γοῦν τοὺς ὑπεροχωτάτους τῶν ἡρώων καὶ φύντας ἀπὸ θεῶν πρὸ γήρως ἐκλιπόντας τὸν βίον οἱ ποιηταὶ παρέδοσαν ἡμῖν, ὥσπερ κἀκεῖνον 
<milestone unit="tlnum" n="20"/> <quote rend="blockquote"><l>ὃν περὶ κῆρι φίλει Ζεὺς τʼ αἰγίοχος καὶ Ἀπόλλων </l><note resp="editor" place="unspecified" anchored="true">Homer. o 245</note><l> παντοίην φιλότητʼ, οὐδʼ ἵκετο γήραος; οὐδόν</l></quote> τὴν γὰρ εὐκαιρίαν μᾶλλον, οὐ τὴν εὐγηρίαν πανταχῆ 
<milestone unit="stephpage" xml:id="stephpage-111c" n="111c"/> θεωροῦμεν πρωτεύουσαν. καὶ γὰρ φυτῶν ἄριστα 
<milestone unit="tlnum" n="25"/> τὰ πλείστας καρπῶν ἐν βραχεῖ φορὰς<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πλείστας - φορὰς</foreign>] <foreign xml:lang="grc">πλείστην - φορὰν</foreign> H</note> ποιούμενα, καὶ ζῴων ἀφʼ ὧν ἐν οὐ πολλῷ χρόνῳ πολλὴν πρὸς <pb xml:id="v.1.p.272"/> τὸν βίον ὠφέλειαν ἔχομεν. τό τε πολὺ δήπουθεν ἢ μικρὸν οὐδὲν διαφέρειν δοκεῖ πρὸς τὸν ἄπειρον ἀφορῶσιν αἰῶνα. τὰ γὰρ χίλια καὶ τὰ μύρια κατὰ Σιμωνίδην ἔτη στιγμὴ τίς ἐστιν ἀόριστος, μᾶλλον 
<milestone unit="tlnum" n="5"/> δὲ μόριόν τι βραχύτατον στιγμῆς. ἐπεὶ καὶ τῶν ζῴων ἐκείνων, ἅπερ ἱστοροῦσι περὶ τὸν Πόντον γιγνόμενα τὴν ζωὴν ἔχειν ἡμερησίαν, ἕωθεν μὲν γεννώμενα, μέσης δʼ ἡμέρας ἀκμάζοντα, δείλης δὲ γηρῶντα καὶ τελειοῦντα τὸ ζῆν, οὐχὶ κἀκείνων ἦν 
<milestone unit="tlnum" n="10"/> ἂν τὸ καθʼ ἡμᾶς πάθος τοῦτο, εἴπερ ψυχή τις ἀνθρωπίνη καὶ λογισμὸς ἑκάστοις ἐνῆν, καὶ ταὐτὰ 
<milestone unit="stephpage" xml:id="stephpage-111d" n="111d"/> δήπου γʼ ἂν συνέπιπτεν, ὥστε τὰ πρὸ μέσης τῆς ἡμέρας ἐκλείποντα θρήνους παρέχειν καὶ δάκρυα; τὰ δὲ διημερεύσαντα πάντως ἂν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">πάντως ἂν</foreign>] <foreign xml:lang="grc">πάντως</foreign> H</note> εὐδαιμονίζεσθαι; μέτρον 
<milestone unit="tlnum" n="15"/> γὰρ τοῦ βίου τὸ καλόν, οὐ τὸ τοῦ χρόνου μῆκος, </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>