<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2:13</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2:13</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2"><div type="textpart" subtype="section" n="13"><p rend="indent">εἴ γε μὴν ἀποδημίᾳ προσέοικεν ὁ θάνατος, οὐδʼ οὕτως ἐστὶ κακόν μήποτε δὲ καὶ τοὐναντίον ἀγαθόν.<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἀγαθόν τοι</foreign>? <foreign xml:lang="grc">τὸ γὰρ ἀδούλωτον τῇ</foreign> Duebnerus: <foreign xml:lang="grc">τοῦτο γὰρ δεδούλωται</foreign> </note> τὸ γὰρ ἀδούλωτον τῇ σαρκὶ καὶ τοῖς ταύτης πάθεσι διάγειν, ὑφʼ ὧν κατασπώμενος ὁ νοῦς 
<milestone unit="tlnum" n="15"/> 
<milestone unit="stephpage" xml:id="stephpage-108a" n="108a"/> τῆς θνητῆς ἀναπίμπλαται φλυαρίας, εὔδαιμόν τι καὶ μακάριον. <q>μυρίας μὲν γὰρ ἡμῖν</q> φησὶν ὁ Πλάτων<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πλάτων</foreign>] Phaed. p. 66 b</note> <q>ἀσχολίας παρέχει τὸ σῶμα διὰ τὴν ἀναγκαίαν τροφὴν ἔτι δʼ ἐάν τινες νόσοι προσπέσωσιν, ἐμποδίζουσιν ἡμῖν τὴν τοῦ ὄντος θήραν, ἐρώτων δὲ καὶ 
<milestone unit="tlnum" n="20"/> ἐπιθυμιῶν καὶ φόβων καὶ εἰδώλων παντοδαπῶν καὶ φλυαρίας ἐμπίπλησιν ἡμᾶς, ὥστε τὸ λεγόμενον ὡς ἀληθῶς τῷ ὄντι ὑπʼ αὐτοῦ οὐδὲ φρονῆσαι ἡμῖν ἐγγίγνεται οὐδέποτʼ οὐδέν. καὶ γὰρ πολέμους καὶ στάσεις καὶ μάχας οὐδὲν ἄλλο παρέχει ἢ τὸ σῶμα 
<milestone unit="tlnum" n="25"/> καὶ αἱ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">αἱ</foreign> Plato: <foreign xml:lang="grc">αἱ ἀπὸ</foreign> </note> τούτου ἐπιθυμίαι· διὰ γὰρ τὴν τῶν χρημάτων 
<milestone unit="stephpage" xml:id="stephpage-108b" n="108b"/> κτῆσιν πάντες οἱ πόλεμοι γίγνονται· τὰ δὲ <pb xml:id="v.1.p.264"/> χρήματα ἀναγκαζόμεθα κτᾶσθαι διὰ τὸ σῶμα, δουλεύοντες τῇ τούτου θεραπείᾳ· καὶ ἐκ τούτου ἀσχολίαν ἄγομεν φιλοσοφίας πέρι διὰ ταῦτα πάντα. τὸ δʼ ἔσχατον πάντων, ὅτι ἐάν τις ἡμῖν καὶ σχολὴ γένηται 
<milestone unit="tlnum" n="5"/> ἀπʼ αὐτοῦ καὶ τραπώμεθα πρὸς τὸ σκοπεῖν τι, ἐν ταῖς ζητήσεσι πανταχοῦ παραπῖπτον θόρυβον παρέχει καὶ ταραχὴν καὶ ἐκπλήττει, ὥστε μὴ δύνασθαι ὑπʼ αὐτοῦ καθορᾶν τἀληθές, ἀλλὰ τῷ ὄντι ἡμῖν δέδεικται ὅτι εἰ μέλλομέν ποτε καθαρῶς τι εἴσεσθαι, 
<milestone unit="tlnum" n="10"/> ἀπαλλακτέον αὐτοῦ καὶ αὐτῇ τῇ ψυχῇ θεατέον αὐτὰ 
<milestone unit="stephpage" xml:id="stephpage-108c" n="108c"/> τὰ πράγματα· καὶ τότε, ὡς ἔοικεν, ἡμῖν ἔσται οὗ ἐπιθυμοῦμεν καὶ οὗ φαμεν ἐρᾶν (ἔστι δὲ φρόνησις), ἐπειδὰν τελευτήσωμεν, ὡς ὁ λόγος σημαίνει, ζῶσι δʼ οὔ. εἰ γὰρ μὴ οἷόν τε μετὰ τοῦ σώματος μηδὲν 
<milestone unit="tlnum" n="15"/> καθαρῶς γνῶναι, δυοῖν θάτερον, ἢ οὐδαμοῦ ἔστι κτήσασθαι τὸ εἰδέναι ἢ τελευτήσασι τότε γὰρ αὐτὴ καθʼ αὑτὴν ἔσται ἡ ψυχὴ χωρὶς τοῦ σώματος, πρότερον δʼ οὔ. καὶ ἐν ᾧ ἂν ζῶμεν, οὕτως, ὡς ἔοικεν, ἐγγυτάτω ἐσόμεθα τοῦ εἰδέναι, ἐὰν ὅτι μάλιστα 
<milestone unit="tlnum" n="20"/> μηδὲν ὁμιλῶμεν τῷ σώματι μηδὲ κοινωνῶμεν, ὅτι μὴ πᾶσα ἀνάγκη, μηδὲ ἀναπιμπλώμεθα τῆς τούτου φύσεως, ἀλλὰ καθαρεύωμεν ἀπʼ αὐτοῦ, ἕως ἂν ὁ 
<milestone unit="stephpage" xml:id="stephpage-108d" n="108d"/> θεὸς αὐτὸς ἀπολύσῃ ἡμᾶς. καὶ οὕτω μὲν ἀπαλλαττόμενοι τῆς τοῦ σώματος ἀφροσύνης, ὡς τὸ εἰκός, 
<milestone unit="tlnum" n="25"/> μετὰ τοιούτων ἐσόμεθα, διʼ ἡμῶν αὐτῶν πᾶν τὸ εἰλικρινὲς ὁρῶντες· τοῦτο δʼ ἐστὶ τὸ ἀληθές. μὴ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι μὴ οὐ θεμιτὸν ᾖ.</q> ὥστʼ εἰ καὶ προσέοικε μετάγειν εἰς ἕτερον τόπον ὁ θάνατος, οὐκ ἔστι κακόν· μήποτε γὰρ καὶ τῶν ἀγαθῶν <pb xml:id="v.1.p.265"/>  ἀναφαίνηται, καθάπερ ἀπέδειξεν ὁ Πλάτων. διὸ καὶ πάνυ δαιμονίως ὁ Σωκράτης<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σωκράτης</foreign>] Plat. Apol. p. 29 a</note> πρὸς τοὺς δικαστὰς 
<milestone unit="stephpage" xml:id="stephpage-108e" n="108e"/> τοιαῦτʼ ἔφη <q>τὸ γὰρ δεδιέναι, ὦ ἄνδρες, τὸν θάνατον οὐδὲν ἄλλο ἐστὶν ἢ δοκεῖν σοφὸν εἶναι μὴ ὄντα· 
<milestone unit="tlnum" n="5"/> δοκεῖν γὰρ εἰδέναι ἐστὶν ἃ οὐκ οἶδεν. οἶδε μὲν γὰρ οὐδεὶς; τὸν θάνατον οὐδʼ εἰ τυγχάνει τῷ ἀνθρώπῳ μέγιστον πάντων ὄν τῶν ἀγαθῶν, δεδίασι δʼ ὡς εὖ εἰδότες ὅτι μέγιστον τῶν κακῶν ἐστιν.</q> οὐκ ἀπᾴδειν δʼ ἔοικε τούτων οὐδʼ ὁ εἰπών 
<milestone unit="tlnum" n="10"/> <quote rend="blockquote"><l>μηδεὶς φοβείσθω θάνατον ἀπόλυσιν πόνων,</l><note resp="editor" place="unspecified" anchored="true">Nauck. p. 697</note></quote> ἀλλὰ καὶ κακῶν τῶν μεγίστων. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>