<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2:10-12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2:10-12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg076.perseus-grc2"><div type="textpart" subtype="section" n="10"><p rend="indent">ὁ δʼ Αἰσχύλος<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Αἰσχύλος</foreign>] Nauck. p. 84</note> καλῶς ἔοικεν ἐπιπλήττειν τοῖς νομίζουσι τὸν θάνατον εἶναι κακόν, λέγων ὧδε <quote rend="blockquote"><l>ὡς οὐ δικαίως θάνατον ἔχθουσιν βροτοί, 
<milestone unit="tlnum" n="15"/> </l><l>ὅσπερ μέγιστον ῥῦμα τῶν πολλῶν κακῶν</l></quote> τοῦτον γὰρ ἀπεμιμήσατο καὶ ὁ εἰπών 
<milestone unit="stephpage" xml:id="stephpage-106d" n="106d"/> <quote rend="blockquote"><l>ὦ θάνατε παιὰν ἰατρὸς μόλοις</l><note resp="editor" place="unspecified" anchored="true">Nauck. p. 64</note></quote> </p><p rend="indent"><q>λιμὴν</q> γὰρ ὄντως <q>Ἀίδας ἀνʼ αἶαν. μέγα γάρ</q> ἐστι τὸ μετὰ πείσματος τεθαρρηκότος εἰπεῖν 
<milestone unit="tlnum" n="20"/> <quote rend="blockquote"><l>τίς δʼ ἐστὶ δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν;</l><note resp="editor" place="unspecified" anchored="true">id. p. 523</note></quote> καὶ <quote rend="blockquote"><l>ᾍδην δʼ ἔχων βοηθὸν οὐ τρέμω σκιάς</l><note resp="editor" place="unspecified" anchored="true">id. p. 697</note></quote> τί γὰρ τὸ χαλεπόν ἐστι καὶ τὸ δυσανιῶν καὶ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δυσανιῶν καὶ</foreign>] fort. <foreign xml:lang="grc">δυσάνιον καὶ</foreign> ** <foreign xml:lang="lat">ut adiectivum suppleatur.</foreign> cf. lin. 26 <foreign xml:lang="grc">δυσαλγῆ</foreign> </note> ἐν τῷ τεθνάναι; τὰ γὰρ τοῦ θανάτου μήποτε καὶ λίαν 
<milestone unit="tlnum" n="25"/> ἡμῖν ὄντα συνήθη καὶ συμφυᾶ πάλιν οὐκ οἶδʼ ὅπως δυσαλγῆ δοκεῖ εἶναι. τί γὰρ θαυμαστὸν εἰ τὸ τμητὸν <pb xml:id="v.1.p.260"/>  τέτμηται, εἰ τὸ τηκτὸν τέτηκται, εἰ τὸ καυστὸν 
<milestone unit="stephpage" xml:id="stephpage-106e" n="106e"/> κέκαυται, εἰ τὸ φθαρτὸν ἔφθαρται; πότε γὰρ ἐν ἡμῖν αὐτοῖς ἔστιν ἢ οὐκ ἔστιν<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἢ οὐκ ἔστιν</foreign><foreign xml:lang="lat">addidi</foreign></note> ὁ θάνατος; καί, φησιν Ἡράκλειτος,<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ἡράκλειτος</foreign>] Mullach. 1 p. 321</note> <q>ταὐτὸ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ταύτῷ</foreign></note> γʼ ἔνι ζῶν καὶ τεθνηκὸς 
<milestone unit="tlnum" n="5"/> καὶ τὸ ἐγρηγορὸς καὶ τὸ<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">τὸ</foreign><foreign xml:lang="lat">et</foreign><foreign xml:lang="grc">τὸ</foreign> del. R <foreign xml:lang="lat">facile sane</foreign></note> καθεῦδον καὶ νέον καὶ γηραιὸν τάδε γὰρ μεταπεσόντα ἐκεῖνά ἐστι, κἀκεῖνα πάλιν μεταπεσόντα ταῦτα.</q> ὡς γὰρ ἐκ τοῦ αὐτοῦ πηλοῦ δύναταί τις πλάττων ζῷα συγχεῖν καὶ πάλιν πλάττειν καὶ συγχεῖν καὶ τοῦθʼ ἓν παρʼ ἓν ποιεῖν 
<milestone unit="tlnum" n="10"/> ἀδιαλείπτως, οὕτω καὶ ἡ φύσις ἐκ τῆς αὐτῆς ὕλης 
<milestone unit="stephpage" xml:id="stephpage-106f" n="106f"/> πάλαι μὲν τοὺς προγόνους ἡμῶν ἀνέσχεν, εἶτα συνεχεῖς αὐτοῖς<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">συνεχεῖς αὐτοῖς</foreign>] <foreign xml:lang="grc">συγχέασʼ αὐτοὶς</foreign> Sauppius</note> ἐγέννησε τοὺς πατέρας, εἶθʼ ἡμᾶς, εἶτʼ ἄλλους ἐπʼ ἄλλοις ἀνακυκλήσει. καὶ ὁ τῆς γενέσεως ποταμὸς οὕτως ἐνδελεχῶς ῥέων οὔποτε στήσεται, 
<milestone unit="tlnum" n="15"/> καὶ πάλιν ὁ ἐξ ἐναντίας αὐτῷ ὁ τῆς φθορᾶς εἴτʼ Ἀχέρων εἴτε Κωκυτὸς καλούμενος ὑπὸ τῶν ποιητῶν, ἡ πρώτη οὖν αἰτία ἡ δείξασα ἡμῖν τὸ τοῦ ἡλίου φῶς, ἡ αὐτὴ καὶ τὸν ζοφερὸν ᾍδην ἄγει. καὶ μήποτε τοῦδʼ εἰκὼν ᾖ ὁ περὶ ἡμᾶς ἀήρ, ἓν παρʼ ἓν 
<milestone unit="tlnum" n="20"/> ἡμέραν καὶ νύκτα ποιῶν, ἐπαγωγοὺς<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">ἐπαγωγοὺς</foreign> Emperius: <foreign xml:lang="grc">ἐπαγωγὰς</foreign> </note> ζωῆς τε καὶ θανάτου καὶ ὕπνου καὶ ἐγρηγόρσεως. διὸ καὶ μοιρίδιον χρέος εἶναι λέγεται τὸ ζῆν, ὡς ἀποδοθησόμενον 
<milestone unit="stephpage" xml:id="stephpage-107a" n="107a"/>ὃ ἐδανείσαντο ἡμῶν οἱ προπάτορες. ὃ δὴ καὶ εὐκόλως καταβλητέον καὶ ἀστενάκτως, ὅταν ὁ 
<milestone unit="tlnum" n="25"/> δανείσας ἀπαιτῇ· εὐγνωμονέστατοι γὰρ ἂν οὕτω φανείημεν. <pb xml:id="v.1.p.261"/> </p></div><div type="textpart" subtype="section" n="11"><p rend="indent">οἶμαι δὲ καὶ τὴν φύσιν ὁρῶσαν τὸ τʼ ἄτακτον καὶ βραχυχρόνιον τοῦ βίου ἄδηλον ποιῆσαι τὴν τοῦ θανάτου προθεσμίαν τοῦτο γὰρ ἦν ἄμεινον. εἰ γὰρ προῄδειμεν, κἂν προεξετήκοντό τινες ταῖς 
<milestone unit="tlnum" n="5"/> λύπαις καὶ πρὶν ἀποθανεῖν ἐτεθνήκεσαν. ὅρα δὲ καὶ τοῦ βίου τὸ ὀδυνηρὸν καὶ τὸ πολλαῖς φροντίσιν ἐπηντλημένον, ἃς εἰ βουλοίμεθα καταριθμεῖσθαι, λίαν ἂν αὐτοῦ καταγνοίημεν, ἐπαληθεύσαιμεν δὲ καὶ τὴν παρʼ ἐνίοις κρατοῦσαν δόξαν ὡς ἄρα κρεῖττόν ἐστι 
<milestone unit="tlnum" n="10"/> τὸ τεθνάναι τοῦ ζῆν. ὁ γοῦν Σιμωνίδης<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σιμωνίδης</foreign>] Bergk. 3 p. 407</note> 
<milestone unit="stephpage" xml:id="stephpage-107b" n="107b"/> <quote rend="blockquote"><l>ἀνθρώπων φησὶν ὀλίγον μὲν κάρτος, ἄπρακτοι </l><l> δὲ μεληδόνες, </l><l> αἰῶνι δὲ παύρῳ πόνος ἀμφὶ πόνῳ. </l><l>ὁ δʼ ἄφυκτος ὁμῶς ἐπικρέμαται θάνατος· 
<milestone unit="tlnum" n="15"/> </l><l>κείνου γὰρ ἴσον λάχον μέρος οἳ τʼ ἀγαθοὶ </l><l>ὅστις τε κακός.</l></quote> Πίνδαρος<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Πίνδαρος</foreign>] Pyth. III 81</note> δὲ <quote rend="blockquote"><l>ἓν παρʼ ἐσθλὸν σύνδυο πήματα δαίονται<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">δαίονται</foreign> Pindarus: <foreign xml:lang="grc">δαίνυνται</foreign> </note> βροτοῖς. </l><l>ἀθάνατοι. τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ 
<milestone unit="tlnum" n="20"/> φέρειν</l></quote> Σοφοκλῆς<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σοφοκλῆς</foreign>] Nauck. p. 248</note> δέ <quote rend="blockquote"><l>σὺ δʼ ἄνδρα θνητὸν εἰ κατέφθιτο στένεις, </l><l>εἰδὼς τὸ μέλλον οὐδὲν εἰ κέρδος φέρει;</l></quote> Εὐριπίδης<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Εὐριπίδης</foreign>] Alc. 780</note> δὲ 
<milestone unit="tlnum" n="25"/> <quote rend="blockquote"><l>τὰ θνητὰ πράγματʼ οἶδας ἣν ἔχει φύσιν; 
<milestone unit="stephpage" xml:id="stephpage-107c" n="107c"/> </l><l>δοκῶ μὲν οὔ πόθεν γάρ; ἀλλʼ ἄκουέ μου. <pb xml:id="v.1.p.262"/> </l><l>βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται, </l><l>κοὐκ ἔστιν αὐτῶν ὅστις ἐξεπίσταται </l><l>τὴν αὔριον μέλλουσαν εἰ βιώσεται. </l><l>τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται.</l></quote> 
<milestone unit="tlnum" n="5"/> τοιούτου δὴ τοῦ βίου τῶν ἀνθρώπων ὄντος οἷον οὗτοί φασι, πῶς οὐκ εὐδαιμονίζειν μᾶλλον προσήκει τοὺς ἀπολυθέντας τῆς ἐν αὐτῷ λατρείας ἢ κατοικτίρειν τε καὶ θρηνεῖν, ὅπερ οἱ πολλοὶ δρῶσι διʼ ἀμαθίαν; 
<milestone unit="tlnum" n="10"/> 
<milestone unit="stephpage" xml:id="stephpage-107d" n="107d"/> </p></div><div type="textpart" subtype="section" n="12"><p rend="indent">ὁ δὲ Σωκράτης<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Σωκράτης</foreign>] Plat. Apol. p. 40 c</note> παραπλήσιον ἔλεγεν εἶναι τὸν θάνατον ἤτοι τῷ βαθυτάτῳ ὕπνῳ ἢ ἀποδημίᾳ μακρᾷ καὶ πολυχρονίῳ ἢ τρίτον φθορᾷ τινι καὶ ἀφανισμῷ τοῦ τε σώματος καὶ τῆς ψυχῆς, κατʼ οὐδὲν δὲ τούτων κακὸν εἶναι. καὶ καθʼ ἕκαστον ἐπεπορεύετο, 
<milestone unit="tlnum" n="15"/> καὶ πρῶτον τῷ πρώτῳ. εἰ γὰρ δὴ ὕπνος τίς ἐστιν ὁ θάνατος καὶ περὶ τοὺς καθεύδοντας μηδέν ἐστι κακόν, δῆλον ὡς οὐδὲ περὶ τοὺς τετελευτηκότας εἴη ἄν τι κακόν. ἀλλὰ μὴν γʼ ὅτι ἥδιστός ἐστιν ὁ βαθύτατος τί δεῖ καὶ λέγειν; αὐτὸ γὰρ τὸ 
<milestone unit="tlnum" n="20"/> πρᾶγμα φανερόν ἐστι πᾶσιν ἀνθρώποις, μαρτυρεῖ δὲ καὶ Ὅμηρος<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Ὅμηρος</foreign>] <foreign xml:lang="grc">ν</foreign> 80</note> ἐπʼ αὐτοῦ λέγων <quote rend="blockquote"><l> νήγρετος ἥδιστός, θανάτῳ ἄγχιστα ἐοικώς</l></quote> 
<milestone unit="stephpage" xml:id="stephpage-107e" n="107e"/> ἀλλαχοῦ δὲ καὶ ταῦτα λέγει <quote rend="blockquote"><l>ἔνθʼ Ὕπνῳ ξύμβλητο, κασιγνήτῳ Θανάτοιο</l><note resp="editor" place="unspecified" anchored="true">Homer. <foreign xml:lang="grc">Ξ</foreign> 231</note></quote> 
<milestone unit="tlnum" n="25"/> καὶ <quote rend="blockquote"><l>Ὕπνῳ καὶ Θανάτῳ διδυμάοσιν,</l><note resp="editor" place="unspecified" anchored="true">id. <foreign xml:lang="grc">Π</foreign> 672. 682</note></quote> ὄψει τὴν ὁμοιότητα αὐτῶν δηλῶν τὰ γὰρ δίδυμα <pb xml:id="v.1.p.263"/> τὴν ὁμοιότητα μάλιστα παρεμφαίνει. πάλιν τὲ πού φησι τὸν θάνατον εἶναι <q>χάλκεον<note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">χάλκεον</foreign>] Homer. <foreign xml:lang="grc">Λ</foreign> 241</note> ὕπνον,</q> τὴν ἀναισθησίαν ἡμῶν αἰνιττόμενος. οὐκ ἀμούσως δʼ ἔδοξεν ἀποφήνασθαι οὐδʼ ὁ εἰπὼν <q>τὸν ὕπνον τὰ μικρὰ τοῦ 
<milestone unit="tlnum" n="5"/> θανάτου μυστήρια·</q> προμύησις γὰρ ὄντως ἐστὶ τοῦ 
<milestone unit="stephpage" xml:id="stephpage-107f" n="107f"/> θανάτου ὁ ὕπνος. πάνυ δὲ σοφῶς καὶ ὁ κυνικὸς Διογένης κατενεχθεὶς εἰς ὕπνον καὶ μέλλων ἐκλείπειν τὸν βίον, διεγείραντος αὐτὸν τοῦ ἰατροῦ καὶ πυθομένου μή τι περὶ αὐτὸν εἴη χαλεπόν, <q>οὐδέν</q> ἔφη· 
<milestone unit="tlnum" n="10"/> <q>ὁ γὰρ ἀδελφὸς; τὸν, ἀδελφὸν προλαμβάνει</q><note resp="editor" place="unspecified" anchored="true"><foreign xml:lang="grc">προλαμβάνει</foreign> Doehnerus: <foreign xml:lang="grc">προλαμβάνει ὁ ὕπνος τὸν θάνατον</foreign> </note> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>